πολιτικῆς διοικήσεως καὶ θείας ἀκροάσεως. εἰ μὲν οὖν ἐν θατέρῳ τυγχάνων καὶ τοῦ λοιποῦ ἔχεται, ἀπόρρητον τοῦτο τέως ἔστω πολλοῖς. ὃ δὲ κατείληφα, ἑκάτερον παρὰ μέρος μεταχειριζόμενος, ὡς τοῦτο μόνον εἰδὼς τοῖς ὁρῶσι δοκεῖ· τῷ γὰρ ἀμφιδεξίῳ τῆς φύσεως ἑκάτερα θαρρεῖ, τούτοις δὲ τοῖς ἄκροις μέσον τὸν λόγον ἁρμόσας τούτῳ ἀμφοτέρων ἅπτεται καὶ διᾴττειν ἀκριβῶς οἶδε τά τε θεῖα τά τε ἀνθρώπινα πράγματα. Ἕπεται δὲ τούτῳ καὶ βίος εὐδαίμων, καὶ ἡ ζωὴ κατὰ τὸν τρόπον ἐστίν. ἔστι δ' οὗ καὶ παρὰ τὸν τρόπον. ἀφαρπάζων γὰρ ἑαυτὸν τοῦ κοινοῦ περιάρπακτος ταῖς διαδοχαῖς τῶν ἡγεμόνων καθέστηκε. καὶ ᾧ δ' ἂν προσεγγίσειεν, οὗτος παρὰ πολὺ τῶν ἄλλων εὐδαιμονέστερος· κατὰ γὰρ τὴν τοῦ ἀέρος κρᾶσιν, οἷς πλησιάζει, τῆς εὐζωΐας αὐτοῖς μεταδίδωσι. μεταβάλλων ἔστι δ' οὗ τὰς τῶν πραγμάτων φορὰς καινοτομεῖν οὐ δοκεῖ· οὐ γὰρ ἀθρόας τὰς μεταθέσεις ποιεῖται, ἀλλ' ὥσπερ ἐν ταῖς τῶν χρωμάτων ὁρατικαῖς μεταλλαγαῖς διὰ τῶν μέσων ἐστὶν ἡ εἰς τὰ ἄκρα μετάστασις. καὶ μὴ κύκλον ποιῶν οὐ κινεῖται κινούμενος· τὸ γὰρ παρὰ μικρὸν ἔλαττόν ἐστιν εἰς κατάληψιν καὶ ἀμβλύνει τὴν αἴσθησιν τὸ λανθάνον τῆς μεταποιήσεώς τε καὶ μεταθέσεως. Οὔτε καθεστῶσι θαρρεῖ τοῖς πράγμασιν οὔτε ταραττομένοις δονεῖται καὶ περιστρέφεται, ἀλλ' ἐκείνοις μὲν τὸ πεπηγὸς πρυτανεύει τῆς ἁρμονίας, περὶ δὲ τῆς μεταβολῆς τούτων ἔσκεπται κάλλιον. φιλανθρωπότερος μὲν τῶν νόμων ἐστί, πλέον δὲ ἤπερ ἐκεῖνοι τὰς τῶν πονηριῶν ἀποξηραίνει πηγάς. τὰ τοῦ πράγματος ἐπὶ μᾶλλον ποιεῖ καὶ τὴν ἀπειλὴν βαρυτέραν τῆς τιμωρίας ἐργάζεται. κἂν ἐπισείσῃ τινὶ τὴν ὀφρύν, ἄπνους ἐκεῖνος εὑρίσκεται, καὶ τὸ παράδειγμα οὐκ ἐφέλκεται τοὺς πολλοὺς πρὸς τὸ μίμημα. Οὐκ ἄχαρις μὲν τὴν γνώμην ἐστίν, ἀπόρρητον δὲ τῷ δήμῳ τοῦτο ποιεῖται, ἁρμόζεται δὲ τοῖς ἐντυγχάνουσιν οὐκ ἐκ βωμολοχίας καὶ ἀστειότητος, ἀλλὰ τῷ προσηνεῖ τῶν λόγων καὶ τῇ ἀληθείᾳ ὧν ἐπαγγέλλεται. πλουτεῖ τὸν ἐνδιάθετον λόγον, εἴπερ τις ἄλλος τῶν ἐπὶ τούτῳ θαυμαζομένων, οὐκ εὐθὺς δὲ ποταμὸν ποιεῖ τὴν πηγήν, ἀλλ' ὀχετοῖς ὀλίγοις τὸ πλούσιον παραδεικνύει τοῦ νάματος· οἶδε γὰρ ὅτι τὸ προσκορὲς πλήσμιον καὶ διὰ ταῦτα καταφρονούμενον. ἔνθεν καὶ ὥσπερ οἱ τῶν ὀρνίθων ὑγροὶ ἐπὶ τὰς ἐκείνου ἀπορροὰς καθιπτάμεθα. καὶ ὁ δ' ἂν ἀρυσαίμεθα, βραχύτατον μέν ἐστι, ποτιμώτατον δέ. Ποιεῖται δὲ καὶ τὸν τῆς φωνῆς τόνον οὐ τορὸν οὐδὲ πάμφωνον, ἀλλ' οἷον ἂν ἁρμόσηται καὶ φύσις ἀσώματος. νοῦς γάρ ἐστι μόνος σώματι βραχεῖ παρακείμενος· ἐξεδαπάνησε γὰρ αὐτὸ πᾶν ἡ φύσις πρὸς τὸ τῆς ψυχῆς μέγεθος. διὰ ταῦτα, ὃ μᾶλλόν ἐστι, τοῦτο ζῇ καὶ πρὸς ἐκεῖνο ἀνάγει καὶ τὸ λειπόμενον· ὅθεν οὐδ' ἀντιπίπτει τὸ σῶμα τῇ ἐκείνου ψυχῇ, ἀλλ' ἕπεται ἠρεμοῦν, ψυχοῦν ἢ θεούμενον· καὶ μόνῳ οἶμαι τούτῳ τὸ σύνθετον ἁπλότης ἐστίν. Οἶδα μὲν οὖν ὡς ἐπιβαλόμενος χαρακτηρίζειν τὸν ἄνδρα εἰς ἀγῶνα μέγιστον τοὺς ἀκροατὰς περιέστησα, ὡς ὑψηλότερον ἐρῶν ἢ θειότερον· ἐγὼ δὲ οὐδὲν ὧν ὑπώπτευσαν οἱ πολλοὶ εἴρηκα. θαυμαζέτω δὲ μηδείς. ὁ γὰρ χαρακτηρίζων ἢ ἐγκωμιάζων οὐχ ἅμα τέ τι κρεῖττον χαρακτηρίζει καὶ μεταπέπλασται οὐδὲ πρὸς ἐκεῖνο μεταλλάττεται τὴν ψυχήν, ἀλλὰ βούλεται μὲν πλέον τοῦ συνήθους ἐρεῖν, ὃ δὲ ἐντός τέ ἐστιν ἑαυτοῦ καὶ τῆς φύσεως οὐκ ἐπιλανθάνεται. διὰ τοῦτο οὐ πρὸς ὃ βούλεται, ἀλλὰ καθ' ὃ πέφυκε τοὺς λόγους ποιεῖται. 16 Πρὸς τὸν πρωτοσύγκελλον ἀξιώσαντα ἱστορεῖσθαι τὰ θαύματα τοῦ θαυματουργοῦ Γρηγορίου Μὴ θαυμάσῃς, ὁ ἐμὸς μουσηγέτης, εἰ λαμπρόν τι καὶ τορὸν φθέγξομαι καί, οἷον οὐκ εἴωθα, τῷ θαυματουργῷ συντιθεὶς τὸ ἐγκώμιον. εἰ γὰρ οἱ πολλοὶ τῶν τῆς Ἑλλάδος