παραγίνεσθαι ἐς τὰς Τεμήρεω θύρας. καὶ ἢν ταῦτα ποιῇ, φίλον τε καὶ ἐπιτήδειον ἔσεσθαι Τεμήρεω βασιλέως· ἢν δὲ μὴ ποιήσῃ, χρῆσθαι αὐτῷ ὡς πολεμίῳ βασιλέα Τεμήρην. ᾗ δὲ δὴ λέγεται θυμωθέντα τὸν Παιαζήτην ἐκεῖνο δὴ τὸ ἔπος εἰπεῖν, ὃ καὶ πρότερόν μοι δεδήλωται, ὡς ἢν μὴ ἐπικαταβὰς ἀφίκοιτο ἐπ' αὐτόν, τὴν γυναῖκα αὐτοῦ ἐς τρὶς ἀποπεμψάμενον 1.139 ἀπολαβεῖν αὖθις· ὃ δὴ αἰσχύνην φέρει μεγάλην, εἰρῆσθαι ὁτῳοῦν τὸ ἔπος τοῦτο. Προθέμενος μὲν οὖν τὰ παρὰ τῆς πρεσβείας αὐτοῦ τὸ Παιαζήτεω ἔπος ὁ Τεμήρης οὐκέτι ἐς ἀναβολὴν ἐποιεῖτο τὴν ἔλασιν, καὶ αὐτίκα παρασκευασάμενος στρατὸν τόν τε παρ' ἑαυτῷ Σκυθῶν τῶν νομάδων καὶ Τζαχαταΐδων, ἐς ὀγδοήκοντα, ὡς λέγεται, μυριάδας, ἤλαυνεν ἐπὶ Παιαζήτην διὰ Φρυγίας τε καὶ Λυδίας τὴν πορείαν ποιούμενος. Παιαζήτης δὲ ὡς ἐξορκώσας Τεμήρην, ἢν μὴ ὡς ἠδύνατο κράτιστα παρεσκευασμένος ἐπῄει, συναγείρας στρατὸν ὡς ἠδύνατο μέγιστον, συμπαραλαβὼν καὶ τοὺς Τριβαλλοὺς αὐτοῦ δορυφόρους, ἐς μυρίους μάλιστά που γενομένους τούτους, ἐφ' οἷς δὲ μέγα ἐφρόνει ὡς, ὅποι παρατυγχάνοιεν, ἀνδρῶν ἀγαθῶν γενομένων, καὶ προθέμενος ὡς Ἀλέξανδρος ὁ Φιλίππου τοὺς Μακεδόνας ἔχων μεθ' ἑαυτοῦ καὶ ἐς τὴν Ἀσίαν διαβάς, ∆αρεῖον αἰτιασάμενος τῆς ἐς τοὺς Ἕλληνας Ξέρξεω ἐλάσεως, τῷ ἑαυτοῦ ἐλάσσονι δὴ στρατῷ ἐπιὼν κατεστρέψατο, καὶ τὴν Ἀσίαν ὑφ' αὑτῷ ἐποιήσατο, ἔστε ἐπὶ Ὕφασιν τῆς Ἀσίας ἐληλάκει· ἐπίστευε δὲ καὶ αὐτὸς τῷ ἑαυτοῦ στρατεύματι ἐπιὼν καθαιρήσειν ταχὺ πάνυ τὴν Τεμήρεω βασιλείαν καὶ ἐπὶ Ἰνδοὺς ἀφικέσθαι. παραλαβὼν δὴ οὖν τό τε Εὐρώπης καὶ Ἀσίας στράτευμα, ἐς δώδεκα μυριάδας, ἴετο ὁμόσε ἐπὶ τὸν 1.140 Τεμήρην, φθῆναι αὐτὸν βουλόμενος ἐν τῇ χώρᾳ ἐστρατοπεδευμένον πρὸς τῷ Εὐφράτῃ, ἐν νῷ ἔχων βασιλεῖ Τεμήρῃ μαχέσασθαι. Τεμήρης δὲ ἐπῄει διὰ Φρυγίας ἐλαύνων. Παιαζήτης δὲ διὰ τῆς Καππαδοκίας ἐπείγετο, φθῆναι αὐτὸν πρὸς τῷ Εὐφράτῃ κατὰ τὴν Ἀρμενίων χώραν βουλόμενος. ὡς δὲ ἐν τῇ Ἀρμενίων γενόμενος χώρᾳ ἐπύθετο Τεμήρην ἤδη ἐν τῇ ἑαυτοῦ ἀναστρέφεσθαι χώρᾳ, διὰ Φρυγίας ἐλάσαντα, τὰ ἔμπαλιν γενόμενος ἐπορεύετο εὐθὺ Φρυγίας, ὡς δὴ καὶ Τεμήρην αὐτὸν ἴεσθαι ἐπυνθάνετο. ταχὺ δὲ ἐπειγομένων ἠνύετο ὁ δρόμος, ὥστε τὰ στρατεύματα αὐτοῦ πολλὴν διανύσαντα πορείαν δι' ὀλίγου ἔκαμνέ τε χαλεπῶς φέροντα, καὶ ἤχθετο αὐτῷ, ὅτι μὴ ἐν δέοντι ἐχρήσατο τῇ ἑαυτοῦ τόλμᾳ. ξυνέβαινε δὲ καὶ τῷ μηδενὶ ἐπιτρέπειν τοῦ στρατοῦ ἐπὶ πυροὺς καὶ κριθὰς ἐπὶ Προύσης, ὥρα ἦν παραβάλλειν τὸν ἵππον, χαλεπαίνειν τε αὐτῷ τὰ στρατεύματα καὶ ἀπαγορεύειν. ἀπείρηται γὰρ μηδενὶ ἐξεῖναι εἰς πυροὺς εἰσιέναι· ὅν τινα δ' ἂν λάβοι εἰσελθόντα, ἐτιμωρεῖτο. λέγεται δὲ αὐτῷ ἐστρατοπεδευμένῳ περὶ Καππαδοκίαν πνεῦμα βιαιότατον, ἐπιπνεῦσαν τῷ στρατεύματι αὐτοῦ, τάς τε σκηνὰς ἀπενεγκάμενον ἐπὶ πολὺ ἀποσπᾶσαι καὶ μετεώρους ποιησάμενον καταλαβεῖν, καὶ τοῦτο κατ' αὐτοῦ γενέσθαι οἰωνὸν εἰς τὰ στρατεύματα. μετὰ δὲ 1.141 ταῦτα ὡς ἀπελαύνοντι ἐπὶ τὴν Φρυγίαν ἐσκήνωτο, τήν τε σκηνὴν αὐτοῦ ἐς τρεῖς συστησαμένους τοὺς ἀμφ' αὐτὸν παῖδας αὐτόματον πεσοῦσαν, εἴτε τῆς γῆς μὴ δυναμένης κατέχειν τὰ σχοινία τῆς σκηνῆς, εἴτε καὶ ἄλλῃ πῃ ξυνέβη τοῦτο· τῇ τε γῇ ἀπειρῆσθαι αὐτῷ, μὴ ἐπιβαίνειν τῆς Φρυγίας, Ἑλλήνων τέ τινες αὐτοῦ παραγενόμενοι ἢ Τριβαλλῶν οἰωνίζοντο. λέγεται μὲν οὖν καὶ πρὶν ἢ ἐπὶ τὴν Ἀσίαν διαβῆναι, Ἀλίη τὸν Χαρατίνεω παῖδα, ἄνδρα δὴ τῶν παρ' ἑαυτῷ τὰ ἐς σύνεσιν οὐδενὸς λειπόμενον, χρηματίσαι αὐτῷ μὴ στρατεύεσθαι ἐπὶ Τεμήρην, τρόπῳ δὲ ὅτῳ δύναιτο ἀσφαλεστάτῳ διαλύεσθαι αὐτῷ τὴν πρὸς Τεμήρην διαφοράν. ἐκέλευε δὲ ἑαυτὸν πέμπειν, καὶ ὑπισχνεῖτο διαλλάξαι τε αὐτῷ βασιλέα Τεμήρην, ᾗ ἂν αὐτὸς βούλοιτο. τὸν δὲ ὑπολαβόντα φάναι, ὡς οὐ τῇ ἐκείνου συνέσει πιστεύων ἀφίκοιτο ἐπὶ μέγα εὐδαιμονίας, ἡγεμόνας τοσούτους καταστρεψάμενον, ἀλλὰ τῇ ἑαυτοῦ ὁρμῇ τε καὶ γενναιότητι· τύχῃ δὲ εἰπεῖν καὶ τόλμῃ ἐπιτραπομένους τῶν βασιλέων πολλούς, καὶ δίχα συνέσεως μεγάλης, ἐπιδείξασθαι ἔργα, συνέσει δὲ τὸ πᾶν ἐπιτρέψαντας αἴσχιστα ἀπολέσθαι. Μετὰ δὲ