κηρύγμασι καὶ περιέπουσι τὸν υἱὸν αἱ τῶν ἄνω πνευμάτων στρατιαὶ ὡς τῶν ὅλων δεσπότην καὶ κύριον καὶ ὅτε γέγονε σάρξ, τοῦτ' ἔστιν ἄνθρωπος. 318 Mt 28, 9-10 Κεκέρδακε τὸ θῆλυ γένος καὶ λύσιν ὀνειδισμοῦ καὶ κατάρας ἀνατροπήν· ὁ γὰρ εἰπὼν πάλαι πρὸς αὐτὰς "ἐν λύπαις τέξῃ τέκνα" παῦλαν αὐταῖς δέδωκε συναντήσας αὐταῖς ἐν τῷ κήπῳ καὶ εἰπὼν χαίρετε. μεθ' ὑπερβαλλούσης εὐφροσύνης αἱ γυναῖκες αὐτῷ-καὶ εἰς χρηστὰς ἐλπίδας καὶ τὸ πεπονηκὸς ἰώμενος. 319 Mt 28, 16-17 Ὁρᾷς δὲ πῶς ἔνια παρατρέχουσί τινες τῶν εὐαγγελιστῶν· τὸ γὰρ ἐδίστασαν ἀνέπτυκται σαφῶς παρὰ τῷ Ἰωάννῃ δεικνυμένου τοῦ διστά σαντος, ὃς ἦν ὁ Θωμᾶς· ὥστε καὶ τὸ μνημονεῦσαι τῆς ἐν τῇ Ἰουδαίᾳ ἐπιφανείας δεύτερον γενομένης πῶς ἔσχε τὸ πρᾶγμα. εἶπεν δέ, ὅτι αὐτοῖς ὤφθη ἐν τῇ Γαλιλαίᾳ, ὃ μόνον δοκεῖ μοι Ἰωάννης παραλιπεῖν ὡς ἂν προκείμενον αὐτῷ τὰ λοιπὰ εἰπεῖν ὁσάκις τε ὤφθη καὶ ὅπου, ἀλλὰ μὴν καὶ ὅπως σαφῶς ἐξηγούμενος. 320 Mt 28, 17 Ἄλλας λέγει ὁ Ἰωάννης ὀπτασίας, <ἣν> δὲ λέγει ὧδε ὁ Ματθαῖος οὐ μόνον [ἣν] εἶδον οἱ ἕνδεκα, ἀλλὰ καὶ οἱ πολλοὶ ὡς εἰκός. 321 Mt 28, 18 Οἰκονομικῶς ἔτι καὶ ἀνθρωπινώτερον ἔφη τὸ ἐδόθη μοι· πλὴν βούλεται νοεῖσθαι, ὅτι τὴν κατὰ πάντων ἔχει ἐξουσίαν ὡς θεὸς καὶ ἀφεὶς τὸ τῆς κενώσεως μέτρον εἰς τὴν ἔμφυτον καὶ ἀεὶ προσοῦσαν αὐτῷ δόξαν ἀνέδραμεν καὶ μετὰ σαρκὸς θεὸς τῶν ὅλων καὶ κύριος ὁμολογούμενος. λοιπὸν οὖν λέγει ἐδόθη μοι οὐχ ὡς πρῶτον λαβών, ὅτε γέγονεν ἄνθρωπος, ἀλλ' ὅπερ εἶχεν ἀεὶ διὰ τὸ ὑπάρχειν ἐκ πατρὸς καὶ φύσει θεὸς ὡς ἐν ἀνθρώπου τάξει δεχόμενος.