48
κακοῦ. Παρ' αὐτὴν γὰρ τὴν γέννησιν κριτὴς ὢν, ἐκ φύσεως, ἀγαθῶν ἔσται ποιητικὸς καὶ κακῶν ἀφοριστικός· ὅπερ αὐτοῦ καὶ τὴν καθόλου κρίσιν παρίστησιν. Πονηρίας μὲν ἀποῤῥιπτομένης, ἀρετῆς δὲ τῶν προσηκόντων τυγχανούσης γέρων· ἀνθίστανται δὲ Ἰουδαῖοι τῇ ἐκδόσει τῶν Ἐβδομήκοντα, διὰ τὸ Παρθένον εἰρῆσθαι, καὶ μὴ νεᾶνιν, ὡς ἡ τῶν Ἑβραίων ἕχει Γραφὴ, ὅπερ δηλοῖ τὴν ἀκμάζουσαν, ἀλλ' οὐ γάμων ἄπειρον πάντως γυναῖκα. Καὶ πῶς σημεῖον, ἤτει θαυμαστὸν, ἐξ ἀνδρὸς γυναῖκα τεκεῖν; τὸ γὰρ σημεῖον, τεραστίου τινὸς καὶ παρηλλαγμένου τῆς τῶν ἀνθρώπων συνηθείας ἐστὶν ἐπίδειξις. Πῶς δὲ καὶ τὸ ἀπὸ θελήματος σαρκὸς γεννηθὲν Ἐμμανουὴλ ὀνομάζεται; Εἰ μὲν γὰρ σημεῖόν ἐστι τὸ δοθὲν, παράδοξος ἔσται καὶ ἡ γέννησις. Πῶς σημεῖον; Πῶς δὲ πάλιν Ἐμμανουὴλ προσηγόρευται; Ὅτι δὲ καὶ τὴν Παρθένον νεᾶνιν ἰδίως κέκληκεν ἡ Γραφὴ, δῆλον ἐξ ὧν ἐν ∆ευτερονομίῳ φησίν· "Ἐὰν δὲ ἐν τῷ πεδίῳ εὕρῃ τὴν παῖδα τὴν μεμνηστευμένην, καὶ ἐκβιασάμενος κοιμηθῇ μετ' αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρωπον μόνον. Καὶ τῇ νεάνιδι ποιήσετε οὐδὲν," καὶ τὰ ἑξῆς. Καὶ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν, ἡ θάλπουσα τὸν ∆αβὶδ παρθένος ἡ Ἀβισὰκ νεᾶνις εἴρηται, περὶ ἧς φησιν· Καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν. Ἐκ Παρθένου τοίνυν ἁγίας ὁ Ἐμμανουὴλ, τῆς εἰπούσης· Καὶ πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Πρὸς ἣν εἶπεν ὁ ἄγγελος· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Αὐτὴ ὑπόδικος οὐκ ἔστι τῷ περὶ καθαρισμοῦ νόμῳ. Φησὶ γὰρ ἐν ∆ευτερονομίῳ· Γυνὴ ἥτις ἂν σπερματισθῇ καὶ τεκῇ ἄρσεν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. Μὴ σπερματισθεῖσα δὲ τοῦ Ἐμμανουὴλ ἡ μήτηρ, καθαρά τέ ἐστι καὶ ἀμίαντος. Ἐπεὶ γὰρ ὁ πρῶτος Ἀδὰμ οὐκ ἐκ συνόδου γέγονε γαμικῆς, ἐκ δὲ τῆς γῆς ἐπλάσθη ληφθεὶς, καὶ ὁ ἔσχατος ἀνακαινίζων αὐτοῦ τὴν φθορὰν, ἐν τῇ παρθενικῇ μήτρᾳ διαπλασθὲν τὸ σῶμα 1965 λαμβάνει, ὡς ἂν ἐν ὁμοιώματι γένηται τῷ τῆς ἁμαρτίας διὰ σαρκός. Ὡς ἂν δὲ μὴ τὸ παράδοξον τῆς γεννήσεως τοῖς μὴ παραδεχομένοις τὴν θείαν οἰκονομίαν, ἄπιστον γένηται· ἔκτισέ τινα τῶν ζώων ὁ ∆ημιουργὸς ἐκ θηλείας μόνης, χωρὶς ἀῤῥένων τικτόμενα. Τοιαῦτα γὰρ περὶ γυπῶν ἐν τῇ περὶ ζώων ἱστορεῖται συγγραφῇ. Πάλιν δέ φασιν Ἰουδαῖοι περὶ τῆς Ἄχαζ ταῦτα λέγεσθαι γυναικὸς τὸν ἐξ αὐτῆς γενόμενον Ἐζεκίας μηνύοντα. Καὶ τίς ἐκάλεσε τοῦτον Ἐμμανουήλ; Πῶς δὲ ἠπείθησε πονηρίᾳ πρὶν γνῶναι ἀγαθὸν ἢ κακόν; πῶς δὲ τοῦτο σημεῖον; Τὸ δὲ αὐτὸ πάλιν ἐροῦμεν· Τί δὲ προὔκειτο νῦν περὶ τῆς τούτου λέγειν γενέσεως; ἀλλὰ καὶ ἦν ἤδη τεχθεὶς, εἴ τις τοὺς χρόνους σκοπήσειε τῆς τε παρούσης προφητείας, καὶ τῆς ἐκείνου γενέσεως. Οὐκοῦν Ἐμμανουὴλ Θεοῦ Λόγος ὁ σαρκωθεὶς, ὃν καὶ σὺ, φησὶν, καλέσεις, ὦ οἶκος ∆αβίδ· τοῦτ' ἔστιν, ὁμολογήσεις τὸν Θεὸν ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα, τὸν Ἀδὰμ ἀνακτίζοντα. Τοιγαροῦν, ὡς ἐκεῖνος ἦν πρὸ τῆς ἁμαρτίας, ἐν ἀγνοίᾳ τοῦ γνωστοῦ καλοῦ καὶ πονηροῦ κατὰ πεῖραν· οὕτω καὶ ὁ Ἐμμανουὴλ, ἐν τῇ παιδικῇ διαθέσει, τὸ ἀκέραιον καὶ ἄτρωτον ἔτι τοῦ Ἀδὰμ ἐμιμήσατο. Ἐν δὲ τῷ ἀθετεῖν πονηρίαν, τὴν ἐκ τῆς παρακοῆς παρανομίαν ἐπηνωρθώσατο. Νῦν μὲν οὖν, φησὶ, διὰ τὴν ἐμὴν φιλανθρωπίαν θαῤῥήσατε. Οὐ γὰρ λήψονται τὴν γῆν τὴν ὑμετέραν οἱ βασιλεῖς· μᾶλλον δὲ, τοῦ κατὰ τὸν Ἐμμανουὴλ μέλλοντος γίνεσθαι θαύματος ὕστερον, ἀξιόπιστον νῦν ἐνέχυρον λαμβανέτω, τὴν γῆν ἐλευθερωθῆναι, δι' ἥνπερ πεφόβησαι. Οὐ γὰρ οἷόν τε τοῦ Σωτῆρος εὐαγγελισθέντος μὴ γενέσθαι νῦν ὑμῖν πολιορκουμένοις ἐλευθερίαν. Πλὴν ἥξει καὶ ἐφ' ὑμᾶς, ὁ οἷκος ∆αβὶδ, οἷα μηδέ ποτε· σημαίνων τὰ ἐκ τῶν Ἀσσυρίων, κατὰ δέ τινας, Ῥωμαίων ἐπενεχθέντα δεινὰ, καθὰ οὐ γέγονεν, ἐξ οὗπερ οἱ τὴν Σαμάρειαν οἰκοῦντες εἰς ἑαυτοὺς περιέσπασαν τὴν Ἀσσυρίων ἔφοδον. Μείζω γὰρ ἀσεβήσαντες, οὐκ ἀφῆκαν ὑμᾶς πρώτους παθεῖν. Τὸ δὲ καταλειφθῆναι τὴν γῆν, τινὲς οὕτως ἑρμήνευσαν· ὅταν ἡ παρθένος ἐν γαστρὶ λαβοῦσα τέκῃ, καὶ σὺ καλέσῃς τοὔνομα αὐτοῦ Ἐμμανουὴλ, τότε πάντες οἱ παρενοχλοῦντες τῇ ἁγίᾳ γῇ, καταλείψουσιν αὐτήν. Οἱ γὰρ πολεμήσαντες τὴν Ἐκκλησίαν, τὸ ἄμαχον αὐτῆς ἰδόντες, ἀπεῖπον ἀφέντες αὐτὴν, ὡς παρὰ Θεοῦ