καὶ οὐ πολλοστῷ μηνὶ τῶν σπερμάτων, ἀλλὰ παραυτίκα κομιζομένω τὸ θέρος· καὶ ἵνα τὸ τοῦ εὐαγγελίου εἴποιμι, ἔτρεχον μὲν οἱ δύο ὁμοῦ, τὸ δ' ἐφεξῆς ὀκνεῖ μὲν ὁ λόγος ἐρεῖν, εἰρήσεται δ' οὖν· προέλαβεν ἐκεῖνος τὸν συνοδοιπόρον καὶ σύννομον, καὶ εἰσῆλθε πρῶτος εἰς τὸ μνημεῖον· ὢ τῆς ὁμονοίας τῶν ἀδελφῶν καὶ τῆς ἀδιαιρέτου συζυγίας τὸ πρότερον· ὢ τῆς τελευταίας διαζεύξεως καὶ οἱονεὶ τομῆς ἑνὸς σώματος καὶ μιᾶς φύσεως. Ἀλλ' ὁ μέν, ὁπόσον ἐδόκει τῷ λόγῳ παραβιώσας ἐνταῦθα, οὕτω γὰρ δέον ἐρεῖν, ἐπεὶ καὶ τοῖς πράγμασι παραχρώμενος ἦν, τὸν κεκληρωμένον αἰῶνα καταλελυκὼς ἐν νέῳ τῷ σώματι, πρὸς τὴν ἀγήρω μετετέθη ζωήν. ὁ δ' ἀπερρωγὼς τοῦ ξυμφυοῦς, ἐκείνῳ μὲν ἀπετέμητο, ὅλος δὲ τοῖς σύμπασιν ἦν, τῇ τε προτέρᾳ δυνάμει προσθεὶς καὶ ὅλον τὸν τῆς ἀρετῆς ἀναδεδεγμένος ζυγόν. εἱστήκει δὲ οἷά τις γραφεὺς δυοῖν μέσον παραδειγμάτων, φημὶ δὴ τῶν θείων, ὁμοτίμων μὲν τὴν τοῦ καλοῦ θεωρίαν, ἐχόντων δέ τινας ὥσπερ δὴ κοινότητας, οὕτω δὴ καὶ διαφοράς, οὐ γὰρ μονοειδὴς ἡ τῆς ἀρετῆς φύσις, ἀλλὰ καὶ τὸ χάριεν αὐτῆς καὶ τὸ ἀμειδές, ἄμφω μὲν καλά, διάφορα δέ· καὶ τοῖς μέν, ἄκρατα ταῦτα προσεγεγόνει, οἱ δέ τινες, ὥσπερ ἐν κρατῆρι ἄμφω συνεκεράσαντο. ὁ μὲν γὰρ τὴν Κλαυδίου πόλιν κεκοσμηκώς, ᾧ δὴ πολλάκις καὶ αὐτὸς πεπλησίακα, ὥσπερ δὴ καὶ θατέρῳ, ἔσω τε τὰ ἴχνη τῶν ἀρετῶν ἔστρεψε, καὶ οὐδὲν ἧττον καὶ τὴν γλῶτταν ἐκεκόσμητο χάρισιν, ἠθῶν τε κράσιν ἀρίστην καὶ οἵαν οὐκ ἄλλος εὐτύχησε· παντοδαπός τε τὸν λόγον ἦν, καὶ εἴ τις αὐτῷ παρετύγχανεν, εὐθὺς χαρίτων ἐμπέπληστο. Τοιοῦτος μὲν οὗτος. ἅτερος δέ, οὐδὲν ὅτι μὴ τὸ ὅλον τῶν τῇδε μὲν ἀπεστραμμένος, ὅλος δὲ ἐπεστραμμένος πρὸς τὸν θεόν· διηγωνισμένος γενναίως πρὸς σῶμα, πρὸς φύσιν, πρὸς ἑτέρας ἀναγκαιότητας, καὶ τοῖς ὅλοις ὅλους νενικηκώς, αὐχμοῦ πλέως ἅτε ἰσχυρῶς πρὸς τοὺς ἀνταγωνιστὰς κονισάμενος, καὶ ἀθλητικοῖς ἢ μαρτυρικοῖς ἱδρῶσι περιρρεόμενος, οὐδὲν ὑφιέμενος τοῖς ὅπῃ δεῖ παρρησίας, ἀλλὰ σχῆμα μὲν ᾔδει βασιλείας, οὗ δὲ καιρὸς ἦν λόγον δημοσιεῦσαι καὶ ἀντιστῆναι γενναίως, οὐκ ἐκ τοῦ ἐλάττονος οὐδ' ἐκ τοῦ ὑφειμένου, ἀλλ' ἐξ ὑπερυψήλου τοῖς κρατοῦσιν ὡμίλει φρονήματος. Τοιούτοις ὁ ἐγκωμιαζόμενος χρώμενος πρὸς τὸ παντοδαπὸν καλὸν παραδείγμασιν, οὐχ ὥσπερ δυοῖν πελάγοιν ἀπείροιν, τὸ μέν, μεθῆκεν, ἐς τὸ δ' ἀφῆκεν, ἀλλ' ἄμφω διέπλευσε· πῶς καὶ τίνα τρόπον; ὥσπερ ἂν εἰ καὶ ζωγράφος βουλόμενος ξανθὰς τρίχας ἀπομιμήσασθαι, τὰ ἄκρα συγκεράσειε χρώματα, οὕτω δὴ καὶ ὁ σοφὸς ταὐτὸν καὶ θάτερον τῆς ψυχῆς συνεκέρασε· τὸ γὰρ ἐκ τῶν ἐναντίων κρᾶμα ἀμφοῖν τῶν ἄκρων μετέσχεν. οὕτω τοιγαροῦν ὁ ἐμὸς σοφὸς Ἰωάννης, τοῦ μὲν τὴν χάριν, τοῦ δὲ τὴν ἀκλινῆ στάσιν, καὶ τοῦ μὲν τὸ ἀτενές, τοῦ δὲ τὸ εὐκαμπές, καὶ τούτου μὲν τὴν πρὸς τὸ κρεῖττον, τελείαν ἐπιστροφήν, [τούτου δὲ] ὅσον τάξιν ἐνθεῖναι πράγμασι καὶ λόγον οἰκονομῆσαι, καὶ προστασίαν πολλῶν ἀναδέξασθαι, καὶ ἑκάστου τὰ ἰδιαίτατα συλλαβὼν εἰς μίαν τὴν ἑαυτοῦ ψυχὴν ἐκεράσατο, καὶ ἀπολελυμένος ἀμφοῖν τῶν ἄκρων, τῷ κράματι ἀμφοτέρους ἐνενικήκει, τοῦ μὲν τὸ χάριεν τῷ σεμνῷ, τοῦ δὲ τῇ χάριτι ὑπερβαλόμενος τὸ σεμνόν. καὶ νῦν ὁ αὐτὸς ἀμφοῖν τοῖν τρόποιν διῄρηται καὶ συνήνωται. τίς γὰρ τούτου καλλίων ἐν συνουσίαις καὶ διαλόγοις κρατῆρα χαρίτων γέμοντα στήσασθαι, καὶ λόγον ἐξενεγκεῖν καταμελιτοῦντα τὴν ἀκοήν, καὶ μύθῳ χρήσασθαι, καὶ μεθ' ἡδονῆς ὑπόθεσιν ἀφηγήσασθαι, καὶ ἐπιμειδιᾶσαι ὅσον εἰκός, καί τι καὶ τοῖς πολλοῖς χαρίσασθαι, ἵνα μηδὲ τούτοις δόξῃ ἀξύμβολος ἢ δυσοιώνιστος; τίς δὲ τὰ κρείττω θαυμασιώτερος, ἀρετῆς τε πέρι φιλοσοφῆσαι, καὶ τοῦ καλοῦ δεῖξαι τὸν ὅρον καὶ τὸ ὑπερκείμενον ἀγαθόν, καὶ ὡς ἐν προθύροις τοῦτο ἐκείνου; τίς δὲ ἀκριβέστερος περί τε φύσεως ἐρεῖν καὶ τῶν ὑπὸ τὴν φύσιν σωμάτων, καὶ τῶν ὑπὲρ τὴν φύσιν ψυχῶν, καὶ περὶ τοῦ ὄντος καὶ ὅθεν πρώτως τούτῳ ὕπαρξις; Ἀλλ' ἵνα μὴ πρὸ τῶν κρηπίδων