βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
μέγαν ἐκεῖνον, τὸν τοσαύτης μὲν καὶ τηλικαύτης ἀξιωθέντα παρὰ τοῦ Θεοῦ τιμῆς, οὕτω δὲ πολλάκις ὑπ' αὐτοῦ μαρτυρηθέντα ὡς ἀκοῦσαι "Ἔγνων σε παρὰ πάντας;" καὶ, "Εὕρηκας χάριν ἐνώπιόν μου"· τοῦτον ὅταν ἴδω ἐπὶ τοῦ ὕδατος ̣21 ̣ τῆς ἀντιλογίας οὐδενὸς ἕνεκεν ἄλλου ἵνα μόνον εἴπῃ τῷ λαῷ γογγύζοντι δὶ' ἀπορίαν ὕδατος· "μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ"; τούτου μόνου ἕνεκεν εὐθὺς ἀπειλὴν δεχόμενον, εἰς τὴν 100 γῆν τῆς ἐπαγγελίας μὴ εἰσελεύσεσθαι, ἥτις ἦν τότε τῶν πρὸς Ἰουδαίους ἐπαγγελιῶν τὸ κεφά λαιον· ὅταν ἴδω τοῦτον παρακαλοῦντα καὶ μὴ συγ 110.192 χωρούμενον· ὅταν ἴδω μηδεμιᾶς συγγνώμης διὰ τὰ τοσαῦτα κατορθώματα ἐπὶ τῷ βραχεῖ ἐκείνῳ ῥήματι καταξιούμενον, ὁρῶ "Θεοῦ ἀποτομίαν" κατὰ τὸν Ἀπόστολον, ὄντως δὲ ἐκεῖνο ἀληθὲς εἶναι πεί θομαι, τὸ, "εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;" ̣16 ̣ Περὶ οὗ μέντοι καὶ ὁ θεῖος Ἰσίδωρος πρὸς τινά φησι· "Εἰπὲ τῷ πρός σε διενεχθέντι Ἰουδαίῳ καὶ μηδὲν μὲν γενναῖον μηδὲ νεανικὸν φράσαντι, ἀγυρτικὰς δὲ λογοποιΐας ἐμέσαντι καὶ φήσαντι περὶ τοῦ παιδὸς Ναυῆ εἰρῆ σθαι τό· "Προφήτην ὑμῖν ἀναστήσει ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ," ὅτι κατὰ πολλὰ πλημ μελεῖς, μὴ νοῶν τὰ λεγόμενα καλῶς, μήτε μὴν τὸ ἐπαγόμενον, "Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν ἐντέλληται ὑμῖν· ἔσται δὲ πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς"· Πρῶτον μὲν γὰρ μετὰ τὴν χειροτονίαν ἐκείνου, ταῦτα Μωϋσῆς ἔνθους γενόμενος ἐθέσπισεν, βʹ δὲ, ὅτι εἰ μὲν ὁ τοῦ Ναυῆ παῖς ὑπε ρέβη τὸν Μωϋσέα, πιθανὸν μὲν λεγόμενον, οὐκ ἀληθὲς δέ· εἰ δὲ πολὺ αὐτοῦ καταδεέστερος ἦν, ἀδρανὴς αὕτη ἡ ἔννοια φαίνεται· γʹ δὲ οὐδὲ προσέθηκέ τι τῷ νόμῳ, ἀλλὰ τοῖς ἐκείνου ἐπολιτεύσατο θεσμοῖς· δʹ δὲ, ἐχρῆν, εἴγε περὶ αὐτοῦ ὁ λόγος, εἰπεῖν οὐκ "Ἀναστήσει", ἀλλ' "ἀνέστησε"· εʹ δὲ, ἔδει φρά σαι· "Ἔσται δὲ πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου τούτου", τῷ δὲ εἰπεῖν "ἐκείνου," τοῦτον παρεγράψατο· ϛʹ δὲ, πῶς πρὸς τὸν Ἰωάννην μετὰ γενεὰς πολλὰς τεχθέντα ἀπέστειλαν πευσόμε νοι, εἰ αὐτὸς εἴη ὁ προφήτης; πρὸς οὓς ἔφη· "Οὐκ εἰμὶ ἐγώ"· προφήτης γὰρ ἦν, ὁ προφήτης δὲ, ὁ μέλλων ἔρχεσθαι· ζʹ δὲ, πῶς τοῦ Χριστοῦ παραγενομένου, οἱ τὰ θαύματα θεώμενοι ἔλεγον· "οὗτός ἐστιν ἀληθῶς 101 ὁ προφήτης;" Συνοράτω οὖν πόσα αὐτῷ ἐναντιοῦται καὶ τὸν ἀληθῆ προγνώτην τε καὶ βασιλέα (καὶ δημιουργὸν) προσκυ νείτω.
ΚΓʹ. Περὶ Ἰησοῦ τοῦ Ναυῆ. Μετὰ δὲ Μωϋσέα διεδέξατο τὴν ἀρχὴν Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ περάσας τὸν Ἰορδάνην καὶ ποιήσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας ἔτη λβʹ, πολεμῶν καὶ κα τακληροδοτῶν αὐτὴν τοῖς υἱοῖς Ἰσραὴλ, ἀπέθανε ζήσας ἔτη ριʹ. ̣7 ̣ Καὶ ὁ μὲν Μωσῆς, πατάξας τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων, κατοικῶν ἐν τῇ Ῥαφαῒν ἐν Ἀσταρὼθ, ὄντα τοῦ Ῥαφαῒν ἀπόγονον, οὗ καὶ ἡ κλίνη σιδηρᾶ ὑπῆρχε, τὸ μῆκος ἔχουσα πήχεις θʹ, τὸ πλάτος δʹ, ἀφείλατο πᾶ σαν τὴν γῆν αὐτῶν. ̣3 ̣ Ὁ δὲ Ἰησοῦς χειρωσάμενος τοὺς Χαναναίους, καὶ Φερεζαίους, καὶ Γεργε 110.193 σαίους, καὶ Ἰεβουσαίους, καὶ Ἀμοῤῥαίους ̣21ḅ, καὶ Εὐαίους, καὶ πάντας αὐτῶν τοὺς βασιλεῖς, ὄντας τὸν ἀριθμὸν λβʹ, πᾶσαν τὴν γῆν αὐτῶν δέδωκεν, ὡς εἴρηται, τοῖς υἱοῖς Ἰσραήλ. "Ἐν γὰρ τῷ φεύγειν αὐτοὺς, φησὶν, ἀπὸ προσώπου υἱῶν Ἰσραὴλ, καὶ Κύριος ἐπέῤῥιψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ (ἐν πολέμῳ)". ̣4 ̣ Στρατηγοῦντος οὖν Ἰησοῦ, ὅς γε μέγας, καὶ τερατουργὸς, καὶ θεο φιλὴς πάνυ καὶ οὗτος ἀναδειχθεὶς, οὐκ ἄμοιρος λύ πης καὶ πειρασμῶν διαφόρων ἐγένετο, περὶ οὗ καὶ ὁ θεοῤῥήμων Χρυσόστομος ἔφη· "Ἐννόησον ὅσον ἐστὶ δίκαιος ἄνθρωπος·" εἶπεν Ἰησοῦς (τοῦ Ναυῆ)· "Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ"· καὶ ἐγένετο· φησὶ γάρ· "Ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ εἰς τέλος ἡμέρας μιᾶς, καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη πρό τερον καὶ ἔμπροσθεν, ὥστε ὑπακοῦσαι Θεὸν ἀνθρώ που, ὅτι συνεπολέμει τῷ Ἰσραήλ". Τοῦτο τοῦ Μωϋ σέως