βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
νεμούσῃ, γάλα αὐτῷ ἐπιδοῦσα, καὶ εἰς κόρον πιὼν καὶ εἰς ὕπνον τραπεὶς, πασσάλου τῆς σκηνῆς λαβομένη καὶ τοῖς ὠσὶν αὐτοῦ ἀνδρείως ἐμ πήξασα, τῷ θανάτῳ παρέπεμψε, καὶ σωτηρίαν τοῦ λαοῦ τῶν Ἰουδαίων εἰργάσατο). Ἐν ταύταις δὲ ταῖς ἡμέραις καὶ Προμηθεὺς, καὶ Ὀρφεὺς ὁ Θρᾲξ, οἱ σοφώτατοι παρ' Ἕλλησιν, καὶ Ἀσκληπιὸς ὁ ἰατρὸς, καὶ Λυκοῦργος ὁ Σπαρτιάτης καὶ νομοθέτης τῶν Ἑλλήνων, ἐγνωρίζοντο.
Λʹ. Περὶ Γεδεών. Μετὰ δὲ Βαρὰκ γέγονε κριτὴς Γεδεὼν, ὁ καὶ Ἱεροβοὰμ, ἔτη μʹ, πατάξας ̣22ḅ καὶ τὴν Μαδιὰμ μετὰ τʹ τῶν λαψάντων (τῇ γλώττῃ ἐν τῷ πίνειν, καὶ τὸν Ὠρὴβ, καὶ Ζὴβ, καὶ Ζεβεὲ, τοὺς ἄρχοντας αὐτῶν, τὸν δὲ πύργον Φανουὴλ κατέστρεψε), καὶ τοὺς ἄρχοντας αὐτῶν ἠλόησεν ἐν ταῖς ἀκάνθαις, θλίψαντας τὸν Ἰσραὴλ ἔτη ζʹ. 105
ΛΑʹ. Περὶ Ἀβιμέλεχ. Μετὰ δὲ Γεδεὼν γέγονε κριτὴς Ἀβιμέλεχ, υἱὸς αὐτοῦ, ἔτη γʹ, πατάξας τοὺς ἀδελφοὺς αὐτοῦ, ἐκ τῶν ἐλευθέρων, ἄνδρας οʹ ἐπὶ λίθον ἕνα, ἐξ ὧν οὐ κατ ελείφθη πλὴν Ἰωάθαμ τοῦ νεωτέρου διαδράντος, ὃς καὶ (παραπορευομένου τοῦ Ἀβιμελὲχ μετὰ τοῦ λαοῦ) ἀνῆλθε Ἰωάθαμ ἐπὶ (τὴν κορυφὴν) τοῦ ὄρους (καὶ ἐπάρας τὴν φωνὴν αὐτοῦ) φησὶ (πρὸς αὐτὸν) παρα βολὴν τοιαύτην· "Ἀκούσατέ μου, ἄνδρες Σικίμων, καὶ ἀκούσει ὑμῶν ὁ Θεός· πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρίσαι βασιλέα ἐφ' ἑαυτῶν· καὶ εἶπον τῇ ἐλαίᾳ· Βασίλευε ἐφ' ἡμᾶς. Καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· Μὴ καταλείψασα τὴν πιότητά μου, ἣν ἐδοξασέ με ὁ Θεὸς καὶ οἱ ἄνθρωποι, πορεύσομαι ἄρχειν ξύ λων; Καὶ εἶπον τῇ συκῇ· Βασίλευσον ἐφ' ἡμῶν. Καὶ εἶπεν αὐτοῖς ἡ συκῆ· Μὴ παρεάσασα τὴν γλυκύτητά μου, πορεύσομαι ἄρχειν τῶν ξύλων; Καὶ εἶπον τῇ ἀμπέλῳ· Βασίλευσον ἐφ' ἡμῶν. Καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος· Μὴ καταλείψασα τὸν οἶ νόν μου τὸν εὐφραίνοντα τοὺς ἀνθρώπους, πορεύσο μαι ἄρχειν ξύλων; Καὶ εἶπον τὰ ξύλα τῇ ῥάμνῳ· ∆εῦρο σὺ, βασίλευσον ἐφ' ἡμῶν. Καὶ εἶπεν ἡ ῥάμνος· Εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς βασιλέα ἐφ' ὑμᾶς, 110.200 δεῦτε, ὑπόστητε ἐν τῇ σκιᾷ μου, καὶ εἰ μὴ, ἐξέλθοι πῦρ ἀπ' ἐμοῦ καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβά νου. Καὶ νῦν εἰ ἐν ἀληθείᾳ ἐβασιλεύσατε τὸν Ἀβι μέλεχ υἱὸν τῆς παλλακῆς τοῦ πατρός μου, ἐξέλθοι πῦρ ἀπὸ Ἀβιμέλεχ καὶ καταφάγοι τοὺς ἄνδρας Σικίμων, καὶ ἐξέλθῃ πῦρ ἀπὸ ἀνδρῶν Σικίμων καὶ κα ταφάγοι τὸν Ἀβιμέλεχ." Καὶ ταῦτα εἰπὼν Ἰωάθαμ, εὐθὺς ἀπέδρα. Καὶ ἐξαπέστειλεν ὁ Θεὸς πνεῦμα πονηρὸν ἀναμέσον Ἀβιμέλεχ καὶ ἀναμέσον ἀνδρῶν Σικίμων, καὶ ἠθέτησαν οἱ ἄνδρες Σικίμων ἐν τῷ οἴκῳ Ἀβιμέλεχ τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν καὶ τὸ αἷμα τῶν οʹ υἱῶν Γεδεὼν ἐπὶ τὴν κεφαλὴν Ἀβιμέλεχ. Καὶ γὰρ ἀπελθὼν πολεμῆσαι πόλιν καὶ προσεγγίσας τῇ θύρᾳ τοῦ πύργου ἐμπρῆσαι αὐτὴν, ἔῤῥιψε γυνὴ κλά σμα 106 μύλου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ συνέτρι ψε τὸ κρανίον αὐτοῦ, καὶ ἐπιβοήσας ταχὺ εἶπε πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· "Σπάσαι τὴν ῥομφαίαν σου καὶ θανάτωσόν με, μήποτε εἴπωσι· Γυνὴ αὐ τὸν ἀπέκτεινε." Καὶ ἐκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ καὶ ἀνεῖλε· καὶ ἐπέτρεψεν ὁ Θεὸς τὴν πονη ρίαν Ἀβιμέλεχ, ἣν ἐποίησε τῷ πατρὶ αὐτοῦ, ἀπο κτείνας τοὺς οʹ υἱοὺς τοῦ πατρὸς αὐτοῦ, ἀδελφοὺς δὲ ἑαυτοῦ, καὶ πᾶσαν τὴν πονηρίαν τῶν ἀνδρῶν Σι κιμίτων ἐπέτρεψεν ὁ Θεὸς ἐπὶ τὴν κεφαλὴν αὐτῶν κατὰ τὸν λόγον καὶ τὴν παραβολὴν Ἰωάθαν υἱοῦ Ἰεροβάαλ. ̣2 ̣ "Ἰστέον οὖν, φησὶν ὁ ἀοίδιμος Χρυσόστο μος, ὡς πολυσήμαντόν ἐστι τὸ ὄνομα τῆς παραβο λῆς· ̣23ạ Ἔστι γὰρ παραβολὴ λάλημα, καὶ ὑπόδει γμα, καὶ ὀνειδισμὸς, ὡς ὅταν λέγῃ ∆αυΐδ· "Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς." Ἔτι γὰρ παραβολὴ αἰνιγματώδης λόγος, ὃ πολλοὶ λέγουσι ζήτημα, ἐμφαῖνον τι, οὐκ αὐτόθεν δὲ δῆλον πάντως ἀπὸ τῶν ῥημάτων, ἀλλ' ἔχον ἐντὸς ἐγκεκρυμμένην διάνοιαν, ὡς ὅταν ὁ Σαμψὼν ἔλεγεν "Ἐξῆλθε ἀπὸ στόματος ἰσχυροῦ γλυκὺ," καὶ ὁ Σολομὼν ἔφη· "Τότε νοήσεις παρα βολὴν καὶ σκοτεινὸν λόγον." Λέγεται δὲ παραβολὴ καὶ ὁμοίωσις· "Καὶ ἄλλην γὰρ παραβολὴν παρέθη κεν αὐτοῖς λέγων. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐ ρανῶν