γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος»; τί λέγω, Ἱερεμίας; καὶ ὁ ἐμὸς Ἰησοῦς ἐμυκτηρίζετο· «ἤκουον» γάρ φησι «ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐμυκτήριζον αὐτόν». ἀλλ' «ὁ κύριος ἐκμυκτηρίζει» πάντας τοὺς ἐκμυκτηρίζοντας τοὺς λόγους τοῦ θεοῦ. «ἐγενόμην εἰς γέλωτα». ὅρα ποταποὺς βίους ἐβίωσαν οἱ προφῆται, πῆ μὲν καταγελώμενοι, πῆ δὲ κινδυνεύοντες καὶ καταβαλλόμενοι καὶ λιθοβολούμενοι ὑπὸ τοῦ λαοῦ, ἀναιρούμενοι, μισούμενοι, ἐκδιωκόμενοι· καὶ πάντα ἔπασχον καὶ ὑπέμενον, ἵνα κατὰ τὸ βούλημα τοῦ θεοῦ «δόξαν τὴν παρὰ τοῦ μόνου ζητοῦντες», κηρύσσοντες τὸν λόγον τύχωσι τοῦ τέλους τοῦ παρὰ τοῦ θεοῦ. «πᾶσαν τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος». κατηγορία τῶν κατὰ τὴν γενεὰν ἐκείνην, ὅτι οὐδὲ ἡμέρας ὀλίγας τινὰς ἐποίησεν ὁ προφήτης μυκτηριζόμενος, ἀλλὰ «πᾶσαν ἡμέραν διετέλεσε μυκτηριζόμενος». 20.6 «Ὅτι πικρῷ λόγῳ μου γελάσομαι». ἔστι τις ἐπαγγελία γέλως, ἧς ἐπαγγελίας ἐπώνυμός ἐστιν ὁ πατριάρχης Ἰσαάκ· ἑρμηνεύεται γὰρ Γέλως. ὅτι δὲ ἐπαγγελία γέλως, δῆλον [ὅτι] ἐκ τοῦ «μακάριοι οἱ κλαίοντες νῦν»· ἡ δὲ ἐπαγγελία «ὅτι γελάσονται». ὥσπερ ἐπαγγελία «υἱοὶ θεοῦ κληθήσονται», καὶ «τὸν θεὸν ὄψονται», καὶ «κληρονομήσουσι τὴν γῆν», καὶ «αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», οὕτως ἐστὶν ἐπαγγελία γέλως· ᾗ ἐπαγγελίᾳ τὸ ἐναντίον ὁ μακαριζόμενός ἐστι κλαυθμός. ζητήσεις δέ, εἰ τούτῳ τῷ ἀγαθῷ γέλωτι καθ' ἑτέραν καὶ ἑτέραν ἐπίνοιαν συνᾴδει μὲν ὁ μακαριζόμενος κλαυθμός, ἐναντιοῦται δὲ ὁ τοῖς ἐναντίοις ταλανιζόμενος ἀποκείμενος κλαυθμὸς ἕτερος. «οὐαὶ» γὰρ «οἱ γελῶντες νῦν, ὅτι πενθήσουσι καὶ κλαύσονται»· ἄλλος γὰρ κλαυθμὸς ὁ μακαριζόμενος, ἄλλος ὁ ἀποκείμενος τοῖς κακῶς βεβιωκόσιν. εἰ δέ τι κἀκεῖνος τέλος ἔχει ὠφέλιμον, οὐκ οἶδα. τί λέγω; [εἰ δέ τι κἀκεῖνος τέλος ἔχει ὠφέλιμον, οὐκ οἶδα] ἄκουε Παύλου. ὅτε ἐδίδασκεν, ἐπραγματεύετο λέγων λυπῆσαι τοὺς ἀκούοντας. καὶ ὁμολογεῖ ὅτι τότε μάλιστα εὐφραίνετο, ὅτε ἐλυπεῖτό τις ἐξ αὐτοῦ· φησὶ γάρ· «καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;» καὶ εἴ τίς γε ἱκανός ἐστι κινῆσαι ψυχὴν ἀκροατοῦ μάλιστα ἡμαρτηκότος, τοιούτους εὔχεται λόγους λέγειν, οἵτινες ἀπὸ δυνάμεως καὶ παρατάξεως καὶ θειότητος καὶ νοημάτων ἀπαγγελλόμενοι ἱερῶν σείσουσι τὴν ψυχὴν τοῦ ἀκούοντος καὶ κινήσουσιν ἐπὶ πένθος καὶ ἐπὶ κλαυθμὸν καὶ ἐπὶ δάκρυα, ὡς χαίρειν τὸν λέγοντα, † ὅτε ἴδῃ τὸ ἀκροατήριον τερπόμενον καὶ γέμον ἐπὶ τοῖς λεγομένοις. ὅπου μὲν γὰρ εἰς ἐπαγγελίας ἄγει, ὡς «διὰ στενῆς καὶ τεθλιμμένης τῆς ἐν τῷ λυπεῖσθαι ὁδοῦ ἐπὶ τὴν ζωήν», καὶ διὰ τοῦ κλαυθμοῦ ἄγει ἐπὶ τὸν μακαριζόμενον γέλωτα. ὅτε δὲ οὐ τοῦτο ἀνύει, [οὐ] φοβοῦμαι μὴ τοιαῦτα λέγῃ· «οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε». Πρὸς τί δέ μοι τοῦτο εἴρηται, ἢ βουλομένῳ ὑπαινίξασθαι ὅτι λέγει, «πικρῷ λόγῳ μου γελάσομαι», καὶ παραστῆσαι γέλωτα κλαυθμοῦ, καὶ κλαυθμὸν ἐκεῖνον ὃν κλαύσονται οἱ ἐνταῦθα γελῶντες, τάχα τοῦ θεοῦ πραγματευομένου ἐγγεννῆσαι αὐτοῖς κλαυθμόν; «ἐκεῖ» γὰρ «ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». καὶ τοῦτο πραγματεύεται ὁ θεὸς ὁρῶν ὅτι ὁ κλαίων· ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν, ὁ θρηνῶν ἐπὶ τοῖς ἰδίοις παρανομήμασιν ἤδη εἰς συναίσθησιν ἐλήλυθε τῶν ἰδίων κακῶν. ὡς εἴθε ἕκαστος ἡμῶν καθ' ἕκαστον ἁμάρτημα ἔλεγε· «λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω». ὡς εἴθε ἕκαστος ἡμῶν ἔλεγεν ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασι κλαίων· «ἐγενήθη μοι τὰ δάκρυα ἄρτος ἡμέρας καὶ νυκτός». ἐάν μου ὁ λόγος πικρότερος ἐνταῦθα ᾖ, πικρότερος δὲ διὰ τὸ θλίβεσθαί με δι' αὐτὸν, ἀηδίζονται οἱ ἀκούοντες. οἱ ἐλεγχόμενοι, ὅταν βαρῶνται τὸν λέγοντα, οἶδα ὅτι ἐπὶ τῷ πικρῷ λόγῳ μου τὸ τέλος ἐστὶ γελᾶν, γελᾶν δὲ τὸν τῶν μακαριζομένων γέλωτα. καὶ τοῦτο τάχα εἰδὼς ὁ προφήτης ἔλεγεν· «ὅτι πικρῷ λόγῳ μου γελάσομαι»· ἤδη «πικρῷ λόγῳ», ἀλλ' οὐκ ἤδη γελῶ, ἀλλὰ «πικρῷ λόγῳ μου γελάσομαι». 20.7 «Ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι». θεὸν ἐπικαλεῖται ὁ δίκαιος, τὴν σοφίαν ἐπικαλεῖται καὶ