σοφῶν ἐς Ἄμμωνος φοιτῶντες ἢ ἐντὸς τοῦ ∆ελφικοῦ γινόμενοι τρίποδος ἀθρόον τὴν φαινομένην σοφίαν ἐπὶ τὴν θειοτέραν καὶ κρείττονα μετετίθεσαν, πῶς οὐχὶ μᾶλλον αὐτὸς κάτοχος οἷον ὑπὸ τοῦ σοῦ μυστικοῦ γενόμενος πνεύματος ἠχήσω τι πλέον τῆς συνήθους μικροφωνίας; οὐδὲν γὰρ ἐλαττοῦμαι ἢ ὥστε μεταδιδόναι ὑμῖν γνώμης καὶ θεοφορίας τῆς κρείττονος. οἶδα μὲν γὰρ ἀναρρίπτων κίνδυνον ὅ τι μέγαν, ὁ βραχὺς τῷ μεγάλῳ παραμετρούμενος καὶ ὁ μηδὲ τοὺς τῶν φαινομένων λόγους εἰδὼς τῷ μύστῃ τῶν νοητῶν ὑφαίνων τὴν εὐφημίαν. ἀλλ' ἐπειδὴ ἡ σή με θειότης νῦν ἐπὶ τὸν λόγον ἐκίνησεν, ἔνθους ὥσπερ τῷ πνεύματι γέγονα καὶ νεαρωτέραν ἐξ ἑτοίμου ζωὴν εἰληφὼς μαντεύομαι, ἵν' οὕτως εἴπω, ὅσην μοι τὸ στῆθος ἀναδώσει μεγαληγορίαν. κινεῖ μὲν οὖν ὁ βορρᾶς καὶ ταράττει τὴν θάλατταν, ἡ δὲ κυμαίνεται καὶ διεγείρεται· ἀλλ' ἂν ἀνθρόον ἐπιλίπῃ τὸ πνεῦμα, καθίσταται· δεῖ γὰρ τοῖς ὑπό τινος διεγειρομένοις συνεχοῦς τῆς κινήσεως. διὰ ταῦτα μὴ ἅπαξ μοι αὐτὸς τοῦ σοῦ πνεύματος μεταδοὺς ἐπίσχῃς τὴν ἐπιρροήν, ἀλλὰ συνεχέστερον μεταδίδου, ἐγκέλευέ τε καὶ παραθάρρυνε, ἵνα μοι ὁ τόνος τῆς ψυχῆς εὐτονώτερος πρὸς τὴν ἅμιλλαν γένηται. ἅμιλλα γάρ μοι καὶ μέγα ἀνέῳκται στάδιον, καὶ σὺ προκάθῃ βραβευτὴς ἔντεχνος καὶ τῶν ἐμῶν λόγων ἐξεταστής, ἢν δὲ καὶ θεὸς ἐθέλῃ, καὶ στεφανίτης. ἐγὼ δὲ τρέχω δρόμον διπλοῦν, τὸ μὲν τῷ μεγάλῳ συνθέων, τὸ δὲ ὑπό σοι θεατῇ τὸν δρόμον ποιούμενος. καὶ οἶδ' ὅτι τῆς θειοτέρας σοφίας γενόμενος ἀτιμάζεις ταύτην τὴν κάτω καὶ ταπεινήν, καὶ φορτικοὺς ἡγῇ τοὺς ἐπαίνους, ἐξὸν ἐμφορεῖσθαι τῆς ἄνω εὐφημίας. Ἀλλ' ἡμεῖς τί καὶ δράσωμεν, κάτω που ἀπερριμμένοι τῆς σῆς ἀσυγκρίτου μεγαλειότητος; ὅ τι γὰρ ἂν εἴποιμεν, ἔλαττον φανήσεται. καὶ τοσοῦτον τοῦ κολακεύειν ἀπέχομεν, ὥστε καὶ τρόπον τινὰ ἀτιμάζειν δοκοῦμεν τὰ σά· οἷς γὰρ οὐκ ἀφικνούμεθα, καθυβρίζομεν. ἀλλὰ σιωπήσομεν; καὶ πῶς τὴν εὐγνωμοσύνην ἐπιδειξόμεθα; ὁρᾷς ὅπως καὶ τὸ σιωπᾶν καὶ τὸ λέγειν ἐγκλήματα ἡμῖν καθίστανται. οὔ τοι ἐγὼ θεός εἰμι καὶ διὰ τοῦτο θεός· εἰκονίζει γὰρ καὶ τοῦτο τὴν θέωσιν· ὁ γὰρ τῆς μετριοφροσύνης ὅρος ἀκριβεστάτη εἰκὼν τῆς θεώσεως. ἀλλὰ πῶς οὐ θεὸς ὁ τοῖς θείοις πλεονεκτήμασι κοσμούμενος; ἀλλ' ἔπεχέ μοι βραχεῖ χρόνῳ τὴν δυσχέρειαν καὶ δίδου τὴν ἀκοήν, τῆς γλώττης φειδόμενος· εἰ γὰρ ἐρεῖς, κατακλύσεις. ἐγὼ δὲ καὶ ἄλλως δειλός. πῶς οὖν οὐ, θεὸς μορφούμενος ἐκείνοις τοῖς χρώμασιν, οἷς ὁ θεῖος μεμόρφωται ἄνθρωπος, εἶτα καὶ πρὸς τὰ τῇδε ἐπεστραμμένος ὥσπερ τις νοερὰ δύναμις καὶ τῶν ἐν γενέσει ἐπιμελόμενος; ἀνῆκται μὲν γάρ σοι πρὸς τὸν θεὸν ἡ ψυχὴ καὶ τεθέωται· βραχεῖα δέ τις ἡμῖν δύναμις ἐπιρρεῖ παρά σοι καὶ τὸ ἐπιρρέον σοφίας καὶ οἰκονομίας ἄβυσσος. πάλιν με κολακείας γράψῃ, καὶ διὰ ταῦτα πέφρικα καὶ φοβοῦμαι τὸ τελεώτερόν σοι ἐγκώμιον. οἶσθ' οὖν ὅτου χάριν τοῦτο πεποίηκα. οἱ ἐν μετεώροις ἀναρριχώμενοι ἐν τοῖς ἐλάττοσι καὶ χθαμαλωτέροις τὴν τέχνην πρῶτον ἐπιδεικνύουσι. κἂν μὲν οὖν ἐγγὺς τοῦ πράγματος ἔλθωσι, κατατολμῶσι τοῦ μείζονος, εἰ δὲ μή, ἡσυχάζουσιν. ὅρα γοῦν μοι τοῦ λόγου τὸ προεισόδιον καὶ τὴν εἰκόνα τῆς ἀληθείας. ἂν μὲν οὐκ αὔταρκες, σιωπήσομεν· εἰ δ' ὑπογράφει τελεωτέραν τέχνην καὶ δύναμιν, τῷ ἐπιταττομένῳ προσεγχειρήσομεν. 17 Ἐγκώμιον εἰς Ἰωάννην τὸν θεοσεβέστατον μητροπολίτην Εὐχαΐτων καὶ πρωτοσύγκελλον. Ὁ μὲν λόγος ἐλάττων ἴσως τῆς ὑποθέσεως, ὁ δὲ πόθος προδήλως μείζων τοῦ ἐγχειρήματος, δι' ὃν ἐγὼ τῷ σοφῷ Ἰωάννῃ τῷ τῆς Εὐχαΐτων προκαθημένῳ λαμπρᾶς μητροπόλεως, οὐδὲν δὲ ἧττον καὶ οἰκιστῇ ταύτης ἐρεῖν, τῷ ἐμῷ φημὶ καὶ φίλῳ καὶ διδασκάλῳ-οὐ δὲ γὰρ αἰσχύνομαι τοῦτο εἰπεῖν ὅτι μὴ καὶ μᾶλλον ἐντεῦθεν σεμνύνομαι-πεποίημαι τὸ ἐγκώμιον· ἄτοπον γάρ, εἰ παρ' ἐκείνου λαβόντες τοῦ λόγου τὴν δύναμιν, ἔπειτα μή τι τοῦ προσειλημμένου ἐκείνῳ ἐπαναθήσομεν, μηδὲ τιμήσομεν τὰ εἰκότα, παρ' οὗ τοῦ λόγῳ τιμᾷν δύνασθαι τὰς