πολεμικῶν δὲ τῆς Ἀθηνᾶς καὶ τοῦ Ἄρεος. Τὰ δὲ ἱμερόεντα, ταὐτὸν δ' εἰπεῖν ἐρόεντα καὶ ἱμερτά, ἐκ τοῦ ἱμείρω λέγεται, 2.118 προσεχέστερον δὲ εἰπεῖν, ἐκ τοῦ ἵμερος, ὃν Εὐριπίδης ὡς φάρμακον Ἀφροδίτης πλάττει ἰῶδες ἐν τῷ «μήποτ' ἐπ' ἐμοὶ χρυσέων τόξων ἐφίης ἱμέρῳ χρίσασ' ἄφυκτον ὀϊστόν». Τὸ δὲ «ἔργα γάμοιο» ἔχει τι κάλλους, εἰ καὶ ἀμυδρὸν κατὰ τοὺς ῥήτορας, ἐν τῷ τὴν λήγουσαν τῆς πρώτης λέξεως ἀρχὴν τῆς δευτέρας γίνεσθαι. (ῃ. 430) [Τὸ δὲ «Ἄρηϊ θοῷ» καὶ ἑξῆς, προαναφώνησις καιρία ἐστίν, ὡς τοῦ Ὁμηρικοῦ ∆ιός, ὅ ἐστι νοός, μετ' ὀλίγα τερατευσομένου πολεμικήν τινα περιπέτειαν ἐν Ἀθηνᾷ καὶ Ἄρεϊ, δι' ἧς ὁ ∆ιομήδης φανεῖται σεμνός. (ῃ. 429) Ἰστέον δὲ καὶ ὅτι ἔργα γάμου ὁ ποιητὴς ἐνταῦθά φησιν οὐ τὰ γυναιξὶν ἁπλῶς ἀνήκοντα, οἷον ἱστόν, ἠλακάτην, καὶ ὅσα ἄλλα οἶδεν αὐτός, ὧν ψιλὴν μνείαν ἔθετο ἐν τῷ «οὔτ' ἂρ φρένας οὔτε τι ἔργα», τὰ μετὰ γάμον δηλαδὴ λόγῳ οἰκονομίας, ἀλλὰ τὰ εἰς αὐτὸν γάμον χρήσιμα, οἷον τὸν ἔρωτα, τὴν φιλότητα, τὸν ἵμερον, τὴν ὀαριστύν, τὴν πάρφασιν, καὶ τὰ τοιαῦτα, οὐκ Ἀθηνᾷ Ἐργάνῃ, ἀλλ' Ἀφροδίτῃ, μητρὶ ἐρώτων, ἐπιπρέποντα.] (ῃ. 432-42) Ὅτι οὕτω θαρραλέος ὁ ∆ιομήδης, ὥστε καὶ τοῦ Ἀπόλλωνος καταθαρρεῖ, ὅτε τὸν Αἰνείαν ἐκεῖνος ἔσῳζεν, ὑπερέχων τὰς χεῖρας. καὶ τρὶς μὲν ἐπόρουσε τότε τῷ Αἰνείᾳ, τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ' Ἀπόλλων. Τὸ δὲ τέταρτον καὶ δεινὰ ὁμοκλήσας, ἤγουν ἀπειλησάμενος, ἐνέκοψε τῆς ὁρμῆς. ∆ηλοῖ δὲ ὁ λόγος ὅτι καὶ ὑπὲρ τὸ εἱμαρμένον ἀνδρίζεται νῦν ὁ ∆ιομήδης. εἱμαρμένην γάρ τινα καὶ ὁ Ἀπόλλων δηλοῖ, καθὰ καὶ ὁ Ζεύς, ὡς καὶ προείρηται καὶ πολλαχοῦ φανήσεται. Ἐν τούτοις δὲ ὅρα ὅτι τε, ὡς πρὸ βραχέων ἐρρέθη τὸ «γινώσκων ὅτ' ἄναλκις 2.119 ἔην θεός», οὕτω καὶ ἐνταῦθα κεῖται τὸ «γινώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων», τουτέστιν, ὅτι ὑπερεῖχεν, ὅ ἐστι σκέπων ἄνω εἶχε τοῦ Αἰνείου τὰς χεῖρας, καὶ ὅτι θεομάχου θρασύτητος τὸ «οὐδὲ θεὸν μέγαν ἅζετο». (ῃ. 438) Καὶ ὅτι δαιμόνιον ἐπήρειαν φράσει ποτὲ τὸ «ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος». Εἴη δ' ἂν ἐνταῦθα τὸ ἶσος ἀκυριολέκτητον, ὡς καὶ ἐν ἄλλοις μυρίοις. Τὴν δέ γε διαφορὰν αὐτοῦ πρὸς τὸ ὅμοιον δηλοῦσι μὲν καὶ πεζολέκται σοφοί, δηλοῖ δὲ οὐδὲν ἧττον σαφέστατα καὶ Εὐριπίδης ἐν τῷ «οὔθ' ὅμοιον οὐδὲν οὔτ' ἶσον βροτοῖς», ὧν τὸ μὲν ποιότητος, τὸ ὅμοιον, τὸ δὲ ποσότητος, τὸ ἶσον δηλαδή. (ῃ. 440-2) Ὅτι ὁ τῆς πρὸς μεγάλους ἔριδος ἀπείργων τινὰ ἀστείως ἂν εἴποι τὸ «φράζεο καὶ χάζεο, μηδὲ θεοῖς ἶσ' ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε ὁμοῖον φῦλον ἀθανάτων τε θεῶν χαμαί τε ἐρχομένων ἀνθρώπων». Πάρισα δὲ ἐκφανῆ τὸ «φράζεο Τυδείδη καὶ χάζεο». Τὸ δὲ ὁμοῖον ὅτι ἀναλόγως προπερισπᾶται καὶ οὐ παρὰ τύπον κατὰ τὸ προπαροξυτονούμενον ὅμοιον, πολλαχοῦ δηλοῦται, 2.120 ὥσπερ καὶ τὸ ὁμοῖος ἔν τε ἄλλοις καὶ ἐν Ὀδυσσείᾳ, ὃ πάντως ἀναλογώτερον τοῦ ὅμοιος. [Ὅρα δὲ καὶ ἐνταῦθα ἐν τῷ «ἶσα φρονέειν», καὶ ἐν τῷ «φῦλον ὁμοῖον» τὸ ἶσον ἀντὶ τοῦ ὅμοιον ληφθέν, καθὰ καὶ πρὸ βραχέων. ∆ῆλον δὲ ὡς Ὅμηρος μὲν ἐκτείνει τὴν ἄρχουσαν τοῦ ἶσος, οἱ δὲ τραγικοὶ συστέλλουσιν.] (ῃ. 446) Ὅτι καὶ ἐνταῦθα θηλυκῶς ἡ Πέργαμος παρ' Ὁμήρῳ ἐπὶ τῆς Τρωϊκῆς ἀκροπόλεως, ἐν ᾗ καὶ ναὸς Ἀπόλλωνος. Φησὶ γοῦν «Περγάμῳ ἐν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο», καὶ μετ' ὀλίγα «Περγάμῳ ἄκρῃ». Μέγας δὲ ἔοικεν εἶναι ὁ ῥηθεὶς ναός. (ῃ. 447 ς.) ∆ιό φησιν· ἐν μεγάλῳ ἀδύτῳ κύδαινον, τὸν Ἀπόλλωνα δηλαδή, Λητὼ ἡ μήτηρ καὶ Ἄρτεμις ἡ ἀδελφή. Τοῦτο δὲ ῥηθείη ἂν καὶ ὅταν ἐν ἀδύτοις ἱεροῖς που γεραίρηταί τις ἀνὴρ ἀρχικός. (ῃ. 449) Ὅτι τὸ τοῦ Αἰνείου εἴδωλον, ὅπερ ὁ Ἀπόλλων, ἤτοι ὁ ἥλιος, ἔτευξεν, ἐφ' ᾧ μάχονται Τρῶες καὶ Ἕλληνες, ἡ φαντασία ἐστίν, ἥτις ἐκ τῆς ὑφ' ἡλίῳ ὄψεως καὶ θέας Αἰνείου ἐναπέμεινε τοῖς στρατεύμασι, καὶ ἡ τοῦ ἥρωος, ὡς εἰπεῖν, ἀνειδωλοποίησις, ἣν ἔτι ἐν ἑαυτοῖς φέροντες ὁ στρατὸς ἐκ τοῦ εἰσάπαξ ἐρεθισμοῦ καὶ ἀναπολοῦντες εἰς νοῦν ὡς ἐν εἰδωλοποιΐᾳ τὸν κείμενον, συνεκρότουν βαρὺν ὡς ἐπὶ παρόντι αὐτῷ δὴ ἀληθῶς τῷ Αἰνείᾳ τὸν πόλεμον, κἂν ἐκεῖνος ἀνήρπαστο. Οἱ δὲ παλαιοὶ ἄλλως τὸν μῦθον τοῦτον σεμνολογοῦντές φασι κατὰ πρῶτον λόγον εἴδωλον εἶναι τὸν πάντα τοῦτον