De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
κοχλιοῦ, καὶ ἀπὸ τῶν ἐκεῖσε ὑπὸ σιλεντιαρίων ἕως κάτω. Ὁ δὲ βασιλεὺς διαγίνεται μετὰ ταῦτα, ὡς δ' ἂν κελεύῃ καὶ βούληται. Ἰστέον ὅτι εἰ μὲν οὐ κελεύει ὁ βασιλεὺς ποιῆσαι τὴν προέλευσιν ἀπὸ τοῦ ἄνω παλατίου, ἤγουν ἀπὸ τὸν Ἀναστασιακὸν τρίκλινον, τελεῖται οὕτως· ἐξελθὼν ὁ βασιλεὺς ἀπὸ τοῦ κοιτῶνος τῆς ἁγίας σοροῦ ἠλλαγμένος, ἵσταται ἐν τῷ τῆς ἁγίας σοροῦ τρικλίνῳ, ἔνθα τὰ βῆλα κρέμανται, ἑστώτων καὶ ἀρχόντων τοῦ κουβουκλείου, καὶ ὄπισθεν αὐτοῦ ἵστανται σπαθαροκουβικουλάριοι καὶ κουβικουλάριοι καὶ δέχεται ἐκεῖσε τούς τε πατρικίους καὶ στρατηγούς, καὶ προσκυνήσαντες τὸν βασιλέα, ἀνίστανται· λαβὼν δὲ νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, λέγει· "Κελεύσατε", αὐτοὶ δὲ τό· "Εἰς πολλοὺς καὶ ἀγαθούς." Ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπ' αὐτῶν, διέρχεται διὰ τῶν βαθμίδων τῶν κατερχομένων ἀπὸ τὸ βανιάριν, καὶ ἐλθὼν εἰς τὰ βάθρα, τῆς κάτω προελεύσεως ἤτοι προκένσου γινομένου ἐν τοῖς ἐκεῖσε, ἵσταται ἡ προέλευσις, ἵσταται ὁ βασιλεύς, οἱ δὲ πατρίκιοι ἑνωθέντες τῇ συγκλήτῳ ἁπάσῃ, πίπτουσι πάλιν μετ' αὐτῶν, ὁ δὲ πραιπόσιτος δίδωσι νεῦμα τῷ τῆς καταστάσεως, καὶ λέγει· "Κελεύσατε·" ἀποκριθέντες δὲ ἅπαντες λέγουσιν· "Εἰς πολλοὺς χρόνους·" ὁ δὲ τῆς καταστάσεως κατὰ βάθρον λέγει· "Καπλάτε ∆όμηνι·" ἐκτελοῦσι δὲ ἀπὸ τῶν ἐκεῖσε τὴν ἅπασαν τάξιν τῆς προελεύσεως, ὡς ἀνωτέρω εἰρήκαμεν. 1.143 Ὅσα δεῖ παραφυλάττειν, εἰ τύχῃ ἡ ἑορτὴ τῆς Ὑπαπαντῆς τῇ βʹ τῆς αʹ
ἑβδομάδος. ∆ίδοται μεταστάσιμον ὥρᾳ αʹ τῆς αὐτῆς ἡμέρας ἐν τῷ Λαυσιακῷ τρικλίνῳ, καὶ ἐξελθὼν ὁ βασιλεὺς ἀπὸ σαγίου, ἀνέρχεται ἐν τῇ Μανναύρᾳ, καὶ στὰς ἄνωθεν τῶν γραδηλίων ἐν τῷ πρασίνῳ λίθῳ, διαλαλεῖ ἐκεῖσε τὸν λαόν, τὸ ἐν ἁγνείᾳ καὶ φόβῳ Θεοῦ ἐκτελέσαι τὴν πανσέβαστον καὶ ἁγίαν Τεσσαρακοστήν· καὶ εἶθ' οὕτως ἐπιτρέπει ἀσηκρήτῃ καὶ ἐπαναγινώσκει τὸ ἐπαναγνωστικόν, τελεσθείσης δὲ τῆς ἀναγνώσεως, εὐφημεῖ πᾶς ὁ λαὸς τὸν βασιλέα· μετὰ δὲ τὴν εὐφημίαν τοῦ λαοῦ ἀποκινεῖ ὁ βασιλεὺς καὶ διέρχεται διὰ τοῦ εὐωνύμου μέρους τῆς Μανναύρας, καὶ δηριγευόμενος ὑπό τε τοῦ πραιποσίτου καὶ τῶν λοιπῶν τοῦ κουβουκλείου καὶ πρωτοσπαθαρίων, καὶ διερχόμενος διὰ τῶν Ἐκσκουβίτων καὶ τῶν Σχολῶν, διὰ τῆς μικρᾶς πύλης τῆς Χαλκῆς εἰσέρχεται ἐν τῷ Ἁγίῳ Φρέατι καὶ ἅπτει κηρούς· ὁ δὲ πατριάρχης δέχεται αὐτὸν ἐν τῷ Ἁγίῳ Φρέατι, ἐν τῇ πύλῃ τῇ εἰσαγούσῃ ἔνδον τοῦ ναοῦ, καὶ εἰσέρχονται ἀμφότεροι μέχρι τῶν ἁγίων θυρῶν. Ἅψας δὲ κηροὺς ὁ βασιλεὺς καὶ εὐξάμενος, ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ. Καὶ προσκυνήσαντες ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ἀπέρχεται ἐν τῷ μητατωρίῳ· τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ὁ βασιλεὺς οὐκ εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ τελέσας τὴν τριτοέκτην, ἐξέρχεται ἐκ τοῦ μητατωρίου. Καὶ προσκυνήσαντες ἀλλήλους καὶ ἀσπασάμενοι, διέρχεται μὲν ὁ βασιλεὺς διὰ τοῦ δεξιοῦ μέρους τοῦ ναοῦ, τοῦ νάρθηκος καὶ τοῦ ὡρολογίου, καὶ ἐξέρχεται ἐν τῇ πρὸς δύσιν οὔσῃ μεγάλῃ πύλῃ τῇ ἐξα 1.144 γούσῃ ἐπὶ τὸν Ἀθύραν. Ἱππεύσας δὲ ἀπὸ τῶν ἐκεῖσε, διέρχεται διὰ τοῦ Μιλίου, Φόρου τε καὶ τοῦ μακροῦ ἐμβόλου τοῦ Μαυριανοῦ καὶ τοῦ Πετρίου, καὶ ἀπέρχεται μέχρι τῆς παναγίας Θεοτόκου ἐν Βλαχέρναις. Κακεῖσε καταλαβών, κατέρχεται ἀπὸ τοῦ ἵππου καὶ ἀνέρχεται ἐν τοῖς κατηχουμενίοις. Εὐξάμενος δὲ ἅπτει κηροὺς ἔν τε τῷ παρακυπτικῷ τῆς ἁγίας σοροῦ, ἐν τῷ εὐκτηρίῳ καὶ ἐν τῷ ἔξω σταυρῷ τῶν κατηχουμενίων· ἐξελθὼν ἀπὸ τῶν ἐκεῖσε, ἀπέρχεται ἐν τῷ Ἀναστασιακῷ τρικλίνῳ, καὶ εἶθ' οὕτως ἐκτελεῖ ἅπαντα, οἷον τά τε ἀλλάξιμα καὶ αἱ δοχαί. Ἥ τε τῆς λιτῆς ὑπάντησις καὶ ἡ τῆς θείας λειτουργίας εἴσοδός τε καὶ προσευχή, ὃν τρόπον ἀνωτέρω ἐν τῇ πρώτῃ καταστάσει τῆς αὐτῆς ἑορτῆς ἐξεθέμεθα.
1.145 ΛΖʹ (ΚΗʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ τῆς Ὀρθοδοξίας.
Ἀπέρχεται ὁ πατριάρχης ὀψὲ τοῦ σαββάτου ἐν τῷ ναῷ τῆς ὑπεραγίας Θεοτόκου ἐν Βλαχέρναις, συναπέρχονται δὲ αὐτῷ μητροπολῖται, ἀρχιεπίσκοποι καὶ ἐπίσκοποι, ὅσοι δ' ἂν