τελευτήσαντος δὲ Ἀπολάσαθ ἀνδρὸς φρονίμου καὶ συνετοῦ διέλυσαν τὴν εἰρήνην οἱ τὴν Μελιτηνὴν κατοικοῦντες. ἐκστρατεύσαντες οὖν κατ' αὐτῶν ὅ τε ∆οὺξ τῶν σχολῶν Ἰωάννης ὁ Κουρκούας μετὰ τῶν θεμάτων καὶ ταγμάτων καὶ Μελίας μετὰ τῶν Ἀρμενίων· οἳ καὶ εἰς τοσαύτην στένωσιν τὴν Μελιτηνὴν κατέστησαν καὶ τὰ περὶ αὐτήν, ὡς καὶ κουρατωρείαν ποιῆσαι ταύτην τὸν βασιλέα, καὶ πολλὰς χιλιάδας χρυσίου καὶ ἀργυρίου ἐκεῖθεν λαμβάνειν ἐτησίως. 36. Κατηγορήθη δὲ Νικήτας μάγιστρος ὁ πενθερὸς Χριστοφόρου βασιλέως ὡς ὑποτιθέμενος αὐτῷ κατὰ τοῦ ἰδίου γενέσθαι πατρὸς καὶ τῆς βασιλείας αὐτὸν ἐξεῶσαι. τοῦτον ἐξώρισαν τῆς πόλεως καὶ μοναχὸν ἐποίησαν. 37. Τῇ ιηʹ τοῦ Ἰουνίου μηνός, τῆς ʹ ἰνδικτιῶνος, τελευτᾷ Στέφανος πατριάρχης, κρατήσας ἔτη βʹ μῆνας ιαʹ. τῇ δὲ ιδʹ τοῦ ∆εκεμβρίου μηνὸς ἄγουσι Τρύφωνα ἀπὸ τοῦ Ὀψικίου, ἐπ' εὐλαβείᾳ καὶ ἁγιότητι μαρτυρούμενον, καὶ χειροτονοῦσι πατριάρχην ἐπὶ ῥητῷ χρόνῳ. ὅθεν αὐτοῦ μὴ ἀνεχομένου ἐπὶ ῥητῷ χρόνῳ γενέσθαι ἀλλὰ μέχρι τέλους τῆς ζωῆς αὐτοῦ, δόλῳ τοῦτον πείθουσι τῷ τρόπῳ τούτῳ. λέγουσι γὰρ μὴ βουλομένῳ συγκαταθέσθαι "οὗτος οὐκ οἶδε γράμματα, οὐδὲ γράψαι δύναται, καὶ ἐπὶ τούτῳ ἀνθίσταται." ὁ δὲ βεβαιῶσαι βουλόμενος αὐτοὺς ὅτι καὶ γράφει καὶ ἀναγινώσκει, αἰτεῖ χάρτην καὶ μέλαν. παρέχουσιν 743 οὖν αὐτῷ τόμον καινόν, καὶ κάτω που πρὸς τὰ τέλη ποιοῦσιν γράψαι "Τρύφων ἐλέει θεοῦ μοναχὸς καὶ πατριάρχης ἀρεσθεὶς καὶ στοιχῶν τοῖς προγεγραμμένοις ἰδίᾳ χειρὶ ὑπέγραψα." τοῦτο λαβόντες χειροτονοῦσιν αὐτὸν πατριάρχην. γράφουσιν οὖν ἄνωθεν τῆς ὑπογραφῆς τοῦ πατριάρχου Τρύφωνος ὅπερ αὐτοὶ ἐβούλοντο· μεθ' ὃ καὶ μετὰ τὴν συμπλήρωσιν τοῦ ῥητοῦ χρόνου καταβιβάζουσιν αὐτόν, τοῦ πατριάρχου μὴ θέλοντος, ὅμως τῇ ἰδίᾳ ὑπογραφῇ πεισθέντα καὶ τὴν πλάνην μὴ φέροντα. τοῦτο δὲ γέγονεν διὰ τὸ εἰς μέτρον φθάζειν ἡλικίας ἤδη Θεοφύλακτον τὸν τοῦ βασιλέως Ῥωμανοῦ υἱόν. 38. Τῇ δὲ κεʹ τοῦ αὐτοῦ μηνὸς χειμὼν ἀφόρητος γέγονεν, ὡς κρυσταλλωθῆναι τὴν γῆν ἐπὶ ἡμέρας ρκʹ. ὅθεν καὶ γέγονε μέγας λιμός, καὶ θάνατος ἐκ τούτου πολύς, ὡς μὴ δύνασθαι τοὺς ζῶντας ἐκκομίζειν τοὺς τεθνεῶτας. ὅθεν βασιλεὺς Ῥωμανὸς τὴν ἀφόρητον ἐκείνην βίαν τοῦ ψύχους κατανοήσας, καὶ τὴν τοῦ λιμοῦ παραμυθησόμενος ἔνδειαν, ἀνέφραξέ τε θυρίσι καὶ σανιδώμασι τὰς τῶν ἐμβόλων στοάς, ὡς μὴ τὴν χιόνα καὶ τὸ ψῦχος ἐκεῖθεν ἐπεισιέναι τοῖς πένησι, καὶ ἄρκλας ἐν πᾶσι τοῖς ἐμβόλοις κατεσκεύασεν. ἀργύριά τε κατὰ μῆνα τοῖς ἐν ταύταις κατακειμένοις πένησι δίδοσθαι διετάξατο, καὶ τὰ μηνιαῖα τριμήσια τοῖς ἐν ταῖς ἐκκλησίαις πένησι διανέμεσθαι, ὡς εἶναι τὰ διδόμενα καθ' ἕκαστον μῆνα ἀργυρίου ἐγκεχαραγμένου χιλιάδας ιβʹ. τρεῖς δὲ αὐτῷ πένητες καθ' ἑκάστην συνήσθιον, λαμβάνοντες ἀνὰ νομίσμα 744 τος ἑνός. τῇ δὲ τετράδι καὶ τῇ παρασκευῇ μοναχοὶ ὁμοίως, λαμβάνοντες ἀνὰ νομίσματος ἑνός. ἦν δὲ καί τις τῶν παίδων ἀναγινώσκων ἐν τῇ τραπέζῃ αὐτοῦ. φιλομόναχος δὲ εἰ καί τις ἄλλος ὤν, πᾶσι τοῖς ἀρετῆς ἀντεχομένοις μοναχοῖς τὰς ἑαυτοῦ πράξεις μετὰ δακρύων ἔλεγεν, τάς τε ἐκκλησίας παντοίως ἐκόσμει, καὶ τοῖς ἐν πᾶσιν ὄρεσι μοναχοῖς ῥόγας ἐξαπέστειλε, τά τε μοναστήρια περιέθαλπε, καὶ τοῖς ἐν αὐτοῖς διὰ θεὸν ἀποκαρεῖσιν ἢ καὶ ἐγκλείστοις οὖσι ῥόγας τυπώσας οὐ διέλιπε διδόναι. (39) ταῦτα ὡς ἐκ πολλῶν ὀλίγα τῶν ἀπείρων αὐτοῦ κατορθωμάτων καὶ ἐλεημοσυνῶν διεξήλθομεν. Ἐπέθεντο Πέτρῳ τῷ Βουλγάρῳ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ μετὰ καὶ ἑτέρων μεγιστάνων τοῦ Συμεών. καὶ φωραθέντες, ὁ μὲν Ἰωάννης τύπτεται καὶ ἐγκλείεται ἐν τῇ φυλακῇ, οἱ δὲ λοιποὶ τιμωρίαις οὐ ταῖς τυχούσαις ὑποβάλλονται. τοῦτο μαθὼν ὁ βασιλεὺς ἀποστέλλει καὶ ἀναλαμβάνει τὸν Ἰωάννην. 40. Τῇ βʹ ἡμέρᾳ τοῦ Μαρτίου μηνός, κοσμίτης ἔπεσεν ἐν τῷ φόρῳ ἐκ τῶν ἐν τοῖς στοιχηδὸν ἱσταμένοις ἐκεῖσε κίοσι, καὶ ἀπέκτεινεν ἄνδρας ἕξ. γέγονε δὲ καὶ ἐμπρησμὸς εἰς τὸν τῆς ὑπεραγίας θεοτόκου τοῦ φόρου ἔμβολον, καὶ ἐκάησαν τὰ κηρόπωλα καὶ τὰ γουνάρια μέχρι τῶν Ψιχῶν. 41. Τῷ δὲ Αὐγούστῳ μηνί, τῆς δʹ ἰνδικτιῶνος, τελευτᾷ Χριστοφόρος ὁ βασιλεύς, καὶ ἐτάφη ἐν τῷ οἴκῳ τοῦ