De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἀγαθοὺς χρόνους." Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.137 Λϛʹ (ΚΖʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ καὶ προελεύσει τῆς Ὑπαπαντῆς
Εἰ κελεύει ἀπελθεῖν ὁ βασιλεὺς καὶ παννυχεῦσαι ἐν Βλαχέρναις, ἀπέρχεται τῇ πρὸ μιᾶς τῆς ἑορτῆς ἡμέρᾳ, καὶ ἐκτελεῖ τὴν πάννυχον. Τῇ δὲ ἑξῆς ἡμέρᾳ τῆς ἑορτῆς ἀλλάσσουσιν ἅπαντες ἀπὸ λευκῶν χλανιδίων· οἱ δὲ κουβικουλάριοι ἀλλάσσουσι καμίσια καὶ μόνον, ὡσαύτως καὶ οἱ σπαθαροκουβικουλάριοι. Οἱ δὲ εὐνοῦχοι πρωτοσπαθάριοι φοροῦσι τὰ ἀλλάξιμα αὐτῶν πλήρη, βαστάζοντες καὶ σπαθοβάκλια, οἱ δὲ βαρβάτοι πρωτοσπαθάριοι φοροῦσι τὰ σπέκια αὐτῶν καὶ σπαθία, οὐ βαστάζουσι δὲ σπαθοβάκλια. Οἱ δὲ σπαθαροκανδιδάτοι καὶ σπαθάριοι καὶ οἱ τοῦ μαγλαβίου καὶ οἱ λοιποὶ οἰκειακοὶ σπαθάριοι περιπατοῦσιν ἔνθεν κἀκεῖθεν, ὄπισθεν τῆς προελεύσεως, εἰς τὰ πλάγια τῶν ἀρχόντων τοῦ κουβουκλείου καὶ τῶν πατρικίων, τοῦτο τελοῦντες καθ' ἑκάστην προέλευσιν· ἐν δὲ ταῖς μεγάλαις προελεύσεσι φοροῦσι τὰ μανιάκια αὐτῶν, βαστάζοντες καὶ τὰ σπαθοβάκλια αὐτῶν. Οἱ δὲ σπαθαροκανδιδάτοι τὰ μανιάκια αὐτῶν καὶ σκουτάρια καὶ διστράλια μονοπέλυκα· οἱ δὲ σπαθάριοι σκουτάρια καὶ διστράλια, ἀπὸ σκαραμαγγίων δὲ ἀμφότεροι. Τοῦ δὲ τῆς καταστάσεως ἐλθόντος καὶ μηνύσαντος τῷ 1.138 πραιποσίτῳ, ὡς ὅτι ὁ καιρὸς ἤγγικεν, εἰσέρχεται ὁ πραιπόσιτος καὶ μηνύει τὸν βασιλέα, ὁ δὲ βασιλεὺς ἐξελθὼν ἐν τῷ τρικλίνῳ τῷ καλουμένῳ Ἀναστασιακῷ, φορῶν τὸ διβητήσιον αὐτοῦ, ἵσταται ἐκεῖσε, καὶ ἵστανται οἱ ἄρχοντες τοῦ κουβουκλείου ἔνθεν καὶ ἔνθεν, οἱ δὲ σπαθαροκουβικουλάριοι καὶ οἱ κουβικουλάριοι ὄπισθεν αὐτῶν, οἱ δὲ πρωτοσπαθάριοι οἱ εὐνοῦχοι ἵστανται ὄπισθεν τοῦ βασιλέως. Προσκαλεῖται δὲ ὁ πραιπόσιτος τοὺς βεστήτορας, καὶ ὑπαλλάξας ὁ βασιλεὺς τὴν χλανίδα αὐτοῦ δι' αὐτῶν, εἶτα κατελθὼν ὀστιάριος, ἵσταται ἐν τῷ βήλῳ, καὶ νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος τῷ κουβικουλαρίῳ τῷ αἴροντι τὸ βῆλον, καὶ εἰσάγονται πατρίκιοι καὶ στρατηγοί, καὶ εἰσελθόντες πίπτουσι. Καὶ ἀναστάντων αὐτῶν, λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, λέγει· "Κελεύσατε." Ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν, ἐξέρχεται ἐν τῷ τρικλίνῳ τῷ καλουμένῳ ∆ανουβίῳ· ἵστανται δὲ οἵ τε βαρβάτοι πρωτοσπαθάριοι καὶ ὁ δρουγγάριος τῆς βίγλης ἔνθεν καὶ ἔνθεν πλησίον τῆς θύρας. Οἱ δὲ πατρίκιοι καὶ στατηγοὶ μετὰ τῆς συγκλήτου πίπτουσι, καὶ λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως καὶ νεύει τῷ τῆς καταστάσεως, κἀκεῖνος λέγει· "Κελεύσατε·" καὶ αὐτοὶ ὑπερεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ ὑπ' αὐτῶν δηριγευόμενος, διέρχεται, ὁ δὲ τῆς καταστάσεως ἐν τῷ μέσῳ, καὶ κατὰ βάθρον ἐπιστρεφόμενος πρὸς τὸν βασιλέα, ἐφαπλῶν δὲ καὶ τὰς χεῖρας αὐτοῦ ἔνδοθεν τοῦ χλανιδίου αὐτοῦ, λέγει πρὸς τὸν βασιλέα· "Καπλάτε ∆όμηνι·" τοῦτο ἐκτελῶν ὅπως ἐν τῇ διόδῳ τοῦ βασιλέως μὴ τύχῃ βάθρον. Καὶ ἔξω τῆς πύλης ἐξελθὼν τῆς ἐξαγούσης πρὸς τὸν ἔμβολον, διέρχεται ἐν 1.139 τῷ δεξιῷ μέρει τοῦ ἐμβόλου, οἱ δὲ πατρίκιοι τῆς αὐτῆς πύλης ἔξω λαμβάνουσι τὰ κηρία αὐτῶν, λεγόντων τῶν δύο μερῶν ἰαμβικά, ἕκαστος αὐτῶν διερχόμενος ἀπὸ τῆς στάσεως αὐτοῦ· πληροῦντος γὰρ τοῦ ἑνός, ἄρχεται ὁ ἕτερος· διελθὼν δὲ ὁ βασιλεὺς πλησίον τοῦ κίονος τοῦ κειμένου ἐγκαρσίως ἐν τῷ πληρώματι τοῦ ἐμβόλου, δέχεται ἐκεῖσε τὸν πατριάρχην μετὰ τῆς λιτῆς, λαβὼν δὲ κηρία παρὰ τοῦ πραιποσίτου καὶ εὐξάμενος, ἐπιδίδωσιν αὐτὰ πάλιν τῷ πραιποσίτῳ, καὶ προσκυνήσας τὸ ἄχραντον Εὐαγγέλιον καὶ τὸν τίμιον σταυρόν, καὶ πάλιν προσκυνήσαντες ἀμφότεροι ἀλλήλους, ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, καὶ ἀσπασάμενοι, λαμβάνει ὁ βασιλεὺς παρὰ τοῦ πραιποσίτου κηρίον λιτανίκιον, καὶ ὑποστρέψας, διέρχεται διὰ τοῦ αὐτοῦ ἐμβόλου. Ἄρχεται δὲ ὁ τῆς καταστάσεως· "Χαῖρε, κεχαριτωμένη Θεοτόκε Παρθένε·" ψάλλοντες δὲ τὸ αὐτὸ τροπάριν οἱ τῆς προελεύσεως ἅπαντες, εἰσέρχονται ἐν τῷ νάρθηκι τοῦ Μεγάλου Ναοῦ, καὶ ὁ μὲν βασιλεὺς καθέζεται ἐπὶ σελλίου ἐν τῷ νάρθηκι, προσμένων μέχρις ἂν καταλάβῃ ὁ πατριάρχης μετὰ τῆς λιτῆς, οἱ δὲ πατρίκιοι καὶ ἡ σύγκλητος εἰσέρχονται καὶ ἵστανται ἐν τῷ ναῷ, ὡς εἴθισται αὐτοῖς, προσμένοντες τὸν βασιλέα. Καταλαβόντος δὲ τοῦ πατριάρχου μετὰ τῆς λιτῆς, ἀνίσταται ὁ βασιλεύς, καὶ προσκυνήσαντες ἀμφότεροι ἀλλήλους ὅ