ἐπεκάλει βοηθόν τε αὐτὸν γενέσθαι τὴν ταχίστην τῇ Ῥωμαίων ἀρχῇ ἠξίου, ὡς ἐφύβριστα πασχούσῃ· καὶ τοῦτον ἀναγορεύουσι βασιλέα. ὁ δὲ καὶ αὐτὸς ἐξυπτιάζεται πρὸς τὴν τῶν πραγμάτων ἐπιμέλειαν, καὶ ἀνειμένως τοῖς Ἀντιοχεῦσι συνευφραίνετο εἰς ἑορτὰς καὶ θέας ἐπιδιδούς, τῆς τε εἰς τὴν Ῥώμην ἀφόδου ἠμέλει, τοῖς τε Ἰλλυρικοῖς στρατεύμασι δέον ἐπιφοιτῆσαι τὴν ταχίστην καὶ φθάσαι οἰκειωσάμενον αὐτά, οὐδὲ τῶν πραττομένων τι αὐτοῖς ἐδήλου, ἐλπίζων πάντας ὁμογνώμονας ἔσεσθαι τῇ Ῥωμαίων εὐχῇ. ταῦτα δὲ αὐτοῦ πράττοντος, διηγγέλθη εἰς Ἰλλυριοὺς καὶ πᾶν τὸ ἐκεῖσε στρατιωτικόν, ὃ ταῖς ὄχθαις Ἴστρου τε καὶ Ῥήνου ἐπικείμενον ἀπείργει τοὺς ἐπέκεινα βαρβάρους καὶ φρουρεῖ τὴν Ῥωμαίων ἀρχήν. ἡγεῖτο δὲ τούτων Σεβῆρος, ἀνὴρ τὸ μὲν γένος Λίβυς, εἰς δὲ πραγμάτων διοίκησιν γενναῖος. Οὗτος πυθόμενος τὴν Ῥωμαίων ἀρχὴν μετέωρον φερομένην ἁρπάσαι, καταγνοὺς τοῦ μὲν ῥᾳθυμίαν, τοῦ δὲ δυσπραγίαν. ἀνέπειθον δὲ αὐτὸν καὶ ὀνείρατα καὶ χρησμοὶ καὶ σύμβολα. τό γε τελευταῖον ᾠήθη τὸν Περτίνακα ἰδεῖν ἐφ' ἵππου προϊόντα, τὸν δὲ ἵππον ἐκεῖνον μὲν ἀποσεισάμενον, Σεβῆρον δὲ ἀναλαβόντα. οὕτω τοίνυν ὁ Σεβῆρος ἀρθεὶς τὴν γνώμην ἀπόπειραν τῶν στρατιωτῶν ἐποιεῖτο. τὰ μὲν πρῶτα κατ' ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχους οἰκειούμενος περὶ τῆς τῶν Ῥωμαίων ἀρχῆς διελέγετο, ὡς ἔρριπτο, οὐδενὸς ὄντος τοῦ κατ' ἀξίαν αὐτὴν λαμβάνοντος καὶ Περτίνακος φόνον ζητοῦντος. ἡγεμὼν γὰρ τῶν Ἰλλυριῶν ἐπὶ Μάρκου καταστὰς ὁ Περτίναξ μνήμης εἶχε παρ' αὐτοῖς μεγάλως. Τοιαῦτα τοίνυν λέγοντος τοῦ Σεβήρου, ἐπέδοσαν ἑαυτοὺς οἱ στρατιῶται, μάλιστα διὰ τὸν Περτίνακος φόνον, ὥστε παραχρῆμα καὶ αὐτοκράτορα ἀποδεῖξαι τὸν Σεβῆρον. ὁ δὲ τὴν ἀρχὴν ὑποδεξάμενος καί τινα προσδιαλεχθεὶς τῷ στρατοπέδῳ εὐθέως τὴν ἐπὶ τὴν Ῥώμην ἄφιξιν προηγόρευσεν, ὀλίγον τινὰ δοὺς καιρὸν τοῖς στρατιώταις ἀναπαύσεως. ὡς δὲ τῆς ὁδοιπορίας ἤρξατο, οὐδαμοῦ τρυφὴν βασιλικὴν ἐνδεικνύμενος, ἀλλὰ σὺν τοῖς στρατιώταις διαιτώμενος, ἐπέστη τε τοῖς τῆς Ἰταλίας ὅροις, τήν τε φήμην προφθάσας τοῖς ἐκεῖσε παρὼν ὤφθη· καὶ πάντες αὐτὸν δαφνηφοροῦντες καὶ ταῖς πύλαις ἠνεῳγμέναις ἐδέχοντο. †τὸ γὰρ πλῆθος 92 τοῦ στρατοῦ τὴν δύναμιν καὶ τὸ πλῆθος ἀκούων, οὔτε δὲ τῷ δήμῳ πιστεύων, οὔτε τοῖς στρατιώταις θαρρῶν, οὓς ἐψεύσατο, καὶ διὰ τοῦτο οὐδὲ τῆς πόλεως προελθεῖν ἐτόλμα, ἀλλὰ τὰ ἔνδον παρεσκευάζετο, ὡς τὴν Σεβήρου μάχην ἐν τῇ πόλει ποιησόμενος. Ἐκείνου δὲ ταῦτα βουλευομένου, ὁ Σεβῆρος κατέλαβε τὰ τείχη καὶ κελεύει διὰ πάσης ὁδοῦ λανθάνοντας καὶ κρύπτοντας τὰ ὅπλα ἐν ἰδιωτῶν σχήματι εἰσδύνειν τοὺς στρατιώτας· καὶ ἤδη οἱ πολέμιοι ἔνδον ἦσαν, τοῦ Ἰουλιανοῦ ἐξυπτιάζοντος καὶ ἀγνοοῦντος τὰ πραττόμενα. ἐπειδὴ δὲ ταῦτα διάπυστα τῷ δήμῳ ἐγένετο ἐν πολλῇ ταραχῇ ὄντι διά [τε] τὴν δύναμιν τοῦ Σεβήρου, τὰ ἐκείνου φρονεῖν προσεποιοῦντο, τοῦ μὲν Ἰουλιανοῦ καταγινώσκοντες ἀνανδρείαν, τοῦ δὲ Νίγρου μέλλησίν τε καὶ ῥᾳθυμίαν. ὁ δὲ Ἰουλιανὸς ἀφασίᾳ τε καταληφθεὶς πέμπει πρὸς τὸν Σεβῆρον, κοινωνὸν αὐτὸν τῆς βασιλείας ἀποφηνάμενος. ἡ δὲ σύγκλητος ὁρῶσα τὸν Ἰουλιανὸν ἐν ἀπογνώσει, τῷ δὲ Σεβήρῳ πάντας ἤδη προσχωροῦντας, συνέδριον ποιησαμένη ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ ποτε οἱ ὕπατοι τὰ πράγματα διῴκουν, ψηφίζεται τὸν μὲν ἀναιρεθῆναι, ἀποδεχθῆναι δὲ μόνον αὐτοκράτορα Σεβῆρον. πρεσβείαν τε πρὸς αὐτὸν ἐκπέμπει διὰ τῶν ἐξοχωτάτων τῆς βουλῆς πάσας τε αὐτῷ προσφέρει τὰς σεβασμίους τιμάς, ἐπὶ δὲ τὸν Ἰουλιανὸν χιλίαρχον ἀποκτενοῦντα ἄνανδρον καὶ ἄθλιον πρεσβύτην ἰδίοις χρήμασιν ὠνησάμενον οὕτω πονηρὸν τέλος. ὁ μὲν οὖν εὑρεθεὶς ἔρημος αἰσχρῶς ὀλοφυρόμενος ἐφονεύθη. ἐπεὶ δὲ τὰ παρὰ τῆς συγκλήτου ἐδηλώθη τῷ Σεβήρῳ ἥ τε τοῦ Ἰουλιανοῦ ἀναίρεσις, ἀναβὰς ἐπὶ τοῦ βήματος αὐτοκράτωρ καὶ Αὔγουστος ὑπὸ Ῥωμαίων ἀνηγορεύθη. *** Ὁ δὲ Σεβῆρος θυμῷ καὶ ὀργῇ εὐθέως πρὸς τοὺς ἐν Ῥώμῃ φίλους αὐτοῦ ἐχρήσατο, καὶ τοῦ Ἀλβίνου τὴν κεφαλὴν δημοσίᾳ ἀνασταυρωθῆναι ἔπεμψεν. αὐτὸς δὲ τὰ κατὰ τὴν Βρεττανίαν διοικήσας δύω τε ἡγεμόνας ἀντὶ ἑνὸς