κατὰ τῶν πεπαρ ωνηκότων εἰς αὐτόν. τὸ δὲ ῥαγῆ ναι τὰς πέτρας τὰς τῶν ἐθνικῶν ψυχὰς ἀνεωχθῆναι δηλοῖ εἰς τὸ παραδέχεσθαι τὴν τοῦ Χριστοῦ πίστιν. οἱ δὲ ἀναστάντες τῶν ἁγίων καὶ ὀφθέντες πολλοῖς σημαίνουσιν, ὅτι κατηργήθη ὁ θάνατος διὰ τοῦ θανάτου τοῦ Χριστοῦ. 315 Mt 27, 51 Τὸ διαρραγῆναι τὸ καταπέτασμα σημεῖον ἦν οὐκ ἀσυμφανὲς τοῦ καὶ αὐτὸν μονονουχὶ πενθῆσαι τὸν ναὸν καὶ τοὺς εἰς ὄλεθρον καὶ ἀπώ λειαν κατενηνεγμένους, οἳ τὸν αὐτοῦ τοῦ ναοῦ δεσπότην ἐσταύρωσαν· ἴσως δὲ καὶ ἐπὶ δυσσεβείᾳ τῇ κατὰ Χριστοῦ διὰ τῆς παρ' αὐτοῖς συνη θείας ἐλέγχοντος αὐτοὺς τοῦ συμβεβηκότος· ἔθος γὰρ ἦν Ἰουδαίοις τὴν ἐσθῆτα περιρρήγνυσθαι βλασφημηθέντος θεοῦ. ἔοικε δέ τι καὶ ἕτερον τῶν ἀναγκαίων εἰς ὄνησιν ὑπεμφαίνειν ἡμῖν τὸ γεγενημένον· τὸ γὰρ καταπέτασμα κρύπτον εἴσω τὰ ἅγια τῶν ἁγίων ἐνστάντος καιροῦ, καθ' ὃν ἔδει συστέλλεσθαι τὴν τοῦ νόμου σκιὰν καὶ τὴν ἐν τύποις καταλῆξαι λα τρείαν, ἀνεῳχθῆναι δὲ τὰ ἅγια τῶν ἁγίων τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοις, περιρρήγνυται δεικνύοντος ὥσπερ αὐτὰ τοῦ θεοῦ τοῖς ἀξίοις, ἵνα λοιπὸν εἴργοντος οὐδενὸς εἰς τὴν ἐσωτέραν τρέχωσι σκηνὴν οἱ κατ' ἴχνος ἰόντες Χριστοῦ. 316 Mt 27, 54 "Καὶ οἱ ὄχλοι" δὲ οἱ παραγενόμενοι εἰς "τὴν θεωρίαν τύπτοντες" αὐτῶν "τὰ στήθη, ὑπέστρεφον", τάχα που τῆς κατὰ Χριστοῦ δυσσεβείας ἀπαλλάττοντες ἑαυτοὺς διὰ τοῦ τῶν σταυρωσάντων καταβοᾶν, εἰ καὶ μὴ ἐμφανῶς διὰ τὴν τῶν ἡγουμένων ἀνοσιότητα. τοσαύτη τοῦ σταυρουμένου ἡ δύναμις-τοῦ κεντουρίωνος τούτου ἀν δρισαμένου μετὰ ταῦτα ἐν τῇ πίστει. ἀληθὴς ἦν λέγων ὁ κύριος, "ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλ κύσω πρὸς ἐμαυτόν"· ἰδοὺ γὰρ ἐν τῷ τιμίῳ σταυρῷ ὑψούμενος ἤρξατο τοῦ σαγηνεύειν πολλοὺς εἰς ἐπίγνωσιν ἀληθείας· εἵλκυσε γοῦν τὸν ἑκατόνταρχον, εἵλκυσε δὲ καὶ τῶν Ἰουδαίων τινάς, οἳ καὶ "τὰ στήθη" ἔτυπτον κατανυττόμενοί που πάντως καὶ τοῖς τῆς διανοίας ὄμμασιν ἀναβλέποντες πρὸς κύριον. 317 Mt 28, 1-7 Ἐπειδὴ τὸ ἐπὶ τῷ σταυρῷ δι' ἡμᾶς ὑπομεμένηκε πάθος ὁ κύριος καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ δέδωκε σάρκα καὶ ἦν ἐν μνημείῳ καθάπερ τις "ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος" κατὰ τὸ ἐν ψαλμοῖς ὑμνούμενον, ἔδραμον αἱ γυναῖκες τὰ πρὸς τὴν τοῦ σώματος θεραπείαν ἐπικομιζόμεναι καὶ ἀρωμάτων οὖσαι μεσταί· ἐνόμιζον γάρ, ὅτι κείσεται τοῖς ἄλλοις ὁμοῦ καὶ ἀπομενεῖ νεκρὸς ἐν μνημείῳ. καὶ μήτοι θαυμάσῃς, εἰ γυναῖκες ἠγνόουν, ὅτι θεὸς ὢν καὶ ζωὴ τὸ τῆς φθορᾶς καταλύσει κράτος καὶ παλινδρομήσει πρὸς ζωήν, ὅπου καὶ αὐτοῖς τοῖς ἀποστόλοις ὁ περὶ τῆς ἀναστάσεως αὐτοῦ λόγος ἔδοξεν εἶναι λῆρός τις ἁπλῶς καὶ πρᾶγμα κατεψευσμένον διὰ τὸ μηδὲ αὐτοὺς εἰδέναι τὴν θεόπνευστον γραφήν. οὐκοῦν ἀφίκοντο μὲν αἱ γυναῖκες ἐπὶ τὸ μνῆμα, οὐχ εὑροῦσαί γε μὴν τὸ σῶμα τοῦ Χριστοῦ τῆς εἰς αὐτὸν ἀγάπης ἕνεκα ὁρῶσιν ἅγιον ἄγγελον. καὶ δὴ γέγονεν αὐταῖς εὐαγγελιστὴς καὶ κῆρυξ τῆς ἀναστάσεως· μὴ γὰρ ζητῆτε, φησίν, "τὸν" ἀεὶ "ζῶντα" κατὰ φύσιν ὄντα ζωὴν "μετὰ τῶν νεκρῶν· οὐκ ἔστι" γὰρ "ὧδε", τοῦτ' ἔστιν ἐν θανάτῳ καὶ μνήματι, "ἀλλ' ἠγέρθη" ὁδὸς τῆς εἰς ἀφθαρσίαν ἀναδρομῆς οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ' ἡμῖν γενόμενος· διὰ τοῦτο γὰρ καθῆκεν ἑαυτὸν εἰς κένωσιν καὶ τὴν πρὸς ἡμᾶς ὑπῆλθεν ὁμοίωσιν, ἵνα "χάριτι θεοῦ", καθά φησιν ὁ μακάριος Παῦλος, "ὑπὲρ παντὸς γεύσηται θανάτου" καὶ γένηται τοῦτο τοῦ θανάτου θάνατος καὶ κατάλυσις ἀρᾶς τῆς ἐπενηνεγμένης τῷ πρωτοπλάστῳ ποτέ· τοιαύτης γὰρ ἐλπίδος παρεσκεύασεν εἴσω γενέσθαι ὁ κύριος εἰπών· ἀμὴν λέγω ὑμῖν· "ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται"· εἰδέναι γὰρ δεῖ ὡς ἄγγελοι τοῖς ποιμέσι ἐν Βηθλεὲμ τὸν τόκον εὐηγγελίζοντο, καὶ νῦν λογικαὶ δυνάμεις κηρύττουσιν τὴν ἀνάστασιν. λελειτούργηκε τοίνυν ὁ οὐρανὸς τοῖς περὶ αὐτοῦ