45
ὁ δὲ Σαλμανασὰρ τὸν Ὠσηὲ καὶ Σαμάρειαν. Κατὰ κοινοῦ δὲ, τὸ ἐκλείψει ἐν τῷ, καὶ ἡ κεφαλὴ Σομόρων. Τά γε μὴν ἑξήκοντα πέντε ἔτη παῖδες Ἑβραίων φαίνονται μετ' ἀκριβείας συνάγεσθαι, τούτων εἰ ποιήσαιτό τις ἀρχὴν ἀπὸ τοῦ πέμπτου καὶ εἰκοστοῦ ἔτους τῆς Ὀζίου βασιλείας. Προφητεύει μὲν γὰρ κατὰ τοῦτον Ἡσαΐας ὁμοῦ καὶ Ἀμώς· θεσπίζει δὲ πρῶτος Ἀμὼς τὴν ἅλωσιν Ἰσραὴλ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, πρὸδύο ἐτῶν τοῦ σεισμοῦ τοῦ γενομένου, φασὶν, ὅτεπερ Ὀζίας εἰσελθὼν εἰς τὸ ἁγίασμα λεπροῦται, καὶ ἡ τοῦ θυσιαστηρίου πιότης ἐκκέχυται. Γίνεται δὲ τὰ λοιπὰ τοῦ Ὀζίου ἔτη εἰκοσιεπτά. Τὰ γὰρ πάντα δύο καὶ πεντήκοντα βεβασίλευκεν, ὧν κατὰ τὸ πέμπτον καὶ εἰκοστὸν, πρῶτος Ἀμὼς θεσπίζει τὰ περὶ τῆς ἁλώσεως Ἰσραήλ· μεθ' ἃ τοῦ Ἰωαθὰμ ἔτη ἑκκαίδεκα, καὶ τοῦ Ἄχαζ ἄλλα τοσαῦτα, καὶ τῆς Ἐζεκίου βασιλείας ἕξ. Ἃ δὴ συντεθέντα πληροῖ τὰ πέντε καὶ τὰ ἑξήκοντα. Ἕκτῳ γὰρ ἔτει Ἐζεκίου τὴν ὑστάτην Ἰσραὴλ αἰχμαλωσίαν ὑπέμεινεν. Ταῦτα προλέγει Θεός. Συνιδὼν δὲ τὸν Ἄχαζ καὶ τὸν ὑπ' αὐτῷ λαὸν ἀπίστως ἔχοντα πρὸς τὰ λελεγμένα, ἐπήγαγε τὸ, Ἑὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Τοῖς γὰρ ταῖς ἀπιστίαις περιυβρίζουσιν τοῦ Θεοῦ τὸν λόγον, οὐδ' ἂν γένοιτο σύνεσις ἡ παρ' αὐτοῦ. Τὸ δὲ, ἔξελθε, πρὸς 1956 τὸν προφήτην εἰρημένον, ὑψηλῶς ἐκδεκτέον. Ψυχὴ μὲν γὰρ ἑαυτὴν πρὸς τὴν θεωρίαν τῶν ὄντων συλλέγουσα, τῆς πρὸς τὸ σῶμα ἐπιπλοκῆς ἐξιέναι λέγεται. Πρὸς δὲ τοῖς ἀνθρωπίνοις γεγενημένη, ἢ καὶ πρὸς ἀναγκαίαν θεραπείαν τοῦ σώματος, ἢ καὶ μὴ δυνηθεῖσα πρὸς τὰ διαφέροντα πλέον ἐκτείνεσθαι, ἀπὸ τῶν ἔξω πρὸς τὰ ἔνδον ὥσπερ εἰσέρχεται. Ἔδει οὖν τοῦ ἔξελθε πρὸς τὸν προφήτην μέλλοντι λόγον ἀκοῦσαι Θεοῦ. Οὕτω πρὸς Ἀβραὰμ, Ἔξελθε ἐκ τῆς γῆς σου, φησίν. ∆εῖ γὰρ ἀναβῆναι τῆς γῆς, δηλαδὴ τῶν σωματικῶν, ἐξιόντας αὐτῆς. Εἶτα καὶ ἀπὸ τῆς συγγενείας, ἅπερ ἐστὶ τὰ αἰσθητήρια, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, ὅς ἐστιν ἡ πρὸς τὰ φαῦλα τῶν ἐπιτηδευμάτων οἰκείωσις. Μεθ' ἃ γέγραπται ὡς ἐξήγαγεν αὐτὸν ἔξω ὁ Θεὸς, τὴν προθυμίαν αὐτοῦ τὴν πρὸς τὴν ἔξοδον τελειῶν. ∆ιὰ τοῦτο καὶ Μωϋσῆς ἔξω πήγνυσι τῆς παρεμβολῆς τὴν ἰδίαν σκηνήν. ∆ιαβεβηκὼς γὰρ ἀπὸ τῶν ἀνθρωπίνων, ἔξω κατέπηξε τὴν ἰδίαν σκηνὴν, τὴν ἑαυτοῦ ζωὴν ἑδράσας ἀσάλευτον. Ἑρμηνεύεται δὲ Ἰασοὺβ, ἐπιστρέφων· δεικνύντος τοῦ λόγου, ὡς ἐπιστρέφειν ἐθέλοντες δύνανται μετὰ τοῦ προφήτου κατορθῶσαι τὴν ἔξοδον, τῶν τῆς σαρκὸς παθῶν ἐξερχόμενοι. Τινὲς δέ φασιν ὑπόλειμμα καὶ ὑπολελειμμένος τὸ Ἰασοὺβ ἑρμηνεύεσθαι, τοῦ τύπου σημαίνοντος, ὅτι σωθήσεται τὸ ὑπόλειμμα τοῦ Ἰούδα μετὰ Θεοῦ μεμενηκός· Θεοῦ γὰρ εἰς τύπον ὁ προφήτης λαμβάνεται. Κελεύεται δὲ ἀνελθεῖν ἐπὶ τὴν ἄνοδον τὴν οὖσαν πρὸς τὴν κολυμβήθραν. Ἦν μὲν γὰρ ὁ τόπος καὶ κατὰ τὴν ἱστορίαν ἐπίσημος· γέγραπται γὰρ ὅτι ἀπέστειλεν ὁ βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λάχεις εἰς Ἱερουσαλὴμμετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως. Ἅμα δὲ διδάσκει τῶν ταπεινῶν καὶ χαμαὶ κειμένων ἀφίστασθαι. Τοῖς γὰρ ἄνω γενομένοις ὕδωρ ἐστὶν εἰς ἀποκάθαρσιν, καὶ ἀγρὸς κναφέως τοῦ τὸν ῥύπον ἀποκαθαίροντος, τοῦ Ἐκκλησιαστοῦ παραγγέλλοντος· "Ἐν παντὶ καιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά." Κελεύει δὲ καὶ τῷ Μωϋσεῖ Κύριος πλύνειν τὰ ἱμάτια τοὺς μέλλοντας ἀκούειν Θεοῦ. Ἔνθα τις φθάσας καὶ τὸ τοῦ γάμου ἔνδυμα ἔτοιμον ἕξει, ὡς ἂν μὴ δεθεὶς χεῖρας καὶ πόδας, τοῦ νυμφῶνος ἐκρίπτηται. Τινὲς δὲ καὶ τοῦ θείου βαπτίσματος τὴν κολυμβήθραν ἀπεφήναντο τύπον. Χρήσιμον δὲ καὶ ἡμῖν τὸ, Φύλαξαι τοῦ ἡσυχάσαι, πρὸς τὸ πάσῃ φυλακῇ τὴν καρδίαν τηρεῖν. Ἐὰ γὰρ ὁ ἰσχυρὸς φυλάσσῃ τὴν αὐτοῦ αὐλὴν ἐγρηγόρως, ἐν εἰρήνῃ ἐστὶν πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ὃς καὶ ἡσυχάζει τοῦ ὄχλου μὴ φέρων τὸν θόρυβον, μηδὲ φοβούμενος παθητικὸν φόβον ἐν ἰσχυούσῃ ψυχῇ τῷ πνεύματι τῆς ἰσχύος. ∆ιὰ τῶν 1957 δύο δὲ καπνιζομένων δαλῶν λαμβάνομεν πρόσταγμα, μὴ δειλιᾷν ἀπὸ τῶν Ἑλληνικῶν πιθανοτήτων, τῶν τε παρὰ τοῖς ἑτεροδόξοις δυσφημιῶν. Οἱ γὰρ δαλοὶ ἀπώλεσαν τοῦ τε φυτοῦ τὸ ζωτικὸν, καὶ τοῦ ξύλου τὸ ἰσχυρὸν, καὶ τὸ φωτεινὸν οὐκ