καὶ βοῇ χρησαμένων ἀσήμῳ καὶ φοβερᾷ, καὶ σφοδροτάτως ἐπελασάντων κατ' αὐτῶν εὐθὺς φεύγει ὁ ῥαίκτωρ, σφάττεται δὲ ὑπὲρ τούτου ἀγωνιζόμενος Φωτεινὸς ὁ τοῦ Πλατύποδος, καὶ οἱ λοιποὶ οἱ μὲν ἐσφάγησαν, οἱ δὲ ἐν τῇ θαλάσσῃ ἀπώλοντο· ἄλλοι αἰχμάλωτοι γεγόνασιν. οἱ Ἀργυροὶ δὲ ἐν τῷ καστελλίῳ φυγόντες διεσώθησαν. οἱ δὲ Βούλγαροι μηδένα τὸν κωλύοντα ἔχοντες τά τε παλάτια τῶν Πηγῶν ἐπυρπόλησαν καὶ τὸ Στενὸν ἅπαν κατέκαυσαν. 24. Τῷ δὲ Φεβρουαρίῳ μηνί, τῆς ιʹ ἰνδικτιῶνος, τῇ κʹ τοῦ μηνός, Θεοδώρα ἡ σύμβιος Ῥωμανοῦ τελευτᾷ, καὶ κατατίθεται εἰς τὸν οἶκον τοῦ βασιλέως Ῥωμανοῦ τὸν ὑπ' αὐτοῦ εἰς μοναστήριον γενόμενον· καὶ στέφεται Σοφία ἡ τοῦ βασιλέως Χριστοφόρου γυνή. τότε καὶ Ἴβηρ κουροπαλάτης ἐν τῇ πόλει παρεγένετο, καὶ πρόοδος αὐτῷ λαμπρὰ γέγονε, καὶ μετὰ τιμῆς ὑπεδέχθη, καὶ ἡ ἁγία Σοφία τούτῳ κεκοσμημένη ὑπεδείχθη· εἰς ὃν ναὸν εἰσελθὼν καὶ θαυμάσας πάλιν εἰς τὰ ἴδια ὑπέστρεψεν. 734 25. Καὶ πάλιν οἱ Βούλγαροι ἐν τῷ Ἰουνίῳ μηνὶ μέχρι τῶν τῆς ἁγίας Θεοδώρας παλατίων ἦλθον, καὶ ταῦτα πυρὶ δόντες τὰ ἑξῆς ἐληΐζοντο. καὶ πάλιν πολέμου γενομένου τρέπονται Ῥωμαῖοι. ὁ δὲ λεγόμενος Σακτήκης πολλὰ ἀνδραγαθήσας πολλούς τε ἀνελών, καὶ πρὸς τὸ πλῆθος ἀντιστῆναι μὴ δυνάμενος, καιρίαν πληγεὶς φεύγει, καὶ ἐν τῷ ναῷ τῶν Βλαχερνῶν τεθεὶς εὐθὺς ἀποθνήσκει. 26. Ἀνταρσίας δὲ γενομένης ἐν Χαλδίᾳ ὑπὸ Ἀδριανοῦ Χαλδέος καὶ Τατζάτου Ἀρμενίου τῇ ὑποθήκῃ Βάρδα τοῦ Βοΐλα στρατηγοῦντος ἐν Χαλδίᾳ, καὶ τὸ Παΐπερ ὀχύρωμα ἐκρατήθη. ὁ τῶν σχολῶν δομέστικος Ἰωάννης ὁ Κουρκούας καταπολεμήσας καὶ κατασχὼν τοὺς μὲν περιφανεστέρους ἀποτυφλοῖ καὶ τὰς οὐσίας δημεύει, τοὺς δὲ πενιχροὺς καὶ ἀσήμους ἀθῴους κελεύσας ὅποι βούλοιντο ἀπιέναι. ὁ δὲ Τατζάτης ἐν ἑτέρῳ ὀχυρώματι διαφυγὼν καὶ λόγον αἰτήσας ἐν τῇ πόλει εἰσεληλύθει, καὶ μάγιστρος γενόμενος ἐν τοῖς Μαγγάνοις τηρούμενος διῃτᾶτο· δρᾶσαι δὲ βουλευσάμενος ἁλίσκεται καὶ τῶν ὀμμάτων στερίσκεται. Βάρδαν δὲ τὸν Βοΐλαν ἀπέκειραν, τοῦ βασιλέως αὐτὸν κατοικτείραντος. 27. Συμεὼν δὲ σὺν παντὶ τῷ λαῷ αὐτοῦ τὴν Ἀδριανούπολιν παρακαθίσαντος καὶ ἰσχυρῶς πολιορκοῦντος, ἐπεὶ καὶ λιμὸς αὐτοὺς ἐπίεζε κραταιὸς καὶ οὐδαμόθεν εἶχον ἐπισιτίσασθαι, προ 735 δεδώκασιν ἑαυτούς τε καὶ τὸν στρατηγὸν τοῖς Βουλγάροις. οὗτος δὲ ἦν ὁ τοῦ Μωρολέοντος υἱὸς ἢ μᾶλλον Θυμολέοντος, εἰπεῖν οἰκειοτέρως, ἀνὴρ τὰ ἄλλα κράτιστος καὶ τὰ πολεμικὰ περιβόητος, ὃς πλείστας ἀνδραγαθίας κατὰ Βουλγάρων ἐπεδείξατο· ὃν καὶ χειρωσάμενος ὁ Συμεών, μυρίαις τε αἰκίαις τοῦτον τιμωρησάμενος, τελευταῖον ἀπέκτεινεν. καὶ Βουλγάροις τὴν τῆς πόλεως φυλακὴν παραδοὺς ὑπεχώρησεν· οἳ τὴν κατ' αὐτῶν τῶν Ῥωμαίων ἔφοδον ἀκηκοότες, τὴν πόλιν καταλιπόντες ἀπῆλθον, καὶ πάλιν ὑπὸ Ῥωμαίους ἐγένετο. 28. Τοῦ δὲ Τριπολίτου Λέοντος μετὰ δυνάμεως πολλῆς τῇ νήσῳ Λήμνῳ καταλαβόντος, Ἰωάννης ὁ πατρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Ῥαδινὸς αἰφνίδιον ἐπιπεσὼν αὐτοῖς πάντας ἀπώλεσε, μόνου αὐτοῦ τοῦ Τριπολίτου διαφυγόντος. 29. Τῷ δὲ Σεπτεμβρίῳ μηνί, τῆς βʹ ἰνδικτιῶνος, πάλιν Συμεὼν ὁ Βούλγαρος πανστρατὶ κατὰ Κωνσταντινουπόλεως ἐκστρατεύει, καὶ ληΐζεται μὲν Θρᾴκην καὶ Μακεδονίαν, ἐμπυρίζει δὲ πάντα καὶ καταστρέφει καὶ δενδροτομεῖ, μέχρι τῶν Βλαχερνῶν παραγενόμενος, καὶ δὴ ἐπιζητῶν ἀποσταλῆναι αὐτῷ τὸν πατριάρχην Νικόλαον καί τινας τῶν μεγιστάνων, ὥστε περὶ εἰρήνης αὐτοῖς συντυχεῖν. ἔλαβον οὖν ὁμήρους ἀμφότεροι, καὶ ἐξῆλθον, ὅ τε πατριάρχης καὶ Μιχαὴλ πατρίκιος ὁ Στυπιώτης καὶ Ἰωάννης μυστικὸς ὁ παραδυναστεύων· ἤδη γὰρ Ἰωάννης ὁ ῥαίκτωρ διαβλη 736 θεὶς τῷ βασιλεῖ ἀπεκάρη. οἱ μὲν οὖν τῷ Συμεὼν περὶ εἰρήνης διελέγοντο, αὐτὸς δὲ τὸν βασιλέα Ῥωμανὸν θεάσασθαι ἤθελεν. ὅπερ ἀκούσας ὁ βασιλεὺς σφόδρα ἠγαλλιάσατο· ἐπόθει γὰρ τὴν εἰρήνην καὶ τὸ στῆναι τὴν τῶν αἱμάτων χύσιν. ἀποστείλας οὖν ἐν τῷ τοῦ Κοσμιδίου αἰγιαλῷ ὀχυρωτάτην κατεσκεύασεν ἐν τῇ θαλάσσῃ ἀπόβασιν, ὥστε τὴν βασιλικὴν τριήρην διεκπλέουσαν ἐν αὐτῷ προσορμίζεσθαι· καὶ περιφράξας αὐτὴν πάντοθεν προσέταξε διατείχισμα