47
ἢ εἰς ὕψος, ὁ μὲν Σύμμαχός φησιν, Βάθυνον εἰς ᾅδην, ἢ ὕψωσον ἄνω. Ὁ δὲ Ἀκύλας, Βάθυνον εἰς ᾅδην, μετεώρισον εἰς ὕψος. Ὁ δὲ Θεοδοτίων, βάθυνον εἰς ᾅδην, ὕψωσον ἄνω. Ἔστι μὲν οὖν σημεῖον πρᾶγμα φανερὸν κεκρυμμένου τινὸς καὶ ἀφανοῦς ἐν ἑαυτῷ τὴν δήλωσιν ἔχον· ὡς τὸ σημεῖον Ἰωνᾶ, δηλοῦν τὴν εἰς ᾅδου κατάβασιν, καὶ τὴν ἐκεῖθεν ἐπάνοδον. ∆εῖ δὲ τὸ μὲν σημεῖον κατὰ τὸ ἐνεστὼς θεωρεῖσθαι· τὸ δὲ δηλούμενον, τοῖς τρισὶν ἔσθ' ὅτε καταμερίζεσθαι χρόνοις· ἐνεστῶτι μὲν, ὡς ὁ ἐξιὼν ἐξ οἰκίας καπνὸς, τοῦ ἔνδον ἐστὶ σημεῖον πυρός· μέλλοντι δὲ, ὡς ἡ τῶν ὁρωμένων νεφῶν συνδρομὴ τοῦ γενησομένου ἐπὶ γῆς ὑετοῦ· παρεληλυθότι δὲ, ὡς τὰ τῆς ἀνθρακιᾶς λείψανα τῆς προκαυθείσης ἐπὶ ταύτῃ πυρᾶς. Ἡ μέντοι Γραφὴ, παράδοξα καὶ παραστατικά τινος μυστικοῦ λόγου σημεῖα καλεῖ. Ἐκ δὲ τῶν ἐν Αἰγύπτῳ 1961 σημείων, τὸ εἰς ὕψος, ἢ εἰς βάθος, νοήσομεν, περὶ ὧν εἴρηται· "Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε." Ἀπὸ γῆς μὲν γὰρ ἦσαν βάτραχοι, καὶ ἀκρίδες, κνίπες τε καὶ κυνόμυια· ἐξ οὐρανοῦ δὲ χάλαζα, πῦρ, σκότος τριήμερον, οἷον ἐπ' Ἐζεκίου ὁ τοῦ ἡλίου γέγονεν ἀναποδισμὸς, καὶ τὸ ἀνελθεῖν φασιν ἐξ ᾅδου τὸν Σαμουὴλ εἰς ἔλεγχον τοῦ Σαούλ. Ἐκ δὲ βάθους σημεῖον ἦν Ἰωνᾶς ἐκ γαστρὸς τοῦ κήτους ἀναδραμών. Προστάττεται τοίνυν Ἄχαζ ὅθεν ἐθέλοι σημεῖον αἰτεῖν· μᾶλλον δὲ τὸ πάντων παραδοξότατον, καὶ θειότατον, καὶ ἄμφω συνειληφὸς ἐν αὐτῷ. Τοῦτο δὲ μόνου Θεοῦ παρασχεῖν. ∆ιό φησιν· Αἴτησαι παρὰ Κυρίου Θεοῦ σου. Τῆς μὲν οὖν κτίσεως οὐρανὸς μὲν ἀνώτατον, γῆ δὲ κατώτατον. Ἐπεὶ οὖν ὁ Λόγος σὰρξ ἐγένετο, τὸ μὲν βάθος τὴν γῆν, ἀφ' ἧς ἡ σὰρξ ἐλήφθη, δηλοῖ· τὸ δὲ ὕψος, τὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, τὸν ἐν ἀρχῇ πρὸς τὸν Πατέρα καὶ Θεὸν ὄντα Λόγον. Μή ποτε δὲ βάθος μὲν σημαίνει τὰ κατώτατα τοῦ ᾅδου· ὕψος δὲ τὴν ὑπερουράνιον χώραν. Κατὰ τό· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστιν Χριστὸν καταγαγεῖν· ἢ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ' ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἐπεὶ οὖν ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς, τὸ μὲν σημαίνει τοῦ Κυρίου τὴν κάθοδον· τὸ δὲ, τὸ ὑπεράνω γενέσθαι τῶν οὐρανῶν. Ἀναγκαίως δὲ, φασὶν, οἱ περὶ τηλικούτων λόγοι τῷ τότε κεκρατηκότι γίνονται βασιλεῖ, ὡς ἂν εἰς πάντας δι' αὐτοῦ λαληθῇ τὰ προφητευόμενα· Ἡσαΐας μὲν γὰρ ἴσως ἂν ἠπιστήθη φθόνῳ τῶν κατ' αὐτὸν ἀνθρώπων, ἢ τῇ λοιπῇ περὶ τὸν βίον ταπεινότητι, ὡς ἐκ τῆς ἰδίας ἀναπλάσας καρδίας τὸν περὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας χρηματισμόν. Ὁ δὲ Ἄχαζ οὕτω τοῦτον ἐδέξατο, ὡς Λαβὰν, ὡς Ἀβιμέλεχ, ὡς Ναβουχοδονόσωρ, ὡς Φαραὼ, ὡς ὁ Καϊάφας· οὐ διὰ τὴν ἀξίαν τοῦ βίου, ὅσον διὰ τὴν ἐκ τοῦ ἀξιώματος προσοῦσαν αὐτῷ ἀξιοπιστίαν. Ἀποστρέφει δ' οὖν πρὸς τὸν οἶκον ∆αβὶδ τὸν λόγον εἴτε Κύριος, εἴτε ὁ προφήτης, καί φησιν· Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; ὅπερ Ἀκύλας οὕτως ἑρμήνευσεν· Μήτι ὀλίγον μοχθεῖν ἄνδρα, ὅτι μοχθεῖτε καί γε τὸν Θεόν; Τοιοῦτος δὲ τῶν προκειμένων ὁ νοῦς· Οὐ μόνον ὅτι τοῖς ἀνθρώποις τοῦ Θεοῦ, τοῖς προφήταις ἐπιβουλεύοντες οὐ παύεσθε μόχθους ὑπὲρ τῆς ὑμετέρας σωτηρίας παρέχοντες, ἀλλὰ καὶ αὐτῷ τῷ πάντων Θεῷ, τοῖς μὲν εἰδώλοις προσέχοντες, αὐτῷ δὲ μὴ πειθόμενοι περὶ ὧν ὑμῖν ἐπηγγείλατο; Ἀγωνία μὲν οὖν φόβος ἐστὶ διαπτώσεως. Ἀλλὰ τοιοῦτο πάθος οὐ λέγει περὶ Θεὸν, δηλοῖ δὲ διὰ ταύτης τὴν ἀντιδιάθεσιν τῶν ἀνθισταμένων αὐτοῦ τοῖς προστάγμασιν. Ὅμως, φησὶ, 1964 κἂν μὴ τῆς ὑποδοχῆς εὑρίσκῃ τὸν ἄξιον, αὐτὸς δώσει τὸ σημεῖον, διὰ τὴν προωρισμένην οἰκονομίαν τῆς διὰ σαρκὸς γεννήσεως τοῦ Χριστοῦ, τουτέστιν, οὐ διὰ μέσου καὶ διακόνου τινος, αὐτὸς δὲ δι' ἑαυτοῦ· δηλῶν ἐντεῦθεν τοῦ διδομένου τὸ μέγεθος. Τὸν μὲν γὰρ νόμον διετάξατο δι' ἀγγέλων ἐν χειρὶ μεσίτου Μωϋσέως. Τοῦτο δὲ αὐτὸς δίδωσιν. Εἰ δὲ θαυμάζεις Θεὸν γεννώμενον ἀκούων, πίστευσον ὅτι καὶ τρυφῇ νηπίων χρήσεται τοῖς ἄλλοις βρέφεσιν ὁμοίως· οὐ κατὰ φαντασίαν γὰρ ὀφθήσεται ἄνθρωπος· τοῦτο μὲν οὖν ἀνθρώπινον. Τὸ δὲ τῆς θεότητος αὐτοῦ παραστατικὸν, ὅτι μὴ περιμένει πρόσφορον ἡλικίαν πρὸς διάκρισιν ἀγαθοῦ καὶ