εὑρισκώμεθα· μᾶλλον δὲ καὶ ἐν ἴσῳ τοῖς ἄλλοις ἀθετεῖν ᾑρημένοι τὸ ἁνδάνον τῷ Θεῷ, οὐχὶ μόνους ἑαυτοὺς ἀδική- σομεν, προσαπολλύντες δὲ καὶ ἑτέρους, διπλῆν ὑπομενοῦμεν τὴν κόλασιν. δέον γὰρ προκεῖσθαι τοῖς πεπλανημένοις, ἢ καὶ ζῆν οὐκ ἐθέλουσιν ὀρθῶς, εἰς εἰκόνα καὶ ὑποτύπωσιν ἀρετῆς, καὶ σκανδάλου γεγόναμεν ἀφορμή. τί οὖν ὁ Χριστὸς; "Ος ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόν- "των εἰς ἐμὲ, φησὶ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος "ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ "πελάγει τῆς θαλάσσης." 9Ἀκούσατε ταῦτα οἱ ἱερεῖς, καὶ προσέχετε οἶκος Ἰσραὴλ, καὶ οἶκος τοῦ βασιλέως ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστὶ τὸ κρῖμα, ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον, ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν.9 Προκατῃτιάσατο τὸν Ἰούδαν, ὡς πνεύματος συστροφὴν γεγονότα τῷ Ἰσραὴλ, κατάγε τὸν ἀρτίως ἡμῖν προειρημένον τρόπον· μεθίστησι δὲ λοιπὸν τὸν τῆς ἐπιπλήξεως λόγον 1.118 ἐπὶ τοὺς τῆς ἀπάτης καὶ τῆς πλάνης εὑρετὰς, καὶ τὴν τῆς ἀποπληξίας αὐτοῖς προξενήσαντας νόσον. οὗτοι δὲ ἦσαν οἱ ἱερεῖς οἱ ψευδώνυμοι, καὶ οὐκ ἐξ αἵματος τοῦ Λευὶ, ἀλλ' ὠνητὴν ἔχοντες τὴν ἱερωσύνην, καὶ χρήμασιν ἐκπριάμενοι τὸ δεῖν εἰδώλοις ἱερουργεῖν. γέγραπται γὰρ περὶ τοῦ Ἱεροβοὰμ, ὅτι "Ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγίνετο "ἱερεὺς τῶν ὑψηλῶν." ἕρπει δὴ οὖν εἰκότως ὁ λόγος ἐπ' αὐτούς τε τοὺς ἱερουργοὺς, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, συμπεριειλημμένου ταῖς αἰτίαις καὶ αὐτοῦ τοῦ Ἰσραήλ. οἱ μὲν γὰρ τὰ πρὸς σύστασιν τῆς εἰδωλολατρείας ἔφασκόν τε καὶ ἔδρων, βωμοὺς ἀνιστάντες, σπονδὰς καὶ θυσίας προσά- γοντες, καὶ τὴν τῆς ἀπωλείας τοῖς ἀπατωμένοις κατευρύνοντες τρίβον· εὑρεταὶ δὲ τῆς πλάνης οἱ βασιλεῖς. τοιγάρτοι φησὶ πρὸς αὐτοὺς, ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ. σκοπιὰν δὲ λέγει τὴν ὑπό τε τῶν ἱερέων, εἴπερ ἦσαν ὄντως ἱερεῖς, καὶ ὑπ' αὐτῶν δὲ τῶν ἡγουμένων ἐπισκοπουμένην πληθύν· ἐφο- ρῶσι γὰρ αὐτοὶ τὸ ὑπήκοον· ἢ καὶ ἀφορῶνται παρὰ τῶν ὑπὸ χεῖρα, καὶ ὅποιπερ ἂν τοῖς κρατοῦσι δόξειε, παρατρέπουσι τὸ ὑπήκοον· ἕπεται δὲ τοῖς τῶν ἡγουμένων θελήμασι τὸ ὑπε- ζευγμένον. γεγόνατε τοίνυν, φησὶν, ὡς παγὶς τῇ ὑφ' ὑμῶν ἐπισκοπουμένῃ πληθύι, ἤτοι τῇ εἰς ὑμᾶς ἀφορώσῃ τυχόν. γεγόνατε δὲ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον. ὄρος δὲ τοῦτο περιφανέστατον ἐν τῇ Γαλιλαίᾳ κείμενον, πλείστην τε ὅσην καὶ ἀμφιλαφῆ τὴν ἄγραν ἔχον θηρίων τε καὶ πτηνῶν, διὰ τὸ ἦρθαι τε ὑψοῦ, καὶ καταδασύνεσθαι σφόδρα δρυμοῖς τε καὶ λόχμαις. 9Ἐγὼ δὲ παιδευτὴς ὑμῶν, ἐγὼ ἔγνων τὸν Ἐφραῒμ, καὶ Ἰσραὴλ οὐκ ἄπεστιν ἀπ' ἐμοῦ.9 Οἱ μὲν οὖν ἱερεῖς, καὶ μὴν καὶ οἱ ἐξ αἵματος τοῦ βασιλικοῦ, 1.119 λίνον καὶ πάγη καὶ θήρα γεγόνασι τοῖς λαοῖς, θυμιᾶν τοῖς δαίμοσιν ἐπιτάττοντες, καὶ πρό γε τῶν ἄλλων δρῶντες αὐτοὶ, καὶ φρονεῖν ἀναπείθοντες ἃ μὴ θέμις, καὶ τοῖς ἀνοσίως ἐξηυρημένοις πλάνης ἑτέρους προσεπάγοντες τρόπους, τὰ ὑψηλά φημι, τὸν Βεελφεγὼρ, τὸ τῶν Σιδωνίων βδέλυγμα, τὸν Βάαλ, τὸν Χαμώς· ἔσεσθαι δὲ αὐτῶν παιδευτὴς αὐτὸς καὶ οὐκ εἰς μακρὰν, ἐπαγγέλλεται, ὡς ὅσον οὐδέπω τὰ ἐκ θυμοῦ καὶ ὀργῆς ἐπιθήσων κακά. ἔχει δὲ τὸ ἀτρεκὲς ὁ λόγος. οἱ μὲν γὰρ ἐξ οἴκου τοῦ βασιλικοῦ δειναῖς καὶ ἀφύκτοις ἐνισχημένοι συμφοραῖς, οἱ μὲν διολώλασι, κατάγε τὴν πίστιν τῶν ἱερῶν γραμμάτων· οἱ δὲ ἀπῴχοντο ταῖς Βαβυλωνίων καὶ Μήδων πλεονεξίαις ὑποκεισόμενοι. ἀποτεθνήκασι δὲ ἀθλίως, μᾶλλον δὲ καὶ ὁσίως οἱ ψευδώνυμοί τε καὶ ἐπὶ χρήμασιν ἱερεῖς, οἱ μὲν ὑπὸ Ἰηοὺ, οἱ δὲ ὑπὸ Ἰωσίου γεγο-νότος ἐκ φυλῆς Ἰούδα, ἤτοι ∆αυείδ. τοῦτο γὰρ καὶ ὁ ἄνθρωπος τοῦ Θεοῦ, θύοντός ποτε τοῦ Ἱεροβοὰμ καὶ ἐφε- στηκότος τῷ θυσιαστηρίῳ, προεφήτευσε λέγων "Θυσια- "στήριον, θυσιαστήριον, τάδε λέγει Κύριος Ἰδοὺ υἱὸς "τίκτεται τῷ οἴκῳ ∆αυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ· καὶ θύσει "ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, τοὺς ἐπιθύοντας ἐπὶ σὲ, "καὶ ὀστᾶ ἀνθρώπων κατακαύσει ἐπὶ σέ." οὐκοῦν ἐπηπεί- λησε παιδεύσειν ἐν θυμῷ καὶ ὀργῇ τοὺς τῇ σκοπιᾷ πάγην γεγονότας, ἱερέας τε φημὶ, καὶ τοὺς ἐξ αἵματος βασι- λικοῦ·