χαρακτῆρος τὸ μέγιστον. ὅσοι μὲν γὰρ τοῦ πολιτικοῦ γεγόνασιν ἤθους, εἰ μὲν ἑκουσίως πρὸς τοῦτο καταβεβήκασιν, οἰκονομικοί τε ἔδοξαν καὶ συμμεμετρημένοι τοῖς πράγμασιν· εἰ δ' ἴσως ἐπλανήθησαν, ὑπτιάζουσι τὰ πολλὰ καὶ ταῖς τῶν πολλῶν γνώμαις ἀρέσαι βουλόμενοι τὰς τοῦ πολύποδος χρόας ἀλλάττουσιν. οἱ δέ γε στάσιμοι τὴν ψυχὴν ἄνω τέ που κάθηνται τῶν πολλῶν καὶ τῷ τῆς γνώμης ταὐτῷ πολυειδεῖς τὴν χρῆσιν ἐγένοντο. ὁποῖος οὗτός ἐστιν, ὃν τοῖς χαρακτηριστικοῖς ἰδιώμασι πλάττομεν· τὸν γὰρ τοῦ καλοῦ κανόνα ἐπὶ ταῖς πολιτικαῖς πράξεσι προϊστῶν πρὸς ἐκεῖνον ἀπευθύνει τὴν τῶν πραττομένων διοίκησιν, οὐ τὸ βούλημα τῶν πολλῶν θεραπεύων, ἀλλὰ τὸ τῆς στάθμης διασῴζων εὐθύτατον, οὐκ ἐν εὐτραπέλοις λόγοις ἀποδεχόμενος, ἀλλ' ἐν ἤθους σεμνότητι προσιέμενος, οὔτε λόγους διδοὺς γέλωτος ἀκρατοῦς οὔτε, εἴ τις ἕτερος δοίη, ἀσπαζόμενός τε καὶ προσιέμενος, μετρῶν τοῖς λόγοις τὰ πράγματα, μᾶλλον δὲ τοὺς λόγους ἴσους ἐκείνοις ποιῶν, κἂν εἴ τί που δέοι περιφράζων τὰ πρακτέα καὶ οἷον ἀφοριζόμενος. οὐ γὰρ ἐν πλήθει καὶ κάλλει ῥημάτων τὴν ἰσχὺν οἶδε τῆς διοικήσεως, ἀλλ' ἐν τῇ ἁρμονίᾳ τῶν πραττομένων τὴν οἰκονομίαν εὖ διατίθεται, οὐ μεταμορφούμενος τοῖς ἐντυγχάνουσιν οὐδὲ ποικίλος ταῖς ὁμιλίαις γινόμενος, ἀλλ' ἓν μέλος φωνῆς τοῖς σύμπασιν ἁρμοζόμενος. καὶ τὸ λεγόμενον ἕν τέ ἐστι καὶ πολλά· ἕκαστος γὰρ τὸ οἰκεῖον λαμβάνων ἄπεισι. τὸ δὲ ἁπλοῦν ἐστι καὶ ἀσύνθετον. οἶδε μὲν ἕκαστον ἄριστα, χαρακτηρίζων τοῖς ὁρωμένοις τὰ μὴ φαινόμενα, οὐδενὶ δὲ οὔτε τὸ μισούμενον ἀποκαλύπτων οὔτε μὴν τὸ φιλοτιμούμενον καὶ φιλούμενον, ἵνα μὴ οὕτως μὲν ἐλέγχων δοκῇ, ἐκείνως δὲ κολακεύων· οὐ δυσχεραίνων, εἴ τις μὴ τὸ ἑαυτοῦ ἦθος ἀπομεμίμηται, ἀγαπῶν δὲ τὸν οὕτω μᾶλλον μεταπεπλασμένον καὶ μὴ τῇ γλώσσῃ τὰ πολλὰ χαριζόμενον, ἀλλὰ ταῖς γνώμαις τὸ τῆς φρονήσεως βάθος ἐπιδεικνύμενον, ταῖς τῶν πραγμάτων ποικιλίαις οὐ μεταβάλλεται τὴν ψυχήν, οὐδὲ νῦν μὲν θαρσεῖ, νῦν δὲ κυμαίνεται, ἀλλ' ἐπ' ἀμφοτέροις ἑδραῖος καὶ στάσιμος πέφυκεν. οἶδε γὰρ ὡς ἀντιπεριΐσταται ταῦτα καὶ φθάνει ἑκάτερον μεταβεβλημένον τὴν ἀποδοχὴν ἢ τὴν δυσχέρειαν. Οὐ πολλῶν δεῖται λόγων, ἐπὶ μεγίσταις καὶ ταῦτα ταῖς ὑποθέσεσιν, ἀλλ' ὁμοῦ τέ τι προτέθειται, καὶ τὸ ὀξὺ τῆς γνώμης κατείληφε καὶ τὸν λόγον πρὸς τὴν οἰκονομίαν ἐμέτρησε. στυγηρῶν οὐκ ἐμπάζεται μύθων, ἀλλ' οὐδὲ τοῖς εὐφημοῦσιν ὑπέχει τὴν ἀκοήν. οὐδ' ἐπὶ τοῖς ἐναντίοις ἐναντίας προσλαμβάνει τὰς διαθέσεις, ἀλλ' εἰδὼς ἑκάτερα ἰδίων βουλημάτων γεννήματα αὐτὸς ἑαυτῷ σῴζει τὸν χαρακτῆρα τοῦ ἤθους, ὁμοῦ τε αὐτὸς τοῖς πολλοῖς ἀνάλωτος ὢν κἀκείνους ἑαυτῷ ἀναλώτους ποιῶν. οἱ γὰρ οὕτω διαστρεφόμενοι τοῖς μέν εἰσι προσηνέστεροι, τοῖς δὲ δυσμενέστεροι· κἀντεῦθεν ἐκείνων μὲν ἐναντιοῦνται ταῖς πράξεσι, τῶν δὲ καὶ τὰ διαβαλλόμενα φιλοῦσί τε καὶ προσίενται. τοῦ κρείττονος μὲν ἑαυτὸν ἐξαρτᾷ, οὐχ ἁπλῶς δὲ τοῦτο ποιεῖ, ἀλλ' ἐπιστήμην ἔχει τοῦ ἀναθήματος, οὐ γὰρ ἅπαξ ἐκείνῳ ἑαυτὸν ἀναθέμενος ἀμελεῖ νοῦ καὶ φρονήσεως- οὐκ ἐπὶ τούτοις γὰρ ἡ τοῦ θείου ἐπιστροφή-ἀλλ' ἀνεγείρας ἐπὶ τὰ πρακτέα τὸν νοῦν ἐκεῖθεν τῆς πράξεως αἱρεῖται τὸ σύνθημα, καὶ τὰς πράξεις εὖ θέμενος κατὰ τὴν Ἀττικὴν φρόνησιν οὕτως ἐπὶ τὸν χρησμὸν ἄπεισιν. Ὁμιλεῖ δὲ θεῷ οὐ τὴν γλῶσσαν ἐφιεὶς ταῖς ᾠδαῖς, ἀλλὰ τὴν ψυχὴν εἴσω ποιούμενος καὶ συμβιβάζων τῷ νῷ, καὶ οἷον πορθμείῳ ἐκείνῳ πρὸς τὴν ἐπὶ τὸ κρεῖττον ἀπόβασιν χρώμενος. πυνθάνεται δὲ περὶ ὧν βούλεται, αὐτῇ δὲ τῇ τοῦ νοῦ συναφῇ καταλλήλως καὶ τὸν χρησμὸν δέχεται· τὸ γὰρ ἀθρόως τῆς ψυχῆς ἐξαλλόμενον τοῦτο δὴ αὐτῷ τὸ βούλημά ἐστι τοῦ θεοῦ. τὰ μὲν ἔνθους ἐστί, τὰ δὲ σύννους καθέστηκεν, ἐκεῖνο μὲν τὴν τῶν κρειττόνων φύσιν ἐπιπορευόμενος τῷ κινήματι τῆς ψυχῆς, τοῦτο δὲ τῶν κατειλημμένων τὴν φύσιν ἐπινοούμενος· καὶ ἀγάμενος τὴν νοητὴν ἁρμονίαν μέσος ἐστὶ