γράψας οὕτω· Ἡρακλῆς ἐλθὼν διὰ χρησμὸν ἤκουσε καὶ ταῦτα «Ἡρακλῆ δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει. ἦρα γὰρ ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεις». ἡ τοιαύτη γὰρ ψιλοῖ τὴν τοῦ Ἡρακλέος ἄρχουσαν, εἴπερ ἀπὸ τοῦ ἦρα γίνεται, ὃ δηλοῖ τὴν χάριν, ὅθεν σύνθετον τὸ ἐπίηρα, ὧν ἀρχὴ τὸ ἐρῶ ἤγουν ἐπιθυμῶ, ψιλούμενον ἀναντιρρήτως καθὰ καὶ τὸ ἦρα, οὗ τὸ ἐντελὲς ἐπιήρανα κατὰ τοὺς παλαιούς.] Καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Ὅτι δὲ ἡ ἱστορία βασιλέα οἶδε τόπου τινὸς Μολοττικοῦ Ἅιδην καὶ κύνα γενναῖον ἐκείνου τὸν Κέρβερον, ὃν Ἡρακλῆς εἷλεν ἐξ ἐπιταγῆς καὶ τῷ Εὐρυσθεῖ ἐκόμισεν, ἐν ἄλλοις εἴρηται. Ἦλθε δὲ καὶ τοῖς νῦν εἰς πεῖραν Ἅιδης, ἀνὴρ πολυκτήμων Μακεδών. (ῃ. 382-415) Ἔστι δ' ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις τοιαύτη «τέτλαθι, τέκνον ἐμόν, καὶ ἀνάσχεο, κηδομένη περ· πολλοὶ γὰρ δὴ τλῆμεν θεοὶ ἐξ ἀνδρῶν, χαλέπ' ἄλγε' ἐπ' ἀλλήλοισι τιθέντες. τλῆ μὲν Ἄρης, ὅτε 2.103 μιν Ὦτος κρατερός τ' Ἐφιάλτης, παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ.χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας. καί νύ κεν ἔνθ' ἀπόλοιτο Ἄρης, ἆτος πολέμοιο, εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια Ἑρμέᾳ ἐξήγγειλεν.ὃ δ' ἐξέκλεψεν Ἄρηα ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα. τλῆ δ' Ἥρη, ὅτε μιν κρατερὸς παῖς Ἀμφιτρύωνος δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι βεβλήκει. τλῆ δ' Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς ∆ιὸς ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν», ὅ ἐστιν ὠδύνησε. καὶ ὁ μέν, φησίν, «ἔβη πρὸς δῶμα ∆ιὸς καὶ Ὄλυμπον, κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος. αὐτὰρ ὀϊστὸς ὤμῳ ἐνὶ στιβαρῷ ἐλήλατο», ἤγουν ἐπέπηκτο, καὶ τὰ ἑξῆς, ἐν οἷς φράζει καὶ περὶ Παιήονος, ὡς τὸν Ἅιδην ἠκέσατο, καὶ κατὰ Ἡρακλέος, οἷος ἦν, καὶ ὡς ὁ ∆ιομήδης Ἀθηνᾶς ἀνιείσης ἀνδραγαθεῖ, καὶ ὡς οὐκ ἀεὶ εὐτυχοῦσιν οἱ θεομάχοι, καὶ περὶ ∆ιομήδους, ὡς χρὴ πτοεῖσθαι, μὴ πρὸ ὥρας χήρα γένηται αὐτῷ ἡ γυνὴ Αἰγιάλεια ὡς θεομαχοῦντι. Περὶ δὲ τούτων πάντων ἐφεξῆς εἰρήσεται. Καὶ τέως πρὸ τῶν ἄλλων ἰστέον ὡς χρᾶται καὶ ἐνταῦθα Ὅμηρος λέξεως ἐπιμονῇ διὰ τὸ καίριον. (ῃ. 382 ς.) Εἰπὼν γὰρ «τέτλαθι, τέκνον ἐμόν, καὶ ἀνάσχεο, κηδομένη περ»-παραμυθητικὸς δὲ ὁ λόγος-ἐπάγει ἐπιμένων «πολλοὶ γὰρ δὴ ἔτλημεν. ἔτλη μὲν Ἄρης, ἔτλη δὲ Ἥρη, ἔτλη δὲ Ἀΐδης πελώριος ὠκὺν ὀϊστόν». Καὶσημείωσαι ὅτι ἐνταῦθα μὲν ἐντελῶς εἶπεν ἐν τῷ «ἔτλη ὠκὺν ὀϊστόν», ἀνωτέρω δὲ ἐλλειπτικῶς ἔλεγεν «ἔτλη Ἥρα,» ὀϊστὸν δηλαδή, ἔτλη ὁ Ἄρης, δηλονότι δεσμόν. ∆ιὸ εἰκὸς καὶ τὸ τέτλαθι καὶ τὸ τλῆμεν τοιοῦτον ἀκολούθως εἶναι, ἵνα ᾖ· τέτλαθι, τέκνον, τὸ τοῦ ∆ιομήδους ἔγχος, καὶ πολλοὶ γὰρ δὴ τλῆμεν, ἄλγεα δηλαδή. Ὅρα δὲ τὸ τέτλαθι καὶ τὸ ἀνάσχεο, ταὐτὰ δοκοῦντα εἶναι καὶ τῇ παραθέσει συντελοῦντα εἰς ἐτυμολογίαν τοῦ σχέτλιος, ὡς εἶναί ποτε σχέτλιον καὶ τὸν κήδεα τλάντα καὶ ἀνασχόμενον. Ἰστέον δὲ καὶ ὅτι ἅπας, ᾧ προσαρμόττει τὸ ἔτλη, ἐκεῖνος τλήμων καὶ τάλας λέγεται. [Οὗ ἀνάπαλιν ἔχει παρὰ τῷ Σοφοκλεῖ ἀτλητῶν, ἤγουν μὴ ἔχων τλήμων εἶναι.] Ὧ δὲ πολλάκις ἐπιλεχθείη, 2.104 ἐκεῖνος καὶ πολυτλήμων ἂν εἴη, καθὰ καὶ πολύτλας. Τὸ δὲ τέτλαθι ἀναδιπλασιασμὸν ἔχει, ὁποῖον καὶ τὸ τέθναθι καὶ τὸ κέκλυθι. Τὸ δὲ κηδομένη ἔχει καὶ ἐνεργητικόν, ὡς δηλοῖ τὸ «τόξοις ἔκηδε θεούς», ὅ ἐστιν ἔβλαπτε. τὸ μέντοι κήδεσθαι, ὃ δηλοῖ τὸ φροντίζειν, οὐδέποτε προφέρεται ἐνεργητικῶς. (ῃ. 385) Κρατερὸς δὲ Ἐφιάλτης εἴη ἂν ὡς καὶ κρατερὸς δεσμὸς ὁ χαλεπός. οὕτω δὲ καὶ κρατερὸς παῖς Ἀμφιτρύωνος. Οὐ γὰρ ἔστι σημαντικὴν οὐδ' ἐνταῦθα ἐπαίνου τὴν τοιαύτην λέξιν εἶναι. Τοῦ δὲ Ἐφιάλτης ἀναλογώτερον ἔχειν δοκεῖ ὁ προρρηθεὶς ἐπίαλτος. οὐ γάρ ἐστι σαφὲς αἴτιον τῆς τοῦ ˉπ εἰς ˉφ μεταβολῆς, εἴγε ψιλοῦται τὸ ἰάλλω. (ῃ. 388) Τὸ δὲ «ἀπόλοιτό κεν» ταὐτόν ἐστι τῷ ἀπώλετο ἄν. ἔστι δὲ Ἀττικὸν τὸ ἀντὶ παρῳχημένων χρᾶσθαι τοῖς εὐκτικοῖς, οἷον τῷ ἔλθοι ἀντὶ τοῦ ἦλθε καὶ τῷ δράμοι ἀντὶ τοῦ ἔδραμε, καὶ τοῖς ὁμοίοις, ὧν χρῆσις ἀπειροπληθής. (ῃ. 389) Ἠερίβοια δέ, εἰ μὲν παρὰ τὴν βοὴν γίνεται, καλοῖτο ἂν οὕτως ὡς οἷον ὑψίλαλος κατὰ τοὺς ἠεροφώνους. εἰ δὲ παρὰ τὴν βοῦν, δηλοῦν δοκεῖ ἢ τὴν μελάμβοον ἢ τὴν μεγαλόβοον, ὡς οἷον ἐρίβουν,