πιάζειν τὸ σῶμα νηστείαις καὶ δουλαγωγεῖν αὐτὸ» «ἀποχαῖς τοιῶνδε βρωμάτων», καὶ παντὶ τρόπῳ «τῷ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦν». ἆρ' οὖν ὁ τοιοῦτος οὐ τὴν ταλαιπωρίαν ἐπεκαλέσατο, παρὸν ἐπιδοῦναι ἑαυτὸν τρυφῇ καὶ ἡδονῇ καὶ μὴ ἐπικαλεῖσθαι τὴν ταλαιπωρίαν; εἴ τις οὖν δύναται μιμεῖσθαι τὸν προφήτην, καὶ ἀθεσίαν, ὡς διηγησάμεθα, ἐπικαλείσθω, καὶ ταλαιπωρίαν δὲ ἐν ταῖς ἀσκήσεσιν ἐπικαλείσθω. ἔτυχε δὲ ἡ ἱστορία εἶναι ἀληθὴς καὶ [ἡ] περὶ τοῦ Ἱερεμίου, ὅτι καὶ ἐν ἁγνείᾳ ἔζησεν· εἶπε γὰρ αὐτῷ ὁ κύριος· «οὐ μὴ λάβῃς γυναῖκα, οὐδ' οὐ μὴ ποιήσῃς τέκνα». καὶ ἐν ἁγνείᾳ ἔζησεν· ἀθεσίαν γὰρ καὶ ταλαιπωρίαν ἐπεκαλέσατο. 20.8 «Ὅτι ἐγενήθη λόγος κυρίου ἐμοὶ εἰς ὀνειδισμόν». μακάριος Ἱερεμίας μὴ ἔχων ἄλλον ὀνειδισμὸν ἢ τὸν λόγον τοῦ κυρίου. ἡμεῖς δὲ οἱ τάλανες ἔχομεν ὀνειδισμοὺς οὐ διὰ τὸν λόγον τοῦ κυρίου, ἀλλὰ διὰ τὰ ἡμέτερα ἁμαρτήματα, καὶ ὀνειδιζόμεθα ἐφ' οἷς πταίομεν καὶ ἐπταίσαμεν, καὶ λοιδορούμεθα ἐπὶ ταῖς κακίαις ἡμῶν. ὁ δὲ σωτὴρ οὐ τοιούτους ἡμᾶς ὀνειδισμοὺς θέλει ὀνειδίζεσθαι λέγων· «μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ἕνεκεν ἐμοῦ». «χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε». «ὁ λόγος» οὖν φησι «τοῦ κυρίου ἐγενήθη ἐμοὶ εἰς ὀνειδισμὸν καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν». Εἶτα κατανόησον ὥς εἰσιν οἱ προφῆται εὐγνώμονες ἄνθρωποι, καὶ οὐκ ἀποκρυπτόμενοι τὰ ἴδια ἁμαρτήματα ὡς καὶ ἡμεῖς, καὶ λέγοντες οὐκ ἐπὶ τῶν τότε μόνον, ἀλλ' ἐπὶ πασῶν τῶν γενεῶν εἰ ἡμαρτήκασι. κἀγὼ μὲν ὀκνῶ ἐξομολογήσασθαί μου τὰ ἁμαρτήματα ἐπὶ τῶν ὀλίγων ἐνταῦθα, ἐπεὶ μέλλουσί μου καταγινώσκειν οἱ ἀκούοντες. ὁ δὲ Ἱερεμίας τι παθὼν ἁμαρτητικὸν οὐκ ᾐδέσθη, ἀλλὰ ἀνέγραψεν αὑτοῦ τὴν ἁμαρτίαν· ἁμαρτία γὰρ ἦν τὸ ἐπιφερόμενον ἐν τῷ «καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ». ἐδιδάχθης «πάντα ἐν ὀνόματι ποιεῖν κυρίου», ἐν ὀνόματι θεοῦ πράττειν· σὺ δὲ λέγεις· «μὴ ὀνομάσω τὸ ὄνομα κυρίου»; ἀλλὰ ποῖον ὄνομα μέλλεις ὀνομάζειν; «ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνήσεσθε ἐν ταῖς καρδίαις ὑμῶν», καὶ λέγεις· «οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ»; λέγει οὖν πεπονθώς τι ἀνθρώπινον, ὃ καὶ ἡμεῖς κινδυνεύομεν πολλάκις πεπονθέναι. καὶ μάλιστα εἴ τις σύνοιδεν ἑαυτῷ διὰ τὴν διδασκαλίαν ποτὲ καὶ τὸν λόγον ταλαιπωρήσαντι καὶ παθόντι καὶ μισηθέντι, πολλάκις λέγει· ἀναχωρῶ, τί μοι καὶ πράγμασιν; εἰ ἐκ τούτου καὶ <ἐν> πράγμασίν εἰμι, ἐκ τοῦ διδάσκειν, ἐκ τοῦ προΐεσθαι τὸν λόγον, διὰ τί οὐχὶ μᾶλλον ἀναχωρῶ ἐπὶ τὴν ἐρημίαν καὶ ἡσυχίαν; τοιοῦτόν τι πέπονθε καὶ ὁ προφήτης λέγων· «καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω <ἔτι> ἐπὶ τῷ ὀνόματι αὐτοῦ». Ἀλλ' ἐπὶ τούτῳ ἀγαθὸς κύριος ὁ κωλύων τὰς τοιαύτας ἁμαρτίας τῶν τηλικούτων. οὐκ ἀφῆκε τὸν προφήτην ἀληθεῦσαι εἰπόντα τὰ προκείμενα, ἀλλὰ καὶ ἐν τούτῳ ἀθεσίαν ἐπικαλέσασθαι καὶ ἀθετῆσαι τὸ εἰρημένον πεποίηκεν Ἱερεμίαν. εἶπε μὲν γάρ· «οὐ μὴ ὀνομάσω [ἔτι ἐπὶ τῶι ὀνόματι] <τὸ ὄνομα> κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ». «ἐγένετο» δέ φησιν «ἐν τῇ καρδίᾳ μου ὡς πῦρ καιόμενον, φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν». ὁ λόγος ὁ τοῦ κυρίου γέγονε καίων αὐτοῦ τὴν καρδίαν. «καὶ ἐγένετο <ἐν> τῇ καρδίᾳ μου ὡς πῦρ φλεγόμενον, καιόμενον ἐν τοῖς ὀστέοις μου». ἀπέβαλε τὴν ἁμαρτίαν ἣν πεποίηκεν εἰπών· «οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔτι», καὶ ἀπέβαλε τὴν ἁμαρτίαν Ἱερεμίας ἅμα τῷ εἰπεῖν. εἴθε κἀγώ, ἅμα τῷ ἁμαρτῆσαι καὶ εἰπεῖν λόγον ἁμαρτητικόν, ᾐσθανόμην ὅτι «γέγονε πῦρ ἐν τῇ καρδίᾳ μου καιόμενον καὶ φλεγόμενον ὥστε με μὴ δύνασθαι φέρειν». Μέλλει τι ὁ λόγος τολμᾶν, οὐκ οἶδα δὲ εἰ συμφέρον τῷ τοιούτῳ ἀκροατηρίῳ καὶ τοιούτωι· εἴρηκέ τι εἶναι εἶδος πυρός, πυρὸς οὐκ αἰσθητοῦ, κολάζοντος τὸν κολαζόμενον τῷ πόνῳ εἰς τὸ μὴ φέρειν αὐτόν. εἶπε γάρ· «ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλεγόμενον» καὶ «καιόμενον» οὐκ ἐν τῇ καρδίᾳ μου μόνον ἀλλὰ καὶ «ἐν τοῖς