46
ἔχοντες τοῦ πυρὸς, μελαίνουσι μόνον τοὺς ἁπτομένους αὐτῶν. ∆ακρύειν δὲ παρασκευάζουσι τῶν ὁρώντων τοὺς ὀφθαλμούς. ∆ιό φησι Σολομῶν· "Ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν, καὶ καπνὸς ὄμμασιν, οὕτως παρανομία τοῖς χρωμένοις αὐτῇ·" δηλῶν τῷ μὲν ὄμφακι, τὴν ἀμαρτητικὴν πρᾶξιν· τῷ δὲ καπνῷ, τὴν ἀπὸ τῆς ψευδωνύμου γνώσεως βλάβην, τὸ διορατικὸν τῆς ψυχῆς ἡμῶν συγχέουσαν. Εἶτά φησι, ὡς Μετὰ τὰς ἐπιστρεπτικὰς πληγὰς ὑμᾶς ἀπαλλάττω τῶν σκυθρωπῶν, ὡς ἰατρὸς μετὰ καῦσιν ἢ τομὴν θεραπεύων τὰ τραύματα. ιιζʹ. 9Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν· Ἀκούσατε δὴ, ὁ οἶκος ∆αβὶδ9, κ.τ.λ. Ἵνα περὶ τῆς δεδωρημένης αὐτῷ σωτηρίας πεισθῇ, βούλεται Θεὸς καὶ σημείῳ βεβαιῶσαι τὴν χάριν, ἐπειδὴ καὶ τοῖς εἰδώλοις προσέκειτο, καὶ φίλον ἀεὶ τοῖς τοιούτοις πολυπραγμονεῖν τὰς τῶν μελλόντων ἐκβάσεις διὰ χρησμῶν τε καὶ μαγγανείας, ὅτε καὶ μάλιστα κινδυνεύουσιν. Ὧν αὐτῶν ὁ Θεὸς ἀποτρέψαι βουλόμενος, παρ' ἑαυτοῦ κελεύει τὸ σημεῖον αἰτεῖν. Ἀνωτέρω μὲν οὖν Ἄχαζ ἡσυχάζειν καὶ μὴ δειλιᾷν ἐδιδάσκετο· νῦν δὲ ὡς εὐπειθὴς πρὸς τὴν τοῦ προφήτου διδασκαλίαν γενόμενος, ἀμέσως τῆς θείας ἀξιοῦται φωνῆς· φέρει γὰρ τὸ πείθεσθαι τοῖς διακονοῦσι Θεῷ, πρὸς τὸ καὶ αὐτοῦ ἀκούειν δύνασθαι τοῦ Θεοῦ. Οἱ δὲ κατὰ τὸν Ἀβραὰμ, καὶ Μωϋσῆν, καὶ Ἡλίαν, καὶ Ἱερεμίαν ἀρχῆθεν, ὡς καθαροὶ, καὶ ἄνευ μέσου χωρῆσαι δύνανται τὰς ἐμφάσεις τοῦ Πνεύματος. ∆ι' ὧν δὲ λέγει προσέθετο, τοῖς προάγουσιν ἐπισυνάπτει τὸν λόγον. Καὶ ἀκόλουθόν γε ἦν μετὰ τὴν προφητείαν, τὴν περὶ τοῦ ἐκλείψειν τὸν Ἐφραῒμ, τουτέστι τὸν ἀποστάντα Ἰσραὴλ, περὶ τοῦ Ἐμμανουὴλ προφητεύεσθαι. Ἢ, καὶ οὕτως ἀπειρηκότος τοῦ Ἄχαζ τοῦ σημείου τὴν αἴτησιν, οὐκ ἀνεχομένου τε τιμᾷν, ἢ εἰδέναι τὸν ὄντως ὄντα Θεὸν, παρίστησιν ὡς οὐκ εἰς ἅπαν ἀγνοηθήσεται Κύριος παρὰ τοῦ Ἰσραὴλ, κατὰ καιροὺς δὲ αὐτὸν ἐπιγνώσονται. ∆ιὸ, μηκέτι λόγου τὸν Ἄχαζ ὡς ἄπιστον ἀξιῶν, εἰ καὶ προσχήματι δῆθεν εὐλαβείας ἠπείθησε, τῷ οἴκῳ τοῦ ∆αβὶδ διελέγετο, ἐξ οὗπερ ἤμελλεν ἀνατέλλειν κατὰ σάρκα Χριστὸς, καὶ πρὸς οὓς προηγουμένως ἀφίκετο· ὅτι γὰρ οὐκ εὐλαβείας εἵνεκεν παραιτεῖται τὸ σημεῖον αἰτεῖν, οὐδὲ τὸ συμφέρον θηρώμενος, δῆλον 1960 ἐκ τοῦ μὴ ἂν αὐτῷ προστάξαι τὸν Κύριον, εἴπερ ὑπῆρχεν ἀσύμφορον, ὅπερ ἐκεῖνος νομίσας ἀπέφυγεν. Ἄλλοι δὲ τὸν περὶ τοῦ Χριστοῦ σκοπὸν οὕτω τοῖς προκειμένοις ἁρμόττουσι· Ἐκ προσώπου, φασὶν, ἰδίου φησὶν ὁ προφήτης, Ἀκούσατε δὴ, οἶκος ∆αβίδ. ὁ μὲν Θεὸς οἷα φιλάνθρωπος σημεῖον ὑμῖν ἠβουλήθη σωτήριον παρασχεῖν, δι' οὗ τοὺς δύο βασιλέας νικήσετε. Ὑμῶν δὲ ἀπειθησάντων, οὐδ' οὕτω παρεῖδεν ἀπολλυμένους. Τὸ γὰρ σημεῖον ὑμῖν καὶ μὴ βουλομένοις χαρίζεται παράδοξον ὃν, καὶ οἷον οὐκ οἶδεν ἡ φύσις. Θεὸς γὰρ ἐκ Παρθένου τεχθήσεται, γαμικῆς συνόδου χωρίς. Τοῦτον οὖν ἀνακαλεῖσθε τοῖς βασιλεῦσι μαχόμενοι, τῇ τῆς προσηγορίας πεποιθότες δυνάμει. Μεθ' ἡμῶν γὰρ εἶναι δηλοῖ τὸν Θεὸν, καὶ παῦσαι τοὺς θεοὺς ∆αμασκοῦ, καὶ τοὺς οὐκ ὄντας ἀνακαλούμενος. Λέγε δὲ παρὰ τὴν συμβολὴν συνεχῶς τὸν Ἐμμανουήλ· δι' ὃ, καλέσεις, ἕχει, ἀλλ' οὐ, καλέσουσιν, ὡς ἐσφαλμένως ἐν Εὐαγγελίοις ἐγράφη. Οὔτε γὰρ τὸ Ἑβραϊκὸν, οὔτε τις οὕτως ἐξέδωκεν. Οὐ γὰρ περὶ μέλλοντος ἡ κλῆσις ἡ τοῦ Ἐμμανουήλ. Οὐδὲ ὡς πάντες αὐτὸν οὕτω καλέσουσιν, εἴρηκεν. Ἡ γὰρ ἂν αὐτὸν καὶ ὁ ἄγγελος οὕτως ἐκάλεσεν ὁ φανεὶς τῇ μητέρι, ἀλλ' οὐκ Ἰησοῦν τῆς σωτηρίας ἐπώνυμον. Οὐ καλέσουσιν οὖν, ἀλλὰ σὺ νῦν αὐτὸν οὕτω κάλει, ὡς συνόντα σοι Θεὸν τοῦτον ἀνακαλούμενος, τὸν ὕστερον μὲν ἐν ἐσχάτοις καιροῖς φανησόμενον, νῦν δέ σε ῥύσασθαι οἰκείᾳ σωτηρίᾳ δυνάμενον, ἀντ' ἐπῳδῆς δαιμόνων λεγόμενος· ἐκλιπεῖν γὰρ ἀδύνατον ὑμῶν τὸ σπέρμα, εἰ καὶ διὰ φόβον οὕτω διάκεισθε, ἕως κυήσῃ Παρθένος. Τοσαῦτα περὶ τοῦ σκοποῦ τῆς περὶ τοῦ Σωτῆρος προφητείας εἰπόντες, ἄνωθεν τοῖς κατὰ μέρος λοιπὸν ὑπεξέλθωμεν, τὰς τῶν ἄλλων ἑρμηνείας πρῶτον ἐκθέμενοι. Ἀντὶ γὰρ τοῦ εἰς βάθος,