De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
τούτου εἰσελθόντος, ὑπὸ τοῦ κατεπάνω τῶν βασιλικῶν κρατουμένου καὶ τοῦ λογοθέτου τοῦ δρόμου, καὶ πεσόντος καὶ προσκυνήσαντος τοὺς δεσπότας, φέρουσιν αὐτὸν ὡς ἀπὸ ὀλίγου διαστήματος τοῦ βασιλικοῦ θρόνου. Καὶ ὑπὸ τοῦ λογοθέτου ἐρωτώμενος τὰς συνήθεις ἐρωτήσεις, εἰσάγει ὁ πρωτονοτάριος τοῦ δρόμου τὸ τούτου κανίσκιον, καὶ δὴ μετὰ 1.129 τὴν συμπλήρωσιν τοῦ κανισκίου πάλιν ἐπὶ τῆς γῆς πεσών, προσκυνήσας ἐξέρχεται. Καὶ πάλιν διὰ νεύματος τοῦ πραιποσίτου, κατέρχεται ὁ ὀστιάριος ὁ τὴν χρυσῆν βέργαν κατέχων, καὶ εἰσάγει βῆλον βʹ· τοὺς φίλους Βουλγάρους τοὺς κατὰ τύπον ἐρχομένους, συνεορτάσοντας τοῖς φιλοχρίστοις δεσπόταις, καὶ ἐπὶ τούτων τῆς προρρηθείσης τάξεως ἐπακολουθησάσης, ἐξέρχονται καὶ αὐτοί. Καὶ πάλιν διὰ νεύματος τοῦ πραιποσίτου κατέρχεται ὁ ἕτερος ὀστιάριος ὁ τὴν χρυσῆν βέργαν κατέχων, καὶ εἰσάγει βῆλον γʹ· τοὺς προκρίτους ἀνθρώπους τοῦ μαγίστρου καὶ ἄρχοντος τοῦ Ταρῶ, καὶ ἐπ' αὐτῶν τῆς προρρηθείσης τάξεως ἐπακολουθησάσης, ἐξέρχονται καὶ αὐτοί. Καὶ τούτων οὕτως τελεσθέντων, καὶ τοῦ πραιποσίτου εἰπόντος· "Κελεύσατε," πάντων ἐπευξαμένων τό· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους," ἐξέρχονται οἵ τε μάγιστροι καὶ πατρίκιοι καὶ συγκλητικοὶ καὶ οἱ λοιποὶ πάντες, καὶ εἶθ' οὕτως πάλιν τοῦ πραιποσίτου εἰπόντος τό· "Κελεύσατε," ἐπεύχονται οἱ τοῦ κουβουκλείου, καθὼς προείρηται, καὶ ἐξέρχονται καὶ αὐτοί. Καὶ εὐθέως κατίασιν οἱ δεσπόται ἀπὸ τῶν θρόνων, καὶ τὰ τούτων ἐκβάλλοντες στέμματα καὶ χλανίδια, καὶ περιβαλλόμενοι τὰ χρυσοπερίκλειστα σαγία, εἰσέρχονται ἐν τῷ θεοφυλάκτῳ αὐτῶν παλατίῳ. Ὁ δὲ μάγιστρος ὁ Ταρωνίτης καὶ οἱ φίλοι Βούλγαροι ἐν τοῖς ἰδίοις ἀπέρχονται ἀπλήκτοις, αὐτῇ τῇ ἡμέρᾳ μὴ συνεστιώμενοι τοῖς βασιλεῦσιν.
1.130 ΛΑʹ (ΚΕʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ παραμονῇ τῶν Ἁγίων Φώτων .
Εἰσέρχεται ὁ πραιπόσιτος, ὥραν δευτέραν τῆς αὐτῆς ἡμέρας ἢ καὶ τρίτην ἤγουν τῆς παραμονῆς τῶν Φώτων, εἰς τὸν βασιλέα, ὑπομιμνήσκων αὐτὸν περὶ τοῦ πατριάρχου, ὅπως ἑσπέρας εἰς τὸν ἁγιασμὸν ἔλθῃ, καὶ ὁποίαν ὥραν κελεύει παραγενέσθαι αὐτόν, ἢ πρῶτον ἁγιάσας εἰς τὴν Ἐκκλησίαν τὴν Μεγάλην, εἶθ' οὕτως ἔλθῃ, ἁγιάσων εἰς τὸν ναὸν τοῦ Ἁγίου Στεφάνου, ἢ πρῶτον ἁγιάσῃ εἰς τὸν Ἅγιον Στέφανον καὶ εἶθ' οὕτως ὑποστρέψας ἁγιάσῃ εἰς τὴν Μεγάλην Ἐκκλησίαν, καὶ καθὼς κελεύσῃ ὁ βασιλεὺς τῷ πραιποσίτῳ, ἀποστέλλει κουβικουλάριον καὶ σιλεντιάριον προσκαλέσασθαι τὸν πατριάρχην εἰς τὸν ἁγιασμόν, ἐν ᾗ ὥρᾳ κελεύει ὁ βασιλεύς. Ἰστέον δὲ καὶ τοῦτο ὅτι διὰ τῶν αὐτῶν καὶ τῇ ἑξῆς προσκαλεῖται εἰς τὸ κλητώριον ὁ πατριάρχης. Τὸ δὲ πρωὶ τῇ παραμονῇ ἀλλάξιμα οὐ γίνονται, ἕως ὥραν θʹ· ἀλλάσσει τὸ κουβούκλειον μόνον, καὶ ὅτε λέγει ἡ Μεγάλη Ἐκκλησία ἀνάγνωσμα τέταρτον ἢ καὶ πέμπτον, ἐλθὼν σιλεντιάριος μηνύει τῷ τῆς καταστάσεως, κἀκεῖνος τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ βασιλεῖ. Ὁ δὲ βασιλεὺς διέρχεται διὰ 1.131 τῶν διαβατικῶν τοῦ παλατίου, καὶ διὰ τῆς ∆άφνης καὶ τοῦ Αὐγουστέως εἰσέρχεται εἰς τὸν κοιτῶνα τῆς ∆άφνης, πλησίον τοῦ ναοῦ τοῦ Ἁγίου Στεφάνου, κἀκεῖσε λαβὼν νεῦμα ὁ πραιπόσιτος, λέγει τοῖς ἱερεῦσιν, ὅπως ἄρξωνται τῆς θείας λειτουργίας εἰς τὸν ναὸν τοῦ Ἁγίου Στεφάνου, ἐν ᾧ ὁ ἁγιασμὸς τελεῖται. Εἰς δὲ τὸν Αὐγουστέα καὶ εἰς τὸ Κονσιστώριον ἀλλάσσουσιν οἱ πατρίκιοι καὶ μόνον· τῇ γὰρ ἑσπέρᾳ ἐκείνῃ ἄλλο ὀφφίκιον οὐκ ἀλλάσσει, εἰ μὴ οἱ πατρίκιοι καὶ τὸ κουβούκλειον. Ὁ δὲ βασιλεύς, φορῶν τὸ διβητήσιον αὐτοῦ καὶ τὸ τζιτζάκιν, ἵσταται εἰς τὸ Ὀκτάγωνον, ἐκτελῶν τὴν θείαν λειτουργίαν· τελεσθείσης δὲ τῆς θείας λειτουργίας, εἰσέρχεται ὁ πατριάρχης εἰς τὸν ναὸν τοῦ Ἁγίου Στεφάνου, καὶ ἀρξαμένου αὐτοῦ ἐκτελεῖν τὴν μεγάλην εὐχὴν τοῦ ἁγιασμοῦ, ἐπιδίδωσιν εὐθέως ὁ πραιπόσιτος τῷ βασιλεῖ κηρία, καὶ ἵσταται ὁ βασιλεὺς ὄπισθεν τῆς κολυμβήθρας, ἕως ἂν ἐκτελέσῃ ὁ πατριάρχης ἅπασαν τὴν εὐχήν, οἱ δὲ πρωτοσπαθάριοι οἱ εὐνοῦχοι ὄπισθεν τοῦ βασιλέως ἵστανται ἠλλαγμένοι, ὡσαύτως καὶ οἱ πατρίκιοι ἵστανται, κρατοῦντες κηροὺς βασιλικούς. Τελεσθείσης δὲ τῆς εὐχῆς, ἐπιδίδωσιν ὁ βασιλεὺς τῷ πραιποσίτῳ ἅπερ κατέχει κηρία, ὁ δὲ πραιπόσιτος τοῖς ἱερεῦσι, καὶ λαβὼν ὁ πατριάρχης ἁγίασμα, ἐπιχέει ἐν ταῖς χερσὶ τοῦ βασιλέως, ὁ δὲ βασιλεὺς νιψάμενος τὰς χεῖρας καὶ τὴν κεφαλὴν ἀλείψας καὶ τὸ πρόσωπον, καὶ εἰ θέλει, πιὼν ἐξ αὐτοῦ, προσκυνήσαντες