49
σωζομένην. Καὶ τὸ, Ἀφ' οὗ ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα, τινὲς οὕτωςπαρέστησαν· Ἀφ' οὗ ἀπέστη Ἐφραῒμ ἀπὸ τοῦ Ἰούδα,ἐν ἡμέραις Ἰεροβοάμ· ἀπ' ἐκείνου τοίνυν οὐχ ἥκασιν ἡμέραι τοιαῦται τῷ οἴκῳ ∆αβὶδ, οἵας ἐπάξει Κύριος. Ποίας δέ φησιν ἡμέρας; λέγω τὸν βασιλέα τῶν Ἀσσυρίων. ιηκεʹ. 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συριεῖ Κύριος μυίαις, αἳ κυριεύουσι μέρος ποταμοῦ 1968 Αἰγύπτου· καὶ τῇ μελίσσῃ, ἤ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων. Καὶ ἐλεύσονται, καὶ ἀναπαύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν9, κ.τ.λ. Αἰγυπτίων ἔφοδον διὰ τούτων δηλοῖ μυρίας αὐτοὺς εἰπὼν, διὰ τὸ χαίρειν λύθροις καὶ αἵμασι τοῖς κατὰ τὴν εἰδωλολατρείαν· ἢ διὰ τὸ πλῆθος, καὶ τὸ μὴ λίαν εὔηχες τῆς φωνῆς. Θεοῦ δὲ νεύματι δείκνυσι τοὺς ἐπὶ τὴν Ἰουδαίαν χωρήσαντας, οἱονεὶ συρίγματι καλουμένους Θεοῦ, οὐκ ἀπὸ πάσης, ἐκ δὲ μέρους Αἰγύπτου. Ἥξειν δὲ καὶ Ἀσσυρίους φησὶν, οὓς μελίτταις ἀπείκασεν, διὰ τὸ πολεμικῷ κέντρῳ κεχρῆσθαι, καὶ τῶν λοιπῶν ἐθνῶν τότε κρατεῖν. Ἢ, ὅτι ποικίλη καὶ εὔχρως ἡ μέλιττα. Τοιοῦτοι δὲ τὰς ἐσθῆτας Ἀσσύριοι, οὓς ἐλθόντας εἰς Ἰουδαίαν, πάντα τόπον καθέξειν ἀπόῤῥητον, μήτι γε τὰς πόλεις αὐτὰς, ἤγουν, ὡς περὶ μυιῶν λέγων ἐπέμεινε τῇ τροπῇ, δηλῶν ἅμα, ὡς πᾶσαν αὐτῶν ἐρευνήσουσι τὴν χώραν, ὡς μὴ δύνασθαί τι τῶν κεκρυμμένων λαθεῖν. Οὓς χρὴ δεδιέναι, φησὶν, ἀλλ' οὐ τοὺς δύο τούτους καπνιζομένους δαλούς. Γέγονε δὲ ταῦτα πρὸς λέξιν, ὅτε Νεχαὼ Φαραὼ κατὰ τῶν Ἀσσυρίων χώρων, κωλύοντα τὸν Ἰωσίαν ἀπέκτεινεν, καὶ τὸν Ἰωαχὰζ αἰχμάλωτον τὸν τούτου παῖδα λαβὼν, Ἐλιακεὶμ καταστήσας ἄρχειν, Ἰουδαίων ὑποφόρους τούτους ἐποίησε, μεθ' ὂν Ἰεχονίας ἐκράτησεν, εἶτα Σεδεκίας, ἐφ' οὗ Ναβουχοδονόσωρ κατὰ τῆς Ἰουδαίας ἐλθὼν, ἐχειρώσατο, μικροῦ τε πάντας ἀνδραποδισάμενος Ἀσσυρίους οἰκήτορας εἰς τὴν χώραν ἐξέπεμψεν. Οἳ καθῃρημένων τῶν πόλεων σπήλαιά τε καὶ φάραγγας καὶ νάπας κατῴκησαν. Μεθ' ἃ λοιπὸν ἀκολούθως, καὶ τὴν Ἀσσυρίων προφητεύει καθαίρεσιν, οἳ παρέτειναν ἄρχοντες τῆς Ἀσίας ἀπάσης, Αἰγύπτου τε καὶ Λιβύης ἐφ' ὅλης ἔτεσιν χιλίοις που καὶ τριακοσίοις. Ἀλλ' ἐπεὶ λαβόντες Ἱεροσόλυμα, καὶ τὸν νεὼν ἐμπρήσαντες, τὰ σκεύη τὰ ἱερὰ τοῖς εἰδώλοις ἀνέθηκαν, οὐκ εἰς μακρὰν ὑπὸ Μήδων καθῄρηνται. Περσῶν τε πρῶτος ἐβασίλευσεν Κῦρος, ὃς τοὺς αἰχμαλώτους ἀνεὶς, οἰκοδομηθῆναι προσέταξε τὸν ναὸν, τὰ ἱερά τε πάλιν ἀπέδωκε σκεύη. ∆ιό φησιν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ξυρήσει Κύριος τοῦ βασιλέως Ἀσσυρίων οὐ τὴν κεφαλὴν μόνην τὴν πάλαι κομῶσαν, ὅτε τῆς οἰκουμένης ἐκράτουν, ἀλλὰ καὶ τὰς τρίχας τῶν ποδῶν, δηλαδὴ τὸ ἀνδρεῖον σχῆμα, ἢ τὸν πολὺν καὶ χυδαῖον λαὸν, καὶ τὸν πώγωνα, τοῦτ' ἔστιν τὸν κατὰ φύσιν ἀνθρώποις πρέποντα κόσμον, ἤγουν τῆς ἀνδρείας τὰ σύμβολα. Τῆς ἐσχάτης δὲ ἀτιμίας ὁ τρόπος οὗτος ἐκρίνετο, κεφαλὴν ξυρεῖσθαι καὶ πώγωνα. Τοῦτο γὰρ καὶ ἐκδρῶν τινὲς ἐπὶ νεκροῖς ἑαυτοὺς ἀτιμάζοντες. Ὃ τοῖς ἱερεῦσιν ὁ τοῦ Μωϋσέως ἀπηγόρευσε νό 1969 μος· φησὶ δὲ καὶ Ἱερεμίας, πεπορθημένων δὲ τῶν Ἱεροσολύμων ὑπὸ τοῦ Ναβουχοδονόσωρ, "Ἀνέβησαν ἄνδρες ἀπὸ Συχὲμ καὶ ἀπὸ Σαλὴμ καὶ Σαμαρείας ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας καὶ διεῤῥωγότες τὰ ἱμάτια καὶ κοπτόμενοι." Ταῦτα δὲ τὸ πένθος καὶ τὴν ἀτιμίαν δηλοῖ. Φησὶν οὖν τὴν βασιλείαν Ἀσσυρίων ταπεινὴν ἀποδεῖξαι καὶ ἄνανδρον καὶ ἀσχήμονα. Μεμεθυσμένῳ δὲ λέγει ξυρῷ, τῇ μαχαίρᾳ ἀφειδῶς τε κειρούσῃ καὶ πληρουμένῃ τῶν πιπτόντων τοῦ αἴματος. Τινὲς δὲ (ὡς τοῦ ῥητοῦ, φασὶ, μεμισθωμένῳ ἔχοντος) δύναμίν τινα μισθοφορικὴν ἀποδείκνυσι, τὴν μέλλουσαν τῶν Ἀσσυρίων βασιλείαν ψιλοῦν. Μετὰ δ' οὖν τὴν ἅλωσιν Ἱερουσαλὴμ πτωχείαν ὑπερβάλλουσαν τοῖς ἀπομείνασιν ὁ λόγος δηλοῖ. Οὐ βοῶν γὰρ ἀγέλας, οὐ δὲ ποίμνιον προβάτων, μίαν δὲ δάμαλιν, καὶ πρόβατα δύο κεκτῆσθαι μόλις λέγει τινά. Καὶ τῷ βουτύρῳ δὲ καὶ μέλιτι τρέφεσθαι, λιμὸν παρίστησιν ἄρτου. Τὸ ἀπὸ τούτων δὲ γάλα πλεῖστον εἶναι δόξει, διὰ τὸ τῶν τρεφομένων ἐλάχιστον. Οὕτως οἱ ἀπειθοῦντες Θεῷ τῇ τῶν πνευματικῶν ἀγαθῶν ἐνδείᾳ κατατακήσονται γεγονότες ὀλιγοστοὶ, καὶ ἀποροῦντες ἄρτου τρέφειν εἰδότος εἰς εὐεξίαν τὴν νοητὴν, εἰς ἄνδρα