βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
μεῖζον. (Τί δήποτε; οὐ γάρ ἐστιν 102 ἴσον θαλάττῃ ἐπιτάξαι καὶ τοῖς κατ' οὐρανόν· μέγα μὲν οὖν κἀκεῖνο καὶ σφόδρα μέγιστον, πλὴν ἀλλ' οὐδὲν ἴσον.) Εἰ τοίνυν ἐνταῦθα τοιαῦτα ἐργάζονται οἱ ἅγιοι, τί ἄρα ἐκεῖ; πόσην ἔχουσι μετ' ἀλλήλων λαμ πρότητα καὶ παῤῥησίαν! ̣5 ̣ "Ἀλλά γε καὶ οὗτος δὴ ὁ θαυμαστὸς καὶ τερατουργὸς διαδεξάμενος τὸν Μωϋσῆν, συναπέλαυσεν αὐτῷ πάντων, ὡς ἔπος εἰ πεῖν, τῶν ἀνιαρῶν εἰ δέ τι διὰ τὸ νέον τῆς ἡλικίας ἐξέφυγε, τοῦτο μετὰ τὴν ἐκείνου τελευτὴν ἐξεπλή ρωσεν· οὔτε γὰρ μόνον, ὅτε ἔζη Μωϋσῆ, τὰ ἱμά τια διέῤῥηξε καὶ σποδὸν κατεπάσατο, ἀλλὰ καὶ τελευτήσαντος (πάλιν) εἰς (τὴν αὐτὴν πάλιν, μᾶλλον δὲ καὶ) χείρονα κατέστη ταύτης ἀνάγκην, δι' ὅλης ἡμέρας πρηνὴς κείμενος ἐπὶ τῆς γῆς" διὰ τὴν ἁμαρτίαν Ἄχαρ καὶ τὴν τοῦ λαοῦ ἧτταν (μετὰ τὸ στῆσαι τὸν Ἰορδάνην, καὶ τὸν λαὸν διαβιβάσαι, καὶ τὴν πόλιν Ἱεριχὼ καταστρέψαι. "Καὶ ἄκουσον αὐτοῦ καὶ τῶν ῥημάτων καὶ τῶν ὀδυρμῶν)· φησὶ γάρ· "Καὶ διέῤῥηξεν ὁ Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐνώπιον Κυρίου ἕως ἑσπέ ρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραὴλ, καὶ ἐπέβαλον χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, καὶ εἶπεν Ἰησοῦς· "∆έο μαι, Κύριε, ἵνα τί διεβίβασεν ὁ παῖς σου τὸν Ἰσραὴλ τὸν Ἰορδάνην, παραδοῦναι αὐτὸν τῷ Ἀμοῤῥαίῳ, ἀπολέσαι ἡμᾶς; Καὶ τί ἐρῶ, ἐπεὶ μετέβαλεν Ἰσραὴλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ; Καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν, περι κυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἀπὸ τῆς γῆς." Ὁρᾷς ὅπως καὶ οὗτος οὐχ ἧττον Μωσέως ἀδημονεῖ καὶ θορυβεῖται δεδοικὼς τὴν τοῦ λαοῦ πανολεθρίαν; 110.196 καί που τάχα καὶ αὐτὸς ὁμοίως τὴν ζωὴν ̣22a ̣ ἐξ ἀπορίας ἀπελέγετο καὶ περιστάσεως. Ἐῶ δὲ λέγειν τοὺς διαφόρους πολέμους καὶ μάχας καὶ φροντίδας καὶ τῶν Γαβαωνιτῶν τὴν ἀπάτην. "Καὶ μέντοι καὶ ἡ τῶν κλήρων διανομὴ, πολὺν μὲν τὸν πόνον, πολλὰς δὲ παρεῖχεν αὐτῷ τὰς δυσκολίας καὶ θλίψεις. (Καὶ τοῦτο ἴσασιν, ὅσοι καὶ τὴν τυχοῦσαν διανεῖμαι προσετάχθησαν οὐσίαν ἀδελφοί τε καὶ κληρονόμοι," 103 καὶ τὸ δυσπειθὲς ἑκατέρων καὶ δυσάρεστον.) Οὕτω τοίνυν ἅπαντες, ὅσοι τῷ Θεῷ εὐηρέστησαν μεγάλως, διὰ θλίψεων καὶ πειρασμῶν δοκιμασθέν τες, τῆς πρὸς Θεὸν ἀγάπης καὶ παῤῥησίας ἐπέτυχον καὶ ὅλως, εἰ βούλοιτό τις ἐξαριθμῆσαι ἅπαντα, πολλὰ ἂν εὕροι τὰ κέρδη τῶν πειρασμῶν. Καὶ οὔκ ἔστιν οὐδεὶς, ᾧ πολὺς παρὰ Θεῷ λόγος, θλίψεως ἐκ τὸς, κἂν ἡμεῖς ἀγνοῶμεν τοῦτο καὶ τὰ τοῦ Θεοῦ περὶ αὐτῶν κρίματα.
Κ∆ʹ. Περὶ τῶν Κριτῶν. Μετὰ Ἰησοῦν διὰ τῶν Κριτῶν ἔσωζεν ὁ Θεὸς τὸν λαὸν θλιβόμενον ὑπὸ τῶν καταλειφθέντων ἀλλο φύλων.
ΚΕʹ. Περὶ Ἰούδα. Ἐν οἷς ὑπῆρχε πρώτιστος Ἰούδας καλούμενος, καὶ ἔκρινε τὸν λαὸν ἔτη ζʹ, χειρωσάμενος καὶ τὸν Ἀδονιβεζὲκ βασιλέα τῶν ἀλλοφύλων, καὶ ἀκρωτη ριάσας αὐτοῦ χεῖρας καὶ πόδας, εἶπεν Ἀδονιβε ζέκ· "Ἑβδομήκοντα βασιλεῖς ἦσαν, τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν ἀποκεκομμένα συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός."
ΚΖʹ. Περὶ Γοθονιήλ. Μετὰ δὲ Ἰούδαν γέγονε κριτὴς Γοθονιὴλ ἔτη νʹ, πατάξας καὶ τὸν Χουσαραθὲμ βασιλέα Συρίας, θλίψαντα τὸν λαὸν ἔτη ηʹ.
ΚΗʹ. Περὶ Ἀώδ. Μετὰ δὲ Γοθονιὴλ γέγονε κριτὴς Ἀὼδ ὁ ἀμφοτε ροδέξιος ἔτη νʹ, πατάξας καὶ τὸν Ἐγλὼμ βασι λέα Μωὰβ ἐν μαχαίρᾳ 104 διστόμῳ, δρακὸς ἐχού σῃ τὸ πλάτος, θλίψαντα τὸν Ἰσραὴλ ἔτη ιηʹ· ἀμ φοτεροδέξιος δὲ ἐκλήθη διὰ τὸ ὁμοίως ἐν παντὶ πράγματι καὶ τῇ εὐωνύμῳ χρῆσθαι χειρὶ ὥσπερ καὶ τῇ δεξιᾷ.
ΚΘʹ. Περὶ Σαμεγάρ. Μετὰ δὲ Ἀὼδ γέγονε κριτὴς Σαμεγὰρ ἔτη 110.197 ζʹ, πατάξας ἐκ τῶν ἀλλοφύλων ἐν ἡμέρᾳ μιᾷ, ἐν τῷ ἀροτρόποδι τῶν βοῶν, ἄνδρας χʹ. Κ..ʹ. Περὶ Βαράκ. Μετὰ δὲ Σαμεγὰρ γέγονε κριτὴς Βαράκ, μεθ' οὗ καὶ ∆εβῶρα ἡ προφῆτις (καὶ γυνὴ Λαφφιδὼθ ἔτη μʹ, πολεμήσας τὸν Ἰαβεὶμ καὶ τὸν Σισάρα, θλί ψαντα τὸν Ἰσραὴλ ἔτη κʹ, ὅτε καὶ τὸν Σισάρα ἡ Ἰαὴλ ἀπέκτεινε πασσάλῳ, γυνὴ Χαβὲρ τοῦ Κινέου· διψή σαντος γὰρ τοῦ Σισάρα καὶ προσελθόντος τῇ Ἰαὴλ, πρόβατα