De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
πρὸς τὸν βασιλέα, καὶ προσκυνήσας καὶ ἀσπασάμενος τοὺς πόδας αὐτοῦ, ἀνίσταται, ὑπερευξάμενος τὸν βασιλέα, κρατήσας δὲ αὐτὸν ὁ τῆς καταστάσεως, εἰσάγει αὐτὸν ὀπισθορανῶς καὶ ἵστησιν αὐτὸν ἐν τῇ ἐφαρμοζούσῃ τάξει τε καὶ στάσει. Εἶθ' οὕτως λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως νεύει τῷ σιλεντιαρίῳ τῷ ἑστῶτι ἐν τῇ πύλῃ, καὶ λέγει· "Κελεύσατε." Εἶθ' οὕτως διέρχεται διὰ τῶν Ἐκσκουβίτων καὶ τῶν Σχολῶν μέχρι τῆς Μεγάλης Ἐκκλησίας, καὶ δοχῇ καὶ τάξει, καθ' ὃν τρόπον ἐδηλώθη ἡμῖν ἐν τῇ προελεύσει τῆς Χριστοῦ Γεννήσεως, καὶ εἰς τὸν νάρθηκα εἰσελθών, εἰσέρχεται ἔνδον τοῦ βήλου. Καὶ λαβὼν ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, εἰσέρχεται διὰ τοῦ νάρθηκος, καὶ δέχεται αὐτὸν ἐκεῖσε ὁ πατριάρχης, καὶ ἀσπασάμενοι ἀλλήλους, εἰσέρχονται καὶ ἵστανται ἔμπροσθεν τῶν μεγάλων πυλῶν. Καὶ ἅψας ἐκεῖσε κηρούς, δίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος 1.135 τῷ τῆς καταστάσεως, καὶ προσκυνήσας τὸ ἄχραντον Εὐαγγέλιον, εἰσέρχεται εἰς τὴν ἐκκλησίαν, καὶ διελθὼν διὰ τῆς σωλαίας, ἵσταται ἔμπροσθεν τῶν ἁγίων θυρῶν, καὶ λαβὼν παρὰ τοῦ πραιποσίτου κηρία καὶ εὐξάμενος, ἐπιδίδωσιν αὐτὰ τῷ πραιποσίτῳ. Καὶ εἶθ' οὕτως εἰσελθὼν εἰς τὸ θυσιαστήριον, ὑφαπλοῖ ἐν τῇ ἁγίᾳ τραπέζῃ εἰλιτὰ δύο, ἀσπαζόμενος δύο ἱερὰ ποτήρια καὶ δύο ἱεροὺς δίσκους καὶ τὰ σπάργανα τοῦ Κυρίου, καὶ λαβὼν ἀποκόμβιον παρὰ τοῦ πραιποσίτου, τίθησιν αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ, καὶ ἐξελθὼν διὰ τῆς πλαγίας τοῦ θυσιαστηρίου, εἰσέρχεται εἰς τὸ μητατώριον, εἰς δὲ τὰ ἅγια, καὶ τὴν ἀγάπην καὶ τὴν κοινωνίαν ἐκτελεῖ, ὡς ἡ συνήθεια ἔχει. Καὶ μετὰ τὸ κραματίσαι καὶ ἐξελθεῖν τοῦ Ἁγίου Φρέατος, εἰσέρχεται ἔνδον τοῦ βήλου μετὰ τοῦ πατριάρχου, καὶ στέφεται παρ' αὐτοῦ, καὶ εἶθ' οὕτως ἐπιδίδωσιν ὁ πατριάρχης εὐλογίας τῷ βασιλεῖ· εἶτα λαβὼν ὁ βασιλεὺς παρὰ τοῦ πραιποσίτου ἀποκόμβιον, ἀντιδίδωσι τῷ πατριάρχῃ, ὁ δὲ πατριάρχης ἀντιδιδοῖ τῷ βασιλεῖ ἀλειπτά. Καὶ ἀλλήλους ἀσπασάμενοι, ὁ μὲν βασιλεύς, διοδεύων τὴν μέσην, εἰσέρχεται διὰ τῆς μεγάλης πύλης τῆς Χαλκῆς· αἱ δὲ δοχαὶ τῶν περατικῶν μερῶν καὶ τῶν πολιτικῶν τελοῦνται ἐν τῇ τάξει καὶ στάσει, ὃν τρόπον ἐκτελέσθησαν ἐν τῇ προελεύσει τῆς Χριστοῦ Γεννήσεως. Καὶ τὰς Σχολὰς καὶ τὰ Ἐκσκούβιτα διελθὼν καὶ διὰ τοῦ Κονσιστωρίου καὶ τοῦ στενοῦ, εἰσέρχεται εἰς τὸν Αὐγουστέα, καὶ οἱ τοῦ κουβουκλείου τελέσαντες τὴν συνήθειαν, εἰσέρχονται εἰς τὸ Ὀκτάγωνον, καὶ λαμβάνει ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, καὶ εἰσελθόντες οἱ βεστήτορες ἀπαλλάσσουσι τὴν χλανίδα αὐτοῦ. Εἶτα εἰσελθὼν ὁ πατριάρχης εἰς τὸν Ἅγιον Στέφανον, καὶ τοῦ βασιλέως μέλλοντος ἀκουμβίσαι εἰς τὰ ιθʹ Ἀκκούβιτα, νεύει τῷ πραιποσίτῳ, καὶ προσκαλεῖται τὸν πατριάρχην, καὶ τούτου γενομένου, προσκυνοῦσιν ἀλλήλους, καὶ εἰσέρχονται οἱ ἱερεῖς, καὶ τὸν στίχον ποιήσαντες, εἰσέρχεται πάλιν ὁ 1.136 πατριάρχης εἰς τὸν Ἅγιον Στέφανον καὶ ἐκβάλλει τὸ ὠμοφόριον αὐτοῦ. Ὁμοίως καὶ ὁ βασιλεὺς ἐκβάλλει τὸ σαγίον αὐτοῦ καὶ ἑνοῦνται πάλιν, καὶ εἶθ' οὕτως ἐξέρχονται, ὀψικευόμενοι ὑπὸ τοῦ κουβουκλείου, καὶ ἀκουμβίζουσιν οἱ δύο ἐξ ἴσου ἐν τῷ ἀκκουβίτῳ καὶ πίνουσι πρὸς ἅπαξ. Καὶ εἶθ' οὕτως λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τὴν ὑπουργίαν καὶ εἰσέρχεται, τοῦτο δὲ ποιεῖ καὶ ἐπὶ τῶν λοιπῶν φίλων. Μέλλοντος δὲ ἀνίστασθαι τοῦ βασιλέως καὶ τῶν φίλων ἐξελθόντων, μένουσιν οἱ τοῦ ἄνω ἀκκουβίτου φίλοι, οἱ μητροπολῖται καὶ ὅσοι εἰσὶν εἰς τοὺς πρώτους ἀκκουβίτους, ἤγουν εἰς τὸν δεξιὸν καὶ εὐώνυμον ἐπίσκοποι· πίνουσι δὲ πάλιν πρὸς ἅπαξ ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης καὶ οἱ ἐναπομείναντες φίλοι, καὶ εἶθ' οὕτως λαβόντες νεῦμα παρὰ τοῦ πραιποσίτου, ἐξέρχονται καὶ αὐτοί, καὶ εἶθ' οὕτως λαβὼν ὁ πρωτοσπαθάριος, ἐξέρχεται καὶ αὖθις ἡ ὑπουργία. Καὶ πάντων ἐξελθόντων, μένει ὁ βασιλεὺς μετὰ μόνου τοῦ πατριάρχου καὶ τοῦ κουβουκλείου. Καὶ πιόντες πάλιν ἀμφότεροι πρὸς ἅπαξ, ἀνίστανται, καὶ ἀπέρχεται ὁ πατριάρχης εἰς τὸν Ἅγιον Στέφανον καὶ βάλλει τὸ ὠμοφόριον αὐτοῦ, ὁ δὲ βασιλεὺς τὸ σαγίον αὐτοῦ, καὶ ἑνοῦνται πάλιν εἰς τὸ Ὀκτάγωνον, καὶ ποιοῦσι τὸν στίχον. Εἶτα λαβὼν ὁ βασιλεὺς παρὰ τοῦ πατριάρχου εὐλογίας, ἐξέρχεται μέχρι τοῦ Αὐγουστέως, καὶ προσκυνήσαντες ἀλλήλους καὶ ἀσπασάμενοι, τὸν μὲν πατριάρχην λαμβάνουσι δύο κουβικουλάριοι, καὶ διασώζουσιν αὐτὸν μέχρι τοῦ στενοῦ ἢ καὶ τοῦ Ὀνόποδος. Ὁ δὲ βασιλεύς, δηριγευόμενος ὑπό τε τοῦ κουβουκλείου καὶ τῶν μαγλαβιτῶν, εἰσέρχεται ἐν τῷ παλατίῳ· ἑστώτων δὲ τῶν τοῦ κουβουκλείου ἁπάντων ἐν τῷ Χρυσοτρικλίνῳ, ὑπερεύχονται τὸν βασιλέα τό· "Εἰς πολλοὺς καὶ