τῷ λαῷ, ἀκούει τοῦ θεοῦ κατὰ τὰ γεγραμμένα λέγοντος· «τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;» ὁ δέ, φησίν, ἀπεκρίνατο· «ἰδοὺ <ἐγώ> εἰμι· ἀπόστειλόν με». ἀκούει· «πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου» καὶ τὰ ἑξῆς. ἐπεὶ οὖν μὴ εἰδὼς ὃ μέλλει προφητεύειν καὶ ὅτι μέλλει ἀπει- λεῖν τῷ λαῷ τοιάδε εἶπεν· «ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με», διὰ τοῦτο, φησίν, ἐν τοῖς ἑξῆς «φωνὴ λέγοντος· βόησον», ὁ δὲ οὐκ ἀπεκρίνατο ὡς πρόθυμος ποιῆσαι τὸ προστασσόμενον, ἀλλ' εἶπε· «τί βοήσω;» εὐλαβεῖτο γὰρ μήποτε πάλιν ἀκούσῃ ὡς ἐπὶ τῆς προτέρας προφητείας· «πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε.» «τί» οὖν «βοήσω;» «πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου» καὶ τὰ ἑξῆς. οὐδὲν ἤκουσεν ἐν τούτοις κατὰ τοῦ Ἰσραήλ. ταῦτ' ἔλεγεν ἡμῖν ἐκεῖνος παραδιδοὺς τὸ «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην». 20.3 Ἐγὼ δὲ εὔχομαι, ἃ λαμβάνω ἀπὸ τῶν διδόντων μὴ τηρῆσαι μόνον μηδὲ «κατορύξαι τὸ τάλαντον τῶν λεγόντων μοι εἰς τὴν γῆν» μηδὲ «τὴν μνᾶν τῶν διδασκόντων τι χρήσιμον ἀποδῆσαι ἐν σουδαρίῳ», ἀλλὰ πλεονασμὸν ποιῆσαι τῶν μαθημάτων ὧν λαμβάνω ἀπὸ τοῦ παραδιδόντος καὶ δυναμένου παραδοῦναι χρήσιμα. εὔχομαι τὴν μνᾶν εἴτε εὐαγγελίου εἴτε ἀποστόλου εἴτε προφήτου εἴτε νόμου ποιῆσαι πολλαπλασίονα. ταῦτ' οὖν ἀκούσας ἐσκόπουν κατ' ἐμαυτὸν περὶ τοῦ «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην». καὶ σκοπῶν εὔχομαι εὑρίσκειν τι εἰς τὸν τόπον ἀληθές. μήποτε οὖν, ὡς πατὴρ υἱὸν ἔτινήπιον ὄντα ἀπατᾶν ἐπὶ συμφέροντι βούλεται, οὐκ ἄλλως δυνάμενον ὠφεληθῆναι ἐὰν μὴ ὁ παῖς ἀπατηθῇ, ὡς ἰατρὸς ἀπατᾶν τὸν κάμνοντα πραγματεύεται, μὴ δυνάμενον θεραπευθῆναι ἐὰν μὴ ἀπάτης παραδέξηται λόγους, οὕτω καὶ ὁ τῶν ὅλων θεός, ἐπεὶ προκείμενον ἔχει ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος. λεγέτω ὁ ἰατρὸς τῷ κάμνοντι· τμηθῆναί σε δεῖ, καυτηριασθῆναί σε δεῖ, ἄλλα χαλεπώτερα παθεῖν σε δεῖ· οὐκ ἂν παράσχοι ἑαυτὸν ἐκεῖνος. ἀλλ' ἐνίοτε ἄλλο λέγει, καὶ ἔκρυψεν ὑπὸ τὸν σπόγγον ἐκεῖνο τὸ τέμνον, τὸ διαιροῦν σιδήριον, καὶ πάλιν κρύπτει, ἵν' οὕτως ὀνομάσω, ὑπὸ τὸ μέλι τὴν τοῦ πικροῦ φύσιν καὶ τὸ ἀηδὲς φάρμακον, βουλόμενος οὐ βλάψαι ἀλλ' ἰάσασθαι τὸν θεραπευόμενον. τοιούτων φαρμάκων πεπλήρωται ὅλη ἡ θεία γραφή. καὶ τινὰ μέν ἐστι χρηστὰ κρυπτόμενα, τινὰ δέ ἐστι πικρὰ κρυπτόμενα. ἐὰν ἴδῃς πατέρα ἀπειλοῦντα ὡς μισοῦντα τὸν υἱὸν καὶ λέγοντα τῷ υἱῷ φοβερὰ καὶ μὴ ἐπιδεικνύμενον τὴν φιλο- στοργίαν, ἀλλὰ κρύπτοντα τὴν ἀγάπην τὴν πρὸς τὸν υἱόν, ὄψει ὅτι ἀπατᾶν βούλεται τὸ νήπιον· οὐ γὰρ συμφέρει τῷ υἱῷ τὸ ἐπίστασθαι τὴν ἀγάπην τοῦ πατρός, τὴν προαίρεσιν τὴν φιλικήν· ἐκλυθήσεται γὰρ καὶ οὐ παιδευθήσεται. διὰ τοῦτο κρύπτει μὲν τὸ γλυκὺ τῆς φιλοστοργίας, δείκνυσι δὲ τὸ πικρὸν τῆς ἀπειλῆς. Τοιοῦτόν τι ποιεῖ ἐκ τοῦ ἀνὰ λόγον πατρὶ καὶ ἰατρῷ ὁ θεός. ἔστι πικρά τινα, ἃ καὶ τὸν δικαιότατον μὲν ἰᾶται καὶ τὸν σοφώτατον ... πάντα γὰρ τὸν ἁμαρτήσαντα ἐπὶ ταῖς ἁμαρτίαις κολασθῆναι δεῖ. «μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται». «εἴτε πόρνος εἴτε μοιχὸς εἴτε μαλακὸς εἴτε ἀρσενοκοίτης εἴτε κλέπτης εἴτε μέθυσος εἴτε λοίδορος εἴτε ἅρπαξ, βασιλείαν θεοῦ οὐ κληρονομήσουσι». τοῦτο ἐὰν νοηθῇ καὶ ἀκριβωθῇ ὑπὸ τῶν μὴ δυναμένων ἰδεῖν τὸ ἰατρικὸν σιδήριον ὑπὸ τὸν σπόγγον, ὑπὸ τῶν μὴ δυναμένων <νοῆσαι> τὸ πικρὸν φάρμακον ὑπὸ τὸ μέλι, ἐκκακήσει τις. τίς γὰρ ἡμῶν οὐ σύνοιδεν ἑαυτῷ πιόντι οὐ μετὰ βουλῆς καὶ μεθυσθέντι; τίς ἡμῶν καθαρεύει ἀπὸ κλοπῆς καὶ ἀπὸ τοῦ μὴ πεπορικέναι τὰ ἐπιτήδεια δεόντως; ἀλλ' ὅρα τί λέγει ὁ λόγος· «μὴ πλανᾶσθε, ὅτι οὗτοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσι». τὸ κατὰ τὸν τόπον μυστήριον κεκρύφθαι δεῖ, ἵνα μὴ ἐκκακήσῃ ὁ πολύς, ἵνα μὴ μαθὼν τὰ πράγματα προσδοκήσῃ τὴν ἔξοδον οὐχ ὡς ἀνάπαυσιν, ἀλλ' ὡς κόλασιν. ἢ τίς εὑρεθήσεται Παῦλος ὁ δυνάμενος λέγειν· «κάλλιον γὰρ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι»; ἐγὼ δὲ οὐ δύναμαι τοῦτο λέγειν. οἶδα γὰρ ὅτι ἐὰν ἐξέλθω, τὰ ἐμὰ ξύλα καυθῆναι ἐν ἐμοὶ δεῖ.