μέσον γενέσθαι, ἔνθα ἀλλήλοις ἔμελλον ὁμιλεῖν. ἐπὶ τούτοις ἀποστείλας Συμεὼν τὸν ἐν τῇ Πηγῇ τῆς ὑπεραγίας θεοτόκου ναόν, ὃν Ἰουστινιανὸς ὁ βασιλεὺς ἐδομήσατο, ἐνέπρησεν, καὶ τὰ περὶ αὐτὸν πάντα, δῆλος ὢν ἐντεῦθεν μὴ τὴν εἰρήνην ἐθέλων, ἀλλ' ἐπ' ἐλπίσι μετεώροις τὸν βασιλέα ἐξαπατῶν. καὶ παραγενόμενος ὁ βασιλεὺς ἅμα τῷ πατριάρχῃ ἐν Βλαχέρναις εἰς τὴν ἁγίαν εἰσῆλθε σορόν, καὶ τὰς χεῖρας ἐκτείνας εἰς εὐχήν, εἶτα καὶ πρηνὴς πεσών, δάκρυσι τὸ ἅγιον κατέβρεχεν ἔδαφος, τὴν πανάχραντον θεοτόκον ἀντιβολῶν τὴν ἀκαμπῆ καὶ ἀμείλικτον τοῦ ὑπερηφάνου Συμεὼν καρδίαν μαλάξαι καὶ πεῖσαι τὰ πρὸς εἰρήνην συνθέσθαι. τὸ ἅγιον οὖν μαφόριον τῆς παναγίας θεοτόκου ἐκ τῆς κιβωτοῦ ἀνελόμενος ἐξῄει τοῦ ναοῦ, καὶ καταλαμβάνει τὸν ὡρισμένον τόπον. ἐνάτη δὲ ἦν τοῦ Σεπτεμβρίου μηνός, πέμπτη δὲ τῆς ἑβδομάδος ἡμέρα· καὶ τῇ τετάρτῃ ὥρᾳ παραγίνεται Συμεών, πλῆθος ἄπειρον ἐπαγόμενος, εἰς πολλὰς διῃρημένον τὰς παρατάξεις, τῶν μὲν χρυσασπίδων καὶ χρυσοδοράτων, τῶν δὲ ἀργυρα 737 σπίδων καὶ ἀργυροδοράτων, τῶν δὲ πάσῃ ὅπλων χροιᾷ κεκοσμημένων, πάντων καταπεφραγμένων σιδήρῳ· οἳ μέσον αὐτῶν διειληφότες τὸν Συμεὼν ὡς βασιλέα εὐφήμουν τῇ τῶν Ῥωμαίων φωνῇ. πάντες δὲ οἱ τῆς συγκλήτου βουλῆς τοῖς τείχεσιν ἐφεστηκότες κατεθεῶντο τὰ δρώμενα. ἦν οὖν ἰδεῖν τότε ψυχὴν βασιλικὴν τῷ ὄντι καὶ μεγαλόφρονα, καὶ θαυμάσαι τὸ τοῦ φρονήματος ἀκατάπληκτον καὶ τὸ τῆς ἀνδρίας παράστημα, ὅτι τοσαύτην πολεμίων βλέπων ἐπιφορὰν οὐ κατεπλάγη καὶ συνεστάλη καὶ ὑπεχώρησεν, ἀλλ' ὥσπερ εἰς πλῆθος φίλων χωρῶν οὕτως ἀτρέμας ἀπῄει, μόνον οὐχὶ τὴν ψυχὴν τοῖς πολεμίοις τῶν ὑπηκόων διδοὺς ἀντίλυτρον. πρῶτος οὖν ἐν τῇ ῥηθείσῃ ἀποβάθρᾳ καταλαβὼν τὸν Συμεὼν ἐξεδέχετο. ἐπεὶ δὲ ὅμηροι ἐξ ἀμφοτέρων ἐλήφθησαν τῶν μερῶν καὶ τὴν ἀποβάθραν οἱ Βούλγαροι διηρευνήσαντο ἀκριβῶς, μή πού τις δόλος ἢ ἐνέδρα τυγχάνει, κατῆλθε Συμεὼν τοῦ ἵππου καὶ πρὸς τὸν βασιλέα εἰσῆλθεν. ἀσπασάμενοι οὖν ἀλλήλους εἰρήνης λόγους ἐκίνησαν. εἰπεῖν δὲ λέγεται τὸν βασιλέα πρὸς Συμεὼν "ἀκήκοά σε θεοσεβῆ ἄνθρωπον καὶ Χριστιανὸν ὑπάρχειν ἀληθινόν, βλέπω δὲ τὰ ἔργα μηδαμῶς τοῖς λόγοις συμβαίνοντα. ἴδιον μὲν γὰρ θεοσεβοῦς ἀνθρώπου καὶ Χριστιανοῦ τὸ τὴν εἰρήνην καὶ τὴν ἀγάπην ἀσπάζεσθαι, εἴπερ ὁ θεὸς ἀγάπη ἐστὶ καὶ λέγεται, ἀσεβοῦς δὲ καὶ ἀπίστου τοῦ χαίρειν σφαγαῖς καὶ αἵμασιν ἀδίκως ἐκχεομένοις. εἰ μὲν οὖν ἀληθὴς Χριστιανὸς ὑπάρχεις, καθὼς πεπληροφορήμεθα, στῆσόν ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς τῶν ἀνοσίων αἱμάτων 738 ἐκχύσεις, καὶ σπεῖσαι μεθ' ἡμῶν τῶν Χριστιανῶν τὴν εἰρήνην, Χριστιανὸς ὢν καὶ αὐτὸς καὶ ὀνομαζόμενος, καὶ μὴ θέλε μολύνεσθαι Χριστιανῶν δεξιὰς αἵμασιν ὁμοπίστων Χριστιανῶν. ἄνθρωπος εἶ καὶ αὐτὸς θάνατον προσδοκῶν καὶ ἀνάστασιν καὶ κρίσιν καὶ ἀνταπόδοσιν, καὶ σήμερον μὲν ὑπάρχων, αὔριον δὲ εἰς κόνιν διαλυόμενος. εἷς πυρετὸς ἅπαν κατασβέσει τὸ φρύαγμα. τίνα οὖν λόγον δώσεις τῷ θεῷ ἐκεῖθεν ἀπελθὼν ὑπὲρ τῶν ἀδίκων σφαγῶν; ποίῳ προσώπῳ τῷ φοβερῷ καὶ δικαίῳ ἐνατενίσῃς κριτῇ; εἰ πλούτου ἐρᾷς, ἐγώ σε κατακόρως τούτου ἐμπλήσω. μόνον ἐπίσχες τὴν δεξιάν, ἄσπασαι τὴν εἰρήνην, ἀγάπησον τὴν ὁμόνοια, ἵνα καὶ αὐτὸς βίον ζήσῃς εἰρηνικὸν καὶ ἀναίμακτον καὶ ἀπράγμονα, καὶ οἱ Χριστιανοὶ παύσωνταί ποτε τῶν συμφορῶν καὶ στήσωνται τὸ Χριστιανοὺς ἀναιρεῖν· οὐ γὰρ θέμις αὐτοῖς αἴρειν ὅπλα καθ' ὁμοπίστων." (30) τοσαῦτα ὁ βασιλεὺς εἰπὼν ἐσίγησεν. ὁ δὲ Συμεὼν αἰδεσθεὶς τὴν τοσαύτην ταπείνωσιν καὶ τοὺς λόγους, κατένευσε τὴν εἰρήνην ποιήσασθαι. ἀσπασάμενοι οὖν ἀλλήλους καὶ διαχωρισθέντες, δώροις μεγαλοπρεπέσι τοῦ βασιλέως δεξιωσαμένου τὸν Συμεών. ὃ δὲ τότε συμβέβηκεν, διηγήσομαι, τεράστιόν τε ὂν καὶ τοῖς ταῦτα συγκρίνειν εἰδόσι παράδοξον. δύο φασὶν ἀετοὺς τῶν βασιλέων ὁμιλούντων ἄνωθεν αὐτῶν ὑπερπτῆναι κλάγξαι τε καὶ πρὸς ἀλλήλους συμμῖξαι καὶ παραυτίκα διαζευ 739 χθῆναι ἀλλήλων, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν, τὸν δὲ ἐπὶ τὴν Θρᾴκην διαπτῆναι. τοῦτο ἀκριβῶς οἱ τὰ τοιαῦτα σκοποῦντες