50
τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· πρὸς οὕς φησιν ὁ Θεός· "Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται· ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε." Τοῖς δὲ φρονοῦσιν ἅπερ ἐστὶν αὐτοῦ, λέγει· "Φάγετε, πίετε, καὶ μεθύσθητε, οἱ πλησίον." ∆ηλοῖ δὲ σαφέστερον ὁ λόγος τῶν ἀπομεινάντων τὴν ἔνδειαν, χερσοῦσθαι λέγων πᾶσαν ἄμπελον, κἂν σίκλον ἔχῃ τιμήν. Φέρειν δὲ μόνας ἀκάνθας τὴν γῆν, ὡς ἀντὶ ἄρτου καὶ οἴνου, βουτύρῳ κεχρῆσθαι καὶ γάλακτι. Παρίστησι δὲ ταῦτα μετὰ τὴν ὑπὸ Βαβυλωνίων ἅλωσιν ἡ Γραφὴ, λέγουσα· Καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς ἐφ' οὓς Γοδολίαν κατέστησε. ∆εικνὺς δὲ τὸ χερσῶδες καὶ ἠκανθωμένον τῆς γῆς, φησὶν, ὡς οὐδὲ βαδίζειν ἔσται διὰ ταύτης ψιλῶς, δίχα βέλους καὶ τοξεύματος. ∆ίκην γὰρ βελῶν ἀντικείσονται τοῖς παριοῦσιν ἄκανθαι. Καὶ ἀκολούθως ἐπιλειψάσης ἡμῖν ἀμπέλου τῆς νοητῆς, πᾶν εἶδος ἐν ἡμῖν ἀνίσχει φαυλότητος. Τέλος δὲ ἀκάνθης τὸ πῦρ. ∆ιὸ καὶ Παῦλός φησι· "Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον ὑετὸν," καὶ τὰ ἑξῆς. Τοὺς οὖν ὑπολειφθέντας ὀλίγους, τοσούτῳ φησὶ κατέχεσθαι δείματι, ὡς τὰς ἐν ὄρεσι ποιεῖσθαι διατριβὰς, ὕλαις τε καὶ λόχμαις ἐγκατακρύπτεσθαι, κατὰ τὸ ὑπὸ τοῦ Σωτῆρος· "Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη." Ἃ καὶ γεωργεῖν ἐπεχείρουν, τῆς ἀρίστης γῆς δι' ἐρημίαν κεχερσωμένης, ὡς ἂν μόνον ἀναγκαίας εὐποροῖεν τροφῆς, λογιζόμενοι τὸ ἀδεὲς τῆς ἐνταῦθα διατριβῆς. Ἡ δὲ λοιπὴ γῆ κεχερσωμένη εἰς βόσκημα ἔσται προβάτου, καὶ καταπάτημα βοὸς, τοῦτ' ἔστιν εἰς κατανομὰς προβάτων. Ἴσως καὶ διὰ τοῦτο, πολὺ τὸ γάλα καὶ τὸ βούτυρον ἔλε 1972 γεν ἔσεσθαι. Τὸ δὲ προκείμενον χωρίον οὕτω τινὲς ἐξηγήσαντο· Εἰς Αἴγυπτον, φησὶ, κατέβη ὁ λαός μου παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν. ∆ιατοῦτο προφητεύει ἐπὶ τῇ γεννήσει τοῦ Ἐμμανουὴλ, εἴτε ἐν Αἰγύπτῳ τις εἴη τῶν ἀπὸ τοῦ λαοῦ, εἴτε ἐν Ἀσσυρίοις, ἐξελεύσεσθαι τούτους, καὶ ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας γενομένους, ἀναπαύεσθαι ἐν ταῖς αὐτοφυέσι καὶ σχολαζούσαις καταδύσεσιν. Μυίας μέντοι κυριεύειν μέρους ποταμοῦ Αἰγύπτου, καὶ μελίττας ἐν τῇ χώρᾳ εἶναι τῶν Ἀσσυρίων φησὶ, τὸ εὐτελὲς ἐνδεικνύμενος τῶν ἀντικειμένων δυνάμεων. Μυῖα γὰρ ὀχληρὸν τοῖς ἀνθρώποις ζῶον, καὶ μυσαρὸν ἔχον ἀπὸ κόπρου τὴν γένεσιν. Ὧν καὶ ἡ ζωὴ ὀχληρὰ, καὶ ὁ θάνατος βδελυκτός. Τό τε μέρος κυριεύσουσι τοῦ ποταμοῦ Αἰγύπτου. Ἄνωθεν γὰρ ἐκ τῶν Αἰθιόπων ὁ Νεῖλος ἀρχόμενος, περὶ βραχὺ μέρος ἑαυτοῦ τὸ πρὸς ταῖς εἰς θάλατταν ἐκβολαῖς κατοικοῦσαν ἔχει τὴν Αἴγυπτον· ἐν ᾧ τόπῳ πᾶν εἶδος ἀλόγων ζώων τεθεοποίηται. Ταύτας οὖν τὰς μυίας τὸ ἀσθενὲς τῆς ἀντιτεταγμένης δυνάμεως, συριγμῷ ἑαυτοῦ ἀφανίσει ὁ Κύριος, δηλαδὴ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. Καὶ ἡ μέλισσα δὲ μικρὸν ζῶον καὶ ἀσθενὲς, ἐν ᾧ ἀμύνεται τελευτῶν. Ἐναφεῖσα γὰρ τὸ κέντρον, συναπόλλυται τῇ πληγῇ, πάσχουσα ὧν ἔδρασε μείζω. Ὁποῖοι τῶν ἀνθρώπων οἱ πονηρότατοι. Μετὰ τὴν γέννησιν τοίνυν Χριστοῦ διασκεδασθείσης πάσης ἀντικειμένης δυνάμεως, συναχθήσονται οἱ υἱοὶ Ἰσραὴλ ἐν ταῖς αὐτοφυέσιν ὑποδοχαῖς, καὶ ἀναπαύσονται τῆς αἰχμαλωσίας ῥυσθέντες, ἀτιμωθέντος τοῦ ἐπιβουλεύσαντος βασιλέως αὐτοῖς· ὅτε τοσαύτη κατὰ τὴν χώραν εὐετηρία γενήσεται, ὡς ἀρκεῖν τῷ κεκτημένῳ δάμαλιν καὶ πρόβατα δύο πρὸς αὐτάρκη τροφήν. ∆ιὰ τὸ πάντας βουτύρῳ καὶ μέλιτι τρέφεσθαι· τοῦτ' ἔστι, θρέψει ἔκαστος τὸ φιλόπονον καὶ γεωργικὸν τῆς ψυχῆς τὸ ἥμερόν τε καὶ εὐμετάδοτον. Ἀπὸ προβάτου γὰρ ἡ ὕλη τῆς σκέπης ἡμῖν, ὡς ἀπὸ τῆς κατ' ἀρετὴν περιβολῆς ἡ ζωὴ τῷ σπουδαίῳ κεκόσμηται. Ἐπεὶ οὖν καὶ τρέφεται πνευματικῶς καὶ κοσμεῖται, διὰ τοῦτο θρέψει δάμαλιν καὶ πρόβατα δύο. Βούτυρον δὲ καὶ μέλι τὰ εἰσαγωγικὰ τῆς θείας διδασκαλίας λέγει διδάγματα· νηπιώδης γὰρ αὐτὴ καὶ πρώτη τροφὴ, μεθ' ἣν εἰς ἄνδρας ἐλθὼν πρέπουσιν ἀνδρὶ πνευματικοῖς μαθήμασιν ἑαυτὸν ἐπιδίδωσιν. Εἶτα τοὺς ἐκ περιτομῆς δηλῶν, περὶ τῶν χιλίων ἀμπέλων φησίν· "Ἄμπελον γὰρ ἐξ Αἰγύπτου μετῆρε," καὶ τὰ ἑξῆς. Ἥτις εὐθηνήσασα πρότερον, ὕστερον ἠμελήθη