ξύλα δὲ ἔχω τὰς λοιδορίας, ξύλα ἔχω τὰς μέθας, ξύλα τὰς κλοπάς, καὶ ἄλλα μυρία ξύλα ἐπῳκοδόμησά μου τῇ οἰκοδομῇ. ὁρᾷς ὅτι ταῦτα πάντα λανθάνει τοὺς πολλοὺς τῶν πεπιστευκότων, καὶ καλῶς λανθάνει· καὶ ἕκαστος ἡμῶν οἴεται, ἐπεὶ μὴ εἰδωλολάτρησεν, ἐπεὶ μὴ πεπόρνευκεν (εἴθε κἂν ἐπὶ τῶν τοιούτων καθαρεύοιμεν), ὅτι ἀπαλλαγεὶς τοῦ βίου σωθήσεται. οὐ βλέπομεν ὅτι «τοὺς πάντας ἡμᾶς παρασταθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον». οὐ βλέπομεν τὸν εἰρηκότα· «πλὴν ὑμᾶς ἔγνων ἐκ πάντων, τῶν φυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς ἐπὶ πάντα τὰ ἐπιτηδεύματα ὑμῶν», οὐχὶ τινὰ μὲν τινὰ δὲ οὔ. Ἐπεὶ τοίνυν ὁ ἰατρὸς ἐνίοτε ἀποκρύπτει τὸν ἰατρικὸν σίδηρον ὑπὸ τὸν ἁπαλὸν καὶ τρυφερὸν σπόγγον, κρύπτει δὲ καὶ ὁ πατὴρ τὴν φιλοστοργίαν διὰ τῆς ἐμφάσεως τῆς ἀπειλῆς, καὶ αἱ ἀπάται αἱ μὲν ἀφαιροῦσι τὰ στεατώματα καὶ τοὺς κιρσοὺς καὶ εἴ τι ἄλλο βλάπτει τὴν τοῦ σώματος κατασκευήν, ἡ δὲ περιαιρεῖ τὴν ἀπαιδευσίαν καὶ τὴν χαύνωσιν· τοιοῦτον δή τι νενόηκε ποιεῖν τὸν θεὸν ὁ προφήτης μυστικῶς καὶ λέγει ἰδὼν ἃ ἠπάτηται ὑπὸ τοῦ θεοῦ ἐπὶ καλῷ [καὶ λέγει]· «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην». ἤγαγεν αὐτὸν ἐπὶ τὴν τηλικαύτην <χάριν>, ἐπὶ τὸ εὔξασθαι καὶ εἰπεῖν τῷ θεῷ· ἀπάτησόν με, εἰ τοῦτο συμφέρει. ἄλλη γὰρ ἡ ἀπάτη ἡ ἀπὸ τοῦ θεοῦ, ἄλλη ἡ ἀπάτη ἡ ἀπὸ τοῦ ὄφεως. ὅρα τί λέγει ἡ γυνὴ τῷ θεῷ· «ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον». καὶ ἡ μὲν ἀπάτη ἡ ἀπὸ τοῦ ὄφεως ἐξεῖλε τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ἀπὸ τοῦ παραδείσου τοῦ θεοῦ· ἡ δὲ ἀπάτη ἡ γενομένη τῷ προφήτῃ <τῷ> εἰπόντι· «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην» ἤγαγεν αὐτὸν ἐπὶ τὴν τηλικαύτην τῆς προ- φητείας χάριν, ἐπὶ τὸ αὐξῆσαι ἐν αὐτῷ τὴν δύναμιν, ἐπὶ τὸ τελειωθῆναι αὐτὸν καὶ δυνηθῆναι ὑπηρετήσασθαι μετὰ τοῦ μὴ φοβεῖσθαι ἄνθρωπον τῷ βουλήματι τοῦ λόγου τοῦ θεοῦ. ταῦτα μὲν οὖν καὶ ἡμεῖς νοοῦντες καὶ ἐπὶ τοῦ παρόντος καὶ <εἰς τὸ μέλλον> εὐξώμεθα ἀπατᾶσθαι ὑπὸ τοῦ θεοῦ. μόνον μὴ ὁ ὄφις ἀπατησάτω ἡμᾶς. καὶ ἀλλαχοῦ τούτῳ συγγενὲς γέγραπται, ὅτι εἴρηται ἐν τῷ Ἡσαΐᾳ· «κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως». ἐπιστήσεις κἀκεῖ τί ποιεῖ τὸ πνεῦμα τῆς πλανήσεως κιρνάμενον ἀπὸ τοῦ θεοῦ. καλῶς δέ, ὅτι οὐκ ἄκρατον δέδωκεν ὁ θεὸς τὸ πνεῦμα τῆς πλανήσεως, ἀλλ', ὡς ὠνόμασεν ὁ προφήτης, ἐκέρασεν αὐτό. 20.4 Παρακινδυνεῦσαι θέλω καὶ παράδειγμα δοῦναι ὠφελημένων ἠπατημένων. εἰσί τινες οἳ διὰ τοῦτο ἀσκοῦσι τὴν ἁγνείαν καὶ τὴν καθαρότητα, καὶ ἄλλοι οἳ διὰ τοῦτο ἀσκοῦσι τὴν μονογαμίαν, ἐπεὶ προσεδόκησαν ἀπόλλυσθαι τὸν συνουσιάσαντα γαμικῶς, ἀπόλλυσθαι τὸν διγαμήσαντα. συγκρίνωμεν καθ' ἑαυτούς, τί λυσιτελεῖ τῇ μο- νογάμῳ, ἠπατῆσθαι καὶ οἴεσθαι κολάζεσθαι καὶ αἰωνίῳ κολάσει παραδίδοσθαι τὴν δίγαμον, ἵνα μείνῃ μονόγαμος καὶ καθαρά, ἢ γνῶναι τὸ ἀληθὲς καὶ διγαμῆσαι; νομίζω, παντὸς οὑτινοσοῦν βλέποντος τὸ ἀκόλουθον ἔστιν εἰπεῖν, ὅτι μακαριώτερον μὲν ἦν τὸ καθαρεύειν καὶ μὴ διγαμεῖν μὴ ἠπατημένην καὶ ὁρᾶν ὅτι μετέχει μὲν σωτηρίας τινὸς καὶ ἡ δίγαμος, οὐ μὴν τοσαύτης μακαριότητος, ὅσης παρὸν διγαμεῖν καθαρεύσασα· εἰ δὲ μὴ δύναται τοῦτο, βέλτιον τὸ ἠπατῆσθαι ὡς ἀπολλυμένων διγάμων καὶ διὰ τὴν ἀπάτην καθαρεύειν, ἢ τὸ ἀληθὲς ἐγνωκέναι καὶ ἐν ἐλάττονι γεγονέναι τῷ τῶν διγάμων τάγματι. τοιοῦτόν τι εὑρήσεις καὶ ἐπί τινων ἀσκούντων τὴν ἁγνείαν καὶ τὴν καθαρότητα τὴν παντελῆ. πολλὰ δ' ἂν καὶ ἄλλα εὑρεθείη κατὰ ἀπάτην ὑφ' ἡμῶν γινόμενα καὶ ὠφελοῦντα ἡμᾶς. πόσοι δὲ νομιζόμενοι σοφοί, εὑρόντες τὸ περὶ κολάσεως ἀληθὲς καὶ διελθόντες δῆθεν τὰ τῆς ἀπάτης, ἐν χείρονι γεγόνασι βίῳ; ἐλυσιτέλει αὐτοὺς φρονεῖν, ὡς ἐφρόνουν πρότερον περὶ τοῦ «ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει» καὶ ὅτι «τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται» καὶ ὅτι «ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί» καὶ ὅτι «τὸ ἄχυρον κατακαυθήσεται πυρὶ ἀσβέστῳ». ἐὰν δὲ ἄλλο τι φαντασθέντες παρὰ τὴν πρώτην αὐτῶν ἔννοιαν «μέλλωσι τοῦ πλούτου τῆς χρηστότητος τοῦ θεοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας