ἀρετῶν; σὺ παρὰ τοὺς πώποτε βασιλεῖς δικαιοσύνην ἐτίμησας καὶ φιλανθρωπίαν προέκρινας, καὶ τὸ τῆς φρονήσεως ἄκρον κατειληφὼς τῷ ἁπλῷ καὶ καθαρῷ τῆς ψυχῆς καὶ ὄντως εἰλικρινεῖ καὶ ἀδόλῳ πᾶσιν ὤφθης θαυμασιώτερος. τὴν μὲν γὰρ τύχην μετήμειψέ σοι ὁ θεός, σὺ δὲ τὴν γνώμην οὐ μετεποίησας, ἀλλὰ ταῖς ἀρεταῖς βασιλικώτερος γεγονὼς τοῦ συνήθους ἔθους οὐκ ἀποβέβηκας, ἱερατικὴν ὄντως ἁπλότητα βασιλικῇ μεγαλονοίᾳ συγκερασάμενος καὶ δείξας μόνος, ὅτι τὸ βασιλεύειν οὐκ ἐν τῷ ὄγκῳ χαρακτηρίζεται τοῦ φρονήματος, ἀλλ' ἐν τῷ τῆς ψυχῆς μεγέθει τῶν ἄλλων κρατεῖν. Εἶτά σε λυποῦσιν αἱ παραφυάδες τῶν πονηρῶν περιπλεκόμεναι ὥσπερ τῷ ῥόδῳ αἱ ἄκανθαι; μᾶλλον μὲν οὖν κυμανθέντα τὰ πράγματα ἐπιστημονικώτερόν σε καὶ βασιλικώτερον δείξουσιν, ἐπεὶ καὶ θάλασσα τοῖς κύμασι ζέουσα καὶ φερομένη τῷ ῥοθίῳ τοῦ κλύδωνος τὴν τέχνην τοῦ κυβερνήτου δήλην ἐργάζεται. σὺ δὲ καὶ μᾶλλον πρὸς τὸν ἄνω τῆς προνοίας πυρσὸν ἀφορῶν καὶ οἷον ἐκ πρύμνης ἐνθέως κυβερνώμενος, πάντα μὲν κατευνάζεις κλύδωνα, πᾶσα δέ σοι λειοκυμονήσει τῶν πραγμάτων ἡ θάλασσα. καί, ἵνα τὸ πολὺ τῆς τροπῆς ἐάσω, ῥαγήσεται μὲν ὥσπερ κάλως ἡ φάλαγξ τῶν δυσμενῶν, συντριβήσεται δὲ τόξα καὶ ξίφη θραυσθήσεται καὶ συμπεσεῖται ἱππότης πολεμικὰ φρυαττόμενος καὶ πᾶσα τάξις ἀντικαθισταμένη διασπαρήσεται καὶ φθαρήσεται. οἱ μὲν γὰρ σιδήρῳ τεθωρακισμένοι καὶ τοῖς ὅπλοις γεγονότες κατάφρακτοι πρὸς σέ, τὸν τοῦ κυρίου χριστόν, καθεστήκεισαν, σὺ δὲ τῷ βασιλεύσαντί σε λόγῳ τεθαρρηκὼς καὶ τῷ δικαίῳ τῆς ψυχῆς πεποιθώς, τοῖς μεγάλοις καὶ κρείττοσιν, ἐν ἐκστάσει συντρίψεις κεφαλὰς δυσμενῶν τε καὶ δυνατῶν. Μὴ τοίνυν σε νέφος καλυπτέτω, τὸν ἥλιον. ἀλλά μοι λαμπροτέραν τῆς σῆς φιλανθρωπία ἐπάφες αὐγὴν καὶ λῦσον ἔτι μᾶλλον τῆς ἀθυμίας τὸν χαλινόν, ἵνα σοι μεγαλοφωνότερος καὶ μουσικώτερος γεγονὼς ᾠδικώτερος δημηγόρος πρὸς τὰς τῶν σῶν εὐφημιῶν ἀκρότητας γένωμαι. 14 ∆ημηγορία εἰς τὸν βασιλέα τὸν ∆ούκαν Εἰ καὶ πρὸ τοῦ μεγάλου τούτου τροπαίου καὶ κατορθώματος, θειότατε βασιλεῦ, ἅπας ἐγκωμίων νόμος ἡττᾶτό σοι, καὶ τῶν πάντων οὐδεὶς τὴν προσήκουσαν εὐφημίαν ἐπενεγκεῖν ἐπεχείρει τῷ κράτει σου, τίνας ἂν λόγους μετὰ τὴν ἄρρητον καὶ ἀπόρρητον ἐπὶ σὲ τοῦ θεοῦ πρόνοιαν προσενεγκεῖν σοι τολμήσαιμεν; εἰ γὰρ τὸ γεγονὸς τῶν ὑπὲρ φύσιν θαυμάτων ἐστίν, ἅπας δὲ λόγος ἐγκωμιαστικὸς ἐκ τῆς κατὰ φύσιν δυνάμεως πρόεισι, πῶς ἂν τοῖς κατὰ φύσιν τὰ ὑπὲρ φύσιν ἐπαινεσώμεθα, τίνας δὲ λόγους εὑρήσομεν τῶν ὑπερφυῶν θαυμασίων; ὧν γὰρ ὑπὲρ λόγον ἡ πρᾶξις, τούτου οὐκ ἐφικνεῖται λόγος, οὔτε τεχνικὸς οὔτ' εἴ τις ἐστὶ δυνάμεως τῶν ἐν ἡμῖν κρείττονος. Πρότερον μὲν οὖν, ὦ μέγιστε αὐτοκράτορ, ἀπὸ τῶν τοῦ καλοῦ πλεονεκτημάτων ἐπλέκομέν σοι τὰς εὐφημίας εἰς δύναμιν, ἀπὸ τοῦ γενναίου φρονήματος, ἀπὸ τῆς ἀκριβεστάτης συνέσεως, ἀπὸ γονιμωτάτης ψυχῆς, ἀφ' ἑκάστης τῶν ἀρετῶν τῶν τε γενικωτέρων καὶ τῶν ἐπὶ μέρους, ὡς διαλάμπεις τῇ σωφροσύνῃ, ὡς ἀνδρίζῃ κατὰ τῶν παθῶν, ὡς τὴν τῆς δικαιοσύνης οὐ μόνον στάθμην ἐπίστασαι ἀλλὰ καὶ ταύτῃ στάθμη καθίστασαι. ἐθαυμάζομέν σου τὸ πρᾶον μετὰ τῆς ὀξύτητος, τὸ βεβηκὸς τοῦ φρονήματος μετὰ τῆς εἰς ἅπαντα δεξιότητος, ὑπερηγάμεθά σου τὸ πρὸς ἕκαστον τῶν τῆς βασιλείας πραγμάτων εὐάρμοστόν τε καὶ σύμφωνον, ὡς ὁμοῦ καὶ κατὰ ταὐτὸν νομοθετεῖς νομοθέταις καὶ ἐπανορθοῖς στρατηγοὺς καὶ συμφιλοσοφεῖς φιλοσόφοις καὶ συμπνέεις ῥήτορσι τὴν περὶ λόγους πειθὼ καὶ στρατηγοῖς ἐπιτάττεις καὶ ἐπὶ φάλαγγος ἵστασαι καὶ χάρακα βάλλεις καὶ κατασείεις τὸ βάρβαρον καὶ πόρρωθεν ἀπελαύνεις τοῖς ἀπὸ λόγου τοξεύμασι. Ταῦτα μὲν οὖν πρότερον, καὶ πάντων ἡττώμεθα καὶ πάντων ἐλάττους ἀπεδεικνύμεθα. τὰ νῦν δέ-ἀλλὰ τίς ἐξείποι τὰς τοῦ θεοῦ δυναστείας; τίς ἱκανὸς ἐξυμνῆσαι τὰ μεγαλεῖα τοῦ μεγάλου βραχίονος θαύματά τε καὶ