ποιῶν δίδωσιν αὐτοῖς ἀνθρωπίνως καὶ ἰατρὸν ἰώμενον τάς, ὡς εἰκός, συμπιπτούσας πληγάς. ὃν καὶ ἀπὸ τοῦ παίω, τὸ θεραπεύω, ὀνοματοποιεῖ καὶ Παιήονα καλεῖ, ὡς καὶ ἐν τῇ᾿ˉˉΑ ῥαψῳδίᾳ εἴρηται. (ῃ. 400 ς.) Ὅς ποτε καὶ τὸν Ἅιδην, φησίν, ὀδυνήφατα φάρμακα πάσσων, ἠκέσατο βληθέντα ὑπὸ τοῦ Ἡρακλέος. Τοῦτο δὲ διὰ τὸ πιθανὸν τοῦ μύθου λέγει, ἵνα καὶ τὸν Ἄρην ἐνταῦθα ἰάσηται ὁ αὐτός. Τὴν γὰρ Ἀφροδίτην οὐδενὸς τοιούτου ἀξιοῖ ὁ ποιητής, ἀλλὰ τῇ τῆς ∆ιώνης μόνῃ ἐπαφῇ θεραπεύει, διότι τε οὐκ ἀξιόλογον τὸ τραῦμα καὶ ὅτι οὐδὲ θέλει πολυλογεῖν καὶ εἰς οὐδὲν δέον ταὐτολογεῖν. Ὅτι δὲ παιήων λέγεται καὶ ὕμνος εἰς Ἀπόλλωνα, 2.108 ἐν τῇ᾿ˉˉΑ καὶ αὐτὸ εἴρηται. λέγεται δὲ παιήων καί τι μέλος ἐπινίκιον, ὁποῖον Ἀχιλλεὺς ᾄδει ἀνελὼν τὸν Ἕκτορα, ὡς ἐν τοῖς ἑξῆς φαίνεται. Ὀδυνήφαταδὲ τά, ὡς εἰπεῖν, ἀκεσώδυνα. ταὐτὸν γὰρ οὕτως ἢ οὕτως εἰπεῖν, ὡς τοῦ ἀκέσασθαι ὀδύνην καὶ τοῦ ὀδύνην φᾶσαι, ἤτοι φονεῦσαι, ὡς οἷά τινα πολεμίαν, ταὐτὰ δηλούντων. ἐνέργειαν δὲ σημαίνει τὸ ὀδυνήφατον. Ἀνάπαλιν δὲ τούτου πάθος τὸ μυλήφατον καὶ τὸ πρόσφατον ἐν τῷ «πρόσφατος νεκρός», ὁ ἐγγὺς καὶ πρὸ ὀλίγου φονευθείς. Ἔστι δέ πως καὶ διασαφητικὸν τῶν ἐνταῦθα φαρμάκων τὸ ὀδυνήφατα. εἰ γὰρ ὀδυνήφατά εἰσι, φέρουσιν ἄρα ἄκος, ὡς δηλοῖ καὶ τὸ ἠκέσατο, οὐ μὴν ἄχος, ὃ τοῖς φαύλοις φαρμάκοις ἐτυμολογικῶς ἔγκειται. (ῃ. 401 ς.) Τὸ δὲ πάσσων ῥιζοτόμον ἐμφαίνει καὶ τὸν Παιήονα, καὶ ἄλλως δέ, βοτανῶν ἐπιλέκτην, ἃς τρίβων ἐπέπασσε τοῖς χρῄζουσι, ῥᾷον ἰώμενος, ὡς δῆλον ἐκ τοῦ «οὐ μὲν γάρ τι κατὰ θνητούς γ' ἐτέτυκτο», ἢ μάλιστα «καταθνητός γ' ἐτέτυκτο», ἐν ἑνὶ μέρει λόγου κατὰ τὸ «θεοῦ ἐπιμῆνις» καὶ «βοῶν ἐπιβουκόλος» καὶ «καταθνητῶν ἀνθρώπων» καὶ ὅσα τοιαῦτα. Ἔπαινος δὲ ἀγαθοῦ ἰατροῦ τὸ ῥηθέν. (ῃ. 403) Ὅτι βαρυνομένη κατὰ Ἡρακλέος ἡ ∆ιώνη φησὶ κομματικῶς, ὑβρίζουσα κατὰ σχῆμα σφοδρότητος, οὕτω «σχέτλιος, ὀβριμοεργός, ὃς οὐκ ὄθετ' αἴσυλα ῥέζων», ἤγουν οὐκ ἐπεστρέφετό τινος ἀδικῶν. (ῃ. 404) Εἶτα καὶ τὸ εἶδος τῆς ἀδικίας ἐκτιθεῖσά φησιν «ὃς τόξοισιν ἔκηδε θεούς», ὅ ἐστιν ἔβλαπτε. (ῃ. 403) Καὶ σημείωσαι ὅτι τὸ σχέτλιος οὐδ' ἐνταῦθα πάνυ τραχεῖα 2.109 ὕβρις ἐστίν, ὡς οὐδὲ τὸ ὀβριμοεργός, ἀλλὰ τὸν ὀξὺν δηλοῖ καὶ ἰταμὸν καὶ σφοδρὸν εἰς τὸ ποιῆσαί τι οὐκ ἀγαθόν, ὃν ἔδει μὴ τοιοῦτον εὐθὺς εἶναι, ἀλλὰ σχέσθαι καὶ τλῆναι. Χρήσιμον δὲ τὸ «σχέτλιος» καὶ ἑξῆς ὅλον τὸ ἔπος εἰς ψόγον ἐμβριθοῦς ἀδίκου ἀνδρός. [Σημείωσαι δὲ ὡς τῶν αὐτῶν ῥημάτων συντιθέντων τήν τε γεωργικὴν ἐχέτλην καὶ τὸν σχέτλιον, ὅμως ἐν ἀμφοῖν πολλὴ ἡ κατὰ νοῦν διαφορά. Σχέτλιος μὲν γὰρ ὁ προσεχῶς δηλωθείς, ἐχέτλη δέ, ἧς ἔχεταί τις τλημόνως.] Τί δέ ἐστι τὸ αἴσυλον καὶ ὅθεν γίνεται, φανεῖται ἀλλαχοῦ. Ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι ὁ αἴσυλα ῥέζων καὶ αἰσυλοεργός λέγεται ἀναλόγως τῷ ὀμβριμοεργός. Ὅρα δὲ καὶ τὸ «ὅς» δὶς κείμενον συνεχῶς κατὰ σχῆμα ἐπαναφορᾶς ἐν τῷ «ὃς οὐκ ὄθετο» καὶ «ὃς ἔκηδεν». (ῃ. 406 ς.) Ὅτι, ὡς καὶ προεγράφη, τὸ νήπιος ἐπιφωνεῖν εἴωθεν ἐν ἀρχῇ στίχου πολλαχοῦ ἡ ποιητικὴ Μοῦσα τοῖς ἄξιόν τι λόγου πταίσασιν, ὡς καὶ ἐνταῦθα «νήπιος», ὁ ∆ιομήδης δηλαδή, «οὐδὲ τὸ οἶδε κατὰ φρένα καὶ κατὰ θυμόν, ὅττι μάλα οὐ δηναιός, ὃς ἀθανάτοισι μάχεται». Τοῦτο δὲ παρῳδηθὲν δύναται γνωμικὸν ὀρθὸν σὺν τοῖς ἑξῆς γίνεσθαι, οἷον ἵνα εἴπῃ τις, ὅτι μάλα οὐ δηναιός, ὃς ἄν γε θεῷ μάχηται, οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν ἐλθόντ' ἐκ πολέμου καὶ αἰνῆς δηϊοτῆτος. Περὶ ἧς διὰ τί ὀξύνεται ἐν τῇ εὐθείᾳ-ἡ δηϊοτής γάρ ἐστιν, ὡς ἡ βραδυτής-ῥηθήσεται ἀλλαχοῦ. Σημείωσαι δὲ ἐνταῦθα τὸ καινοπρεπὲς τῆς συντάξεως. Εἰπὼν γὰρ «σοὶ δ' ἐπὶ τοῦτον ἀνῆκεν ἡ Ἀθηνᾶ», ἐπάγει εὐθὺς τὸ νήπιος, τελείαν στίξας εἰς τὸ Ἀθηνᾶ. καὶ οὐδὲν μὲν ἐκώλυεν 2.110 εἰπεῖν «σοὶ δὲ τοῦτον ἀνῆκεν ἡ Ἀθηνᾶ νήπιον» κατὰ πτῶσιν αἰτιατικήν, προέκρινε δὲ τὸ καινόσχημον. (ῃ. 408) Ἰστέον δὲ ὡς, εἰ καὶ ἀφελὴς ἔννοια τὸ «οὐδέ τι μιν παῖδες ποτὶ γούνασι παππάζουσιν», ἀλλ' ἔχει ἄλλως ὕψος ὁ λόγος διὰ τὸ τῆς γνώμης ἔνδοξον. διδάσκει γὰρ ὅτι τῶν θεομάχων οἱ παῖδες ταχὺ ὀρφανίζονται. Ὠνοματοπεποίηται δὲ τὸ παππάζειν, ὡς καὶ τὸ ποππύζειν, καὶ