De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
τε βασιλεὺς καὶ ὁ πατριάρχης, ἀπέρχονται ἀμφότεροι καὶ ἵστανται ἐν τῇ πύλῃ τοῦ Μεγάλου Ναοῦ· καὶ ἀρξάμενος ὁ πατριάρχης τὴν εὐχὴν τῆς εἰσόδου τῆς θείας λειτουργίας, λαβὼν ὁ βασιλεὺς παρὰ τοῦ πραιποσίτου κηρία τῆς προσευχῆς, καὶ εὐξάμενος δίδωσιν αὐτὰ πάλιν τῷ πραιποσίτῳ, καὶ αὐτὸς τῷ τῆς καταστάσεως. Καὶ προσκυνήσας ὁ βασιλεὺς τὸ ἄχραντον Εὐαγγέλιον, διέρχεται μέσον διὰ τοῦ ναοῦ μετὰ τοῦ πατριάρχου, καὶ διὰ τῆς πλαγίας τοῦ ἄμβωνος εἰσέρχεται ἐν 1.140 τῇ σωλαίᾳ, καὶ στὰς ἔμπροσθεν τῶν ἁγίων θυρῶν καὶ ἅψας κηροὺς καὶ εὐξάμενος, εἰσέρχεται εἰς τὸ θυσιαστήριον. Ἀσπασάμενος δὲ τὴν ἁγίαν ἐνδυτήν, λαβὼν ἀποκόμβιον παρὰ τοῦ πραιποσίτου, τίθησιν αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ καὶ ἐξέρχεται, καὶ διδοῦσιν αὐτῷ εὐλογίας οἱ ἱερεῖς, διὰ μέσης τοῦ ναοῦ. Μέλλοντος δὲ τοῦ βασιλέως ἐξέρχεσθαι ἐν τῷ νάρθηκι, ἵστανται ὀρφανὰ ἐπάνω τῶν σκάμνων ἀπ' ἀριστερᾶς τῆς μεγάλης πύλης, καὶ φωνοβολοῦντες ὑπερεύχονται τὸν βασιλέα, ὡς ἡ συνήθεια ἔχει. Ἐλθόντες δὲ ἐξ ἴσου ἐν τῷ στυρακίῳ ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, προσκυνήσαντες καὶ ἀσπασάμενοι ἀλλήλους, ὁ μὲν πατριάρχης ἀπέρχεται ἐν τῷ μεγάλῳ ναῷ τοῦ ἐκτελέσαι τὴν θείαν λειτουργίαν, ὁ δὲ βασιλεὺς διὰ τοῦ στυρακίου ἀνελθὼν ἐν τῷ εὐκτηρίῳ ἅπτει ἐκεῖσε κηρούς, ὡσαύτως δὲ καὶ ἐν τοῖς κατηχουμενίοις, εἰς τὸν σταυρόν, καὶ εἰσελθὼν ἐν τῷ εὐκτηρίῳ, ἵσταται ἐκεῖσε, ἐκτελῶν τὴν θείαν λειτουργίαν· οἱ δὲ πατρίκιοι καὶ οἱ λοιποὶ ἄρχοντες ἅπαντες ἵστανται ἔξω ἐν τοῖς κατηχουμενίοις. Τῆς δὲ θείας κοινωνίας ἐγγιζούσης, προστάσσει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τῷ τῆς καταστάσεως, καὶ ἀποστέλλει σιλεντιαρίους δύο πρὸς τὸ προσκαλέσασθαι τὸν πατριάρχην, καὶ ἀνάγουσιν αὐτὸν διὰ τοῦ στυρακίου ἐν τῷ εὐκτηρίῳ, ἐν ᾧ ἵσταται ὁ βασιλεύς. Κοινωνήσαντος δὲ τοῦ βασιλέως παρὰ τοῦ πατριάρχου τοῦ ἀχράντου σώματος καὶ αἵματος τοῦ Κυρίου, εἰσέρχεται ἐν τῷ κοιτῶνι, καὶ εἶθ' οὕτως εἰσελθόντες πατρίκιοί τε καὶ στρατηγοὶ καὶ δομέστικοι καὶ οἱ τὰ πρῶτα ὀφφίκια κατέχοντες, κοινωνοῦσι καὶ αὐτοὶ ἐκ τῶν χειρῶν τοῦ πατριάρχου· καὶ πάντων ἐξελθόντων καὶ τοῦ πατριάρχου μέλλοντος κατέρχεσθαι, ἑστῶτος τοῦ βασιλέως ἔμπροσθεν τῆς θύρας τοῦ κοιτῶνος αὐτοῦ, προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους, καὶ ἀπελθὼν ὁ πατριάρχης ἐκτελεῖ τὴν θείαν λειτουργίαν 1.141 ἅπασαν. Τελεσθείσης δὲ τῆς θείας λειτουργίας, διέρχεται ὁ βασιλεὺς ἠλλαγμένος διὰ τοῦ τρικλίνου τῆς ἁγίας σοροῦ, βασταζόντων τῶν κουβικουλαρίων τὰ ἐκεῖσε ὄντα βῆλά τε καὶ κορτίνας, καὶ ἀνέρχεται ὁ βασιλεὺς διὰ τοῦ βισαλωτοῦ καὶ τοῦ κοχλιοῦ, καὶ εἰσέρχεται ἐν τῷ ∆ανουβίῳ τρικλίνῳ, καὶ ἵσταται ἡ τιμία αὐτοῦ τράπεζα ἐκεῖσε, καὶ μένουσιν ἐκεῖσε πρωτοσπαθάριοι βαρβάτοι, σπαθαροκανδιδάτοι καὶ οἱ ἐπὶ τοῦ μαγλαβίου καὶ λοιποὶ ἅπαντες οἰκειακοί, καὶ τότε οἱ μὲν κληθέντες ἐξ αὐτῶν ἐκδέχονται ἐκεῖσε, οἱ δὲ λοιποὶ ἄρχοντες ἕκαστος ἐν τῷ κοιτῶνι αὐτοῦ. Ὁ δὲ βασιλεὺς ἀνελθὼν ἐν τῷ Ἀναστασιακῷ τρικλίνῳ καὶ ἀπαλλάξας, μένει μετὰ τὸ διβητήσιον αὐτοῦ· οἱ δὲ σιλεντιάριοι, προσκαλεσάμενοι τὸν πατριάρχην, ἀναφέρουσιν αὐτὸν μέχρι τοῦ κοχλιοῦ, καὶ καθίσας ἐκεῖσε πλησίον τῆς εἰσαγούσης πύλης ἐν τῷ τρικλίνῳ, ἐν ᾧ ἡ τράπεζα ἵσταται, μηνύει τῷ βασιλεῖ ὁ πραιπόσιτος, ὁ δὲ βασιλεὺς κελεύει τῷ πραιποσίτῳ προσκαλέσασθαι τὸν πατριάρχην, καὶ ἵσταται ὁ βασιλεύς, φορῶν τὸ σαγίον αὐτοῦ, ἐν τῇ τραπέζῃ ἐκδεχόμενος τὸν πατριάρχην, καὶ καταλαβόντος τοῦ πατριάρχου, προσκαλοῦνται παρὰ τοῦ πατριάρχου οἱ ἱερεῖς καὶ ποιοῦσι τὸν στίχον. Καὶ εἶθ' οὕτως ὁ μὲν βασιλεὺς ἐκβάλλει τὸ σαγίον αὐτοῦ, ὁ δὲ πατριάρχης τὸ ὠμοφόριον αὐτοῦ, καὶ λαβόντες αὐτὸ ἱερεῖς ἐξέρχονται. Καὶ καθίσαντες ἐν τῇ τραπέζῃ ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, εἰσφέρουσι τὰ κουκουμάρια κουβικουλάριοι δύο, καὶ πίνουσι πρὸς ἅπαξ, καὶ εἶθ' οὕτως εἰσέρχονται οἱ φίλοι, καὶ ἐπιτελεῖται ἡ συνήθεια πᾶσα τοῦ τραπεζίου· καὶ ἀναστάντων τῶν φίλων καὶ ἐξελθόντων, μένει ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, καὶ εἰσφέρουσι πάλιν οἱ κουβικουλάριοι τὰ κουκουμάρια, καὶ πιόντες πάλιν πρὸς ἅπαξ ἀνίστανται, καὶ ὁ μὲν πατριάρχης μικρὸν ὑπεξελθών, 1.142 βάλλει τὸ ὠμοφόριον αὐτοῦ, ὁ δὲ βασιλεὺς τὸ σαγίον αὐτοῦ, καὶ εἰπόντες τὸν στίχον, ἐπιδίδωσι τῷ βασιλεῖ ὁ πατριάρχης εὐλογίας, καὶ ἐξέρχονται οἱ ἱερεῖς. Καθέζεται δὲ ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης μικρόν, ὁμιλοῦντες πρὸς ἀλλήλους, εἶτα προσκυνήσαντες ἀλλήλους καὶ ἀσπασάμενοι, ἐξέρχονται, καὶ ὁ μὲν πατριάρχης προπέμπεται ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου μέχρι τοῦ