ἀρορμὰς προειλήφαμεν, ἔτι δὲ ἀτοπώτερον, εἰ τοῖς μὲν τελευτήσασι τῶν ἀγαθῶν καὶ γενναίων ἀνδρῶν εὐφημίας ἀποδιδόαμεν, ὧν τε εἰρήκασιν ἐφ' οἷς πεπράχασι, καὶ ὧν πεπράχασιν ἐφ' οἷς εἰρήκασι, τοὺς ζῶντας δὲ τοῦ λόγου στερήσομεν, ὃς τήν γε ἀρετὴν τούτοις δημοσιεύσειε, καὶ προσέτι ὁδὸν εὐρεῖαν τῶν ἀγαθῶν ὑπανοίξομεν πράξεων. ἐκείνοις μὲν γὰρ ἄδηλον εἴ τις ἐμφανιεῖ λέγων τὰς φιλικὰς χάριτας, ἐνταῦθα δὲ καταφανὴς ἡ ἀντίδοσις τοῦ καλοῦ· κἀκεῖ μὲν δυοῖν θάτερον πράττεται, τοῦ τε ἐγνῶσθαι τοῖς ἐγκωμιαζομένοις τὸν λόγον, καὶ τοῦ τοῖς ἄλλοις γενέσθαι ἀφορμὴν τοῦ καλοῦ τὸ ἐγκώμιον, τοῦτο δὴ μόνον, οὐ γὰρ δὴ τὸ πρῶτον ὁμολογουμένην ἔχει τὴν δήλωσιν· εἰ δέ τις ἐγκωμιάζειν τοὺς ἔτι περιόντας ἐπιχειρεῖ, τούτοις τε λαμπρὰν τὴν χάριν ἐπιδεικνύει, καὶ τοὺς ἀκούοντας ὡς πρὸς ἔμψυχον ἐπαναφέρει τοῦτον παράδειγμα, ἵνα καὶ ὧν ἀκούοιεν, καὶ οὓς ὁρῷεν ἄμφω πρὸς ὁδηγίαν τοῦ κρείττονος ἔχοιεν. Σὺ δέ μοι φίλτατε πάντων ἀνδρῶν καὶ σοφώτατε, εἰπεῖν δὲ καὶ θεοειδέστατε, καρτέρει γενναίως τὴν εὐφημίαν, καὶ μὴ προεξαναστῇς τοῦ λόγου, μηδ' ἐπικλείσῃς τὰ ὦτα, ὅπερ δὴ ποιεῖν εἴωθας ἐν τοῖς κοινοῖς διαλόγοις, μηδὲ τὸν βραχύτατον ἔπαινον προσιέμενος. εἰ δ' οὖν, ἀλλὰ τοσοῦτόν μοι φιλοσόφησον, μὴ τοὺς λοιποὺς ἀποστερῆσαι τὴν ἐκ τοῦ λόγου ὠφέλειαν· οὐ γὰρ ὥστε σοι χαρίσασθαι ὑφαίνω τὴν σὴν εὐφημίαν, ἀλλὰ δυοῖν τούτοιν ἕνεκα, τοῦ τε σοὶ τὸ χρέος τῆς διδασκαλίας ἀφοσιώσασθαι καὶ τοὺς μισθοὺς ἐκτίσασθαι καθὼς ἂν δυναίμην, καὶ τοῦ τοῖς ἄλλοις ὑπόδειγμά σε καὶ ἀρετῆς καὶ γνώσεως καταστήσασθαι, ὁποτέρας βούλοιτό τις ἀκούειν, εἴτε τῆς ἐκ θεωρημάτων συναγομένης, εἴτε τῆς μετὰ τὴν τελείωσιν τῶν ἀρετῶν ἀναφαινομένης, ὧν ἡ μὲν τὰ κάλλη ἐπιδεικνύει τῆς φύσεως, ἡ δέ, τῶν ὑπὲρ φύσιν δείκνυσι τὰς ἀρχάς. Τοσοῦτον δὲ ὁ λόγος ἐπιστραφεὶς πρὸς τὸν ἐπαινούμενον, κεκλίσθω πρὸς ἑαυτὸν καὶ ὃ προὔθετο περαινέτω. ἡ δὲ πρόθεσις ἀνδρὸς λόγον καὶ πρᾶξιν ἐγκωμιάσαι· ἃ δὴ πρὸς ἄλληλα μόλις ἀντικρινόμενα, οὐδ' ἐγγὺς ἐλθεῖν αὐτῶν τοῖς ἄλλοις διδόασι. καὶ εἰ μέν μοι καὶ τοῦτο ἦν παρ' αὐτοῦ δεδομένον καὶ ἀπὸ τῶν ἔξωθεν λαμπροτήτων συγκροτῆσαι τούτῳ τὴν εὐφημίαν, οὐδενὸς ἂν τῶν ἐνταῦθα σεμνοτέρων ἠπόρησα, οὔτε βασιλείων αὐλῶν, οὔτε θρόνων ὑψηλοτέρων, οὔτ' ἰδίων, οὔτε δημοσίων καλῶν. ἐπεὶ δὲ οὐ μᾶλλον σεμνύνεται τούτοις ὁ ἐγκωμιαζόμενος, ἢ αἰσχύνεται, ὅς γε μικροῦ δεῖν καὶ ἐπιλέλησται ὅθεν γεγένηται, τοσοῦτον ἐντεῦθεν τοῦτον σεμνολογήσομεν, ὅτι δύο τινὲ καθηγητὰ ἐγενέσθην αὐτῷ τῆς ἀρετῆς ὁμοῦ καὶ παιδεύσεως, θείω μὲν τὸ γένος αὐτῷ καὶ τὴν ἀληθῆ τοῦ ὀνόματος δύναμιν, ἐκ σπαργάνων ἀνατεθειμένῳ αὐτοῖς, οὐ τῷ ἐδάφει προσερριμμένῳ τοῦ θείου νεώ, ἀλλ' εὐθὺς ἔνδον τῶν ἀδύτων καθιδρυμένῳ· σοφὼ ἄμφω καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα, ὁμοτίμω τὴν ἀρετήν, περιδεξίω τὴν φύσιν, χαρίτων ἄμφω μετέχοντες· ὧν ὁ μέν, τῆς ἐν Κλαυδιουπόλει ἐκκλησίας ἰθύνας τοὺς οἴακας ἐκ πρώτης εὐθὺς ἀφετηρίας, πρὸς τοὺς ἄνω πυρσοὺς ἀποβλέψας, ἐκείνην τε ἐς ὅρμους ἀκλύστους κατέστησε, κἀκεῖνος οὐ πολὺς ἐξ οὗ χρόνος τῷ θείῳ καὶ πρώτῳ ἀνεχύθη φωτί. ὁ δέ, ἀποστολικὴν κληροδοσίαν πιστεύε[ται, καὶ μ]ετὰ λαμπρῶν τῶν ἐλπίδων ἐς τοὺς πρὶν νομάδας κεκλημένους Σκύθας, ἔπειτα δὲ Βουλγάρους ὠνομασμένους ἐκ τῆς προκαθημένης συμπασῶν τῶν πόλεων πέμπεται· οὐκ ἔψευσε τὰς ἐλπίδας τοῖς ἀποστείλασιν, ἢ τοσοῦτον, ὅτι κρείττων ἐκείνων ἐγένετο, ὅλον ἔθνος καθαρῶς μεταπλάσας πρὸς τὸν θεόν, οὐδὲν ἔλαττον ἢ τὴν Ἰνδῶν ὁ ∆ίδυμος σύμπασαν. Ὑπὸ τοιούτοις οὗτος καθηγηταῖς καὶ πρὸς γνῶσιν καὶ πρὸς ἀρετὴν ἐκπαιδεύεται, οὐ μόνος πρὸς τὰ κρείττω παιδοτριβούμενος, ἀλλὰ καὶ ἀδελφὸς αὐτοῦ ἑταῖρος, θεῖος ἐκ πρώτης τριχὸς καὶ τὴν φύσιν καὶ τὴν ψυχήν, ὑπὸ τὸν αὐτὸν τούτῳ ἐπωλοδαμνεῖτο ζυγόν· καὶ ἤστην ἄμφω κατωμαδὸν ἀραμένω τὴν παίδευσιν καὶ ἀροτριῶντε τὸν λόγον,