44
αὐτῶν, κατὰ τὴν προσθήκην Θεοδοτίωνος. Τινὲς δὲ οὕτως ἐνόησαν. Ἠρώτησεν ὁ προφήτης· Μέχρι τίνος ἡ πώρωσις; ὁ δὲ Θεὸς δηλῶν τὴν τοῦ παρόντος βίου συντέλειαν, τὰ ἐπὶ τούτοις ἐπήνεγκε. ∆εῖ γὰρ πρῶτον πολέμους ἡμᾶς ἀκοῦσαι, καὶ ἀκοὰς πολέμων, ἀναστῆναί τε 1952 ἔθνος ἐπ' ἔθνος, ἐρημωθῆναί τε πόλεις, καὶ οἴκους, εἶτα τὸ τέλος. Μεθ' ὃ μακρύνονται λοιπὸν, μετὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, διηνεκῆ ζῶντες βίον, ἀνῃρημένης εἰς ἅπαν φθορᾶς τε πάσης καὶ ἁμαρτίας· τὸν δὲ νῦν πεπωρωμένον Ἰσραὴλ, ἐν ἐσχάτοις τοῦ αἰῶνος κληθήσεσθαι καιροῖς ἡ θεία λέγει Γραφή. ΚΕΦΑΛ. Ζʹ. αθʹ. 9Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ, τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβηῬαασσὼν βασιλεὺς Ἀρὰμ, καὶ Φακεὲ υἱὸς Ῥομελίου, βασιλεὺς Ἰσραὴλ, ἐπὶ Ἱερουσαλὴμ, πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτὴν9, κ.τ.λ. Τὰ πρῶτα τῆς προφητείας ἐπὶ Ὀζίου βασιλέως ἐλέλεκτο. Μεθ' ὃν Ἰωάθαμ. Οὗ κατ' ἀρχὰς τῆς βασιλείας ἡ ὀπτασία γέγονε Κυρίου Σαβαὼθ καὶ τῶν Σεραφεὶμ, δηλοῦσα τοῦ Μονογενοῦς τὴν θεότητα. Ἐτῶν δὲ διαγενομένων ἑκκαίδεκα (τοσαῦτα γὰρ ἐβασίλευσεν Ἰωάθαμ), Ἄχαζ ὁ δυσσεβέστατος διαδέχεται, καθ' ὃν θεσπίζεται τὰ προκείμενα, προφητεύοντα περὶ τῆς κατὰ σάρκα γενέσεως τοῦ Μονογενοῦς. Ἔδει γὰρ ἀκολούθως ἐπενεχθῆναι ταύτην τοῖς περὶ τῆς θεότητος εἰρημένοις. Ἡ δὲ τῆς προφητείας ὑπόθεσις αὕτη .... ἀσεβοῦντι μετὰ τῶν ὑπηκόων Ἄχαζ κατὰ θείαν δίκην δύο βασιλεῖς ὁ ∆αμασκοῦ καὶ Σαμαρείας ἐπέθεντο. Ῥαασσὼν ὁ πρῶτος, ὁ δὲ δεύτερος Φακεέ. Τοιγαροῦν ἀναιροῦσι μὲν αὐτῶν δώδεκα μυριάδας αἰχμαλώτους δὲ λαμβάνουσιν εἴκοσι· μετὰ τὴν τοιαύτην πληγὴν, καὶ δεύτερον ἐπεστράτευσαν ἑλεῖν ἐκ πολιορκίας ἐθέλοντες τὴν Ἱερουσαλὴμ, ἀποκτεῖναί τε τὸν Ἄχαζ, καὶ ἀντ' αὐτοῦ βασιλέα καταστῆσαι τὸ νῦν Ταβεήλ. Ὧν ἀναγγελθέντων τῷ οἴκῳ ∆αβὶδ (οὕτω δὲ τοὺς ἐκ ∆αβὶδ ἅπαντας μετὰ τῶν ὑπηκόων ἐκάλουν), πάντες οὗτοι σαλεύονται τὴν ψυχὴν, πείρᾳ τῶν προλαβόντων δεδιότες τὰ μέλλοντα. Ταῦτα μετ' ἀκριβείας ἡ δευτέρα τῶν Παραλειπομένων ἐδήλωσεν. Τὸν δὲ σάλον αὐτῶν ἀπεικάζει ξύλῳ δρυμοῦ, μηδὲ νῦν δένδρον παραλαβὼν εὐγενές τε καὶ ἥμερον. Ἀλλ' ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ μετανοῆσαι, καὶ ἐπιστρέψαι, καὶ ζῇν αὐτὸν, οὓς πρώην τιμωρία, τούτους νῦν φιλανθρωπία μετέρχεται. Πέμπει γὰρ πρὸς Ἄχαζ τὸν προφήτην, μετὰ τοῦ περιλειφθέντος ἐκ πλειόνων υἱοῦ. Καλεῖ δὲ τοῦτον Ἰασούβ. Περιελείφθη δὲ ἢ θανάτου τῶν ἀδελφῶν, ἢ τῆς τῶν πολλῶν Ἰουδαίων πλάνης μὴ μετασχών. Ἔδει γὰρ τὸν σωθέντας τῆς πλάνης μαθητεύεσθαι τῷ πατρὶ διὰ τοῦ παρεῖναι προσιόντι θαρσαλέως Θεῷ, καὶ ποιοῦντι τὰ κελευόμενα· εἰπεῖν δὲ προστάττει· Φύλαξαι τοῦ ἡσυχάσαι. Ὅπερ 1953 Σύμμαχος μέν φησιν, Φύλαξαι, καὶ ἡσύχασον. Ὁ δὲ Θεοδοτίων, Πρόσχες, καὶ ἡσύχασον. Καπνιζομένους δὲ δαλοὺς, τοὺς δύο κέκληκε βασιλεῖς, ὡς μήτε φῶς, μήτε δύναμιν ἔχοντας καυστικὴν ἤδη σβεσθεῖσαν. Εἰ γὰρ καὶ παιδευτικῇ, φησὶ, δυνάμει μετῆλθεν ὑμᾶς, ἢν ὀργὴν οἶδε καλεῖν ἡ Γραφὴ, παραδοὺς τοῖς πολεμίοις ὑμᾶς, ἀλλ' οὖν παίσας ἰάσομαι, δι' ἀμφοῖν ὑμᾶς καλῶν εἰς εὐσέβειαν, δι' ὃ νῦν ἀνόνητος ἡ τῶν βασιλέων βουλή. Ἀρὰμ δὲ λέγει Συρίαν, Σαμάρειαν δὲ τὴν νῦν Σεβαστήν. Ἀρκεῖ γὰρ, φησὶν, τῇ μὲν Σαμαρείᾳ κεφαλὴν ἔχειν τὴν ∆αμασκὸν, καὶ ταύτης εἶναι βασιλέα τὸν Ῥαασσών· τῷ δὲ Ἐφραῒμ τῆς Σαμαρείας. Οὕτω δὲ ἐκάλουν τὰς δέκα φυλὰς Ἰσραὴλ, διὰ τὸν ἐξ Ἐφραῒμ αὐτῶν βασιλεύσαντα, καὶ ταύτης ἡγεῖσθαι Ῥωμελίου υἱόν. Γνῶθι δὲ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις, Ἄχαζ, ὡς ἐντὸς ἐτῶν πέντε καὶ ἑξήκοντα ἡ τῆς Σαμαρείας ὑπὸ τῶν Ἀσσυρίων βασιλεία καταλυθήσεται, τοῦ βασιλέως σὺν ὑπηκόοις παραδοθέντος αἰχμαλωσίᾳ. Ταῦτα προσέταξε λέγειν ὁ Θεὸς τῷ Ἄχαζ ἀπαντήσαντα τὸν προφήτην, κατά τινα τόπον, ὃν εὔκαιρον ᾔδει πρὸς τὸ περιτυχεῖν τῷ Ἄχαζ. Τοῦ δὲ χρόνου συμπληρωθέντος, ∆αμασκὸς καὶ Σαμάρεια, οἵ τε τούτων βασιλεῖς καὶ ὑπήκοοι, πρὸς τῶν Ἀσσυρίων ἑάλωσαν, ὡς ἡ τετάρτη τῶν Βασιλείων δηλοῖ. Εἷλε γὰρ ὁ μὲν Τεγλαθφαλλασὰρ τὴν ∆αμασκὸν καὶ τὸν Ῥαασσὼν,