De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
τύχωσιν ὄντες τῇ αὐτῇ ἡμέρᾳ ἐν τῇ πόλει, ὁμοίως καὶ οἱ κληρικοὶ τῆς Μεγάλης Ἐκκλησίας καὶ οἱ τῶν ἔξω ἐκκλησιῶν, καὶ ὅσοι δ' ἂν ἐν πᾶσι τοῖς μοναστηρίοις τὸν μονήρη βίον ἀσκοῦσιν ἐν ταύτῃ τῇ θεοφυλάκτῳ πόλει, καὶ ἐκτελοῦσιν ἅπαντες παννύχιον ὕμνον ἐν τῷ σεπτῷ ναῷ. Τῇ δὲ ἑξῆς, ἥτις ἐστὶ κυρία τῶν ἡμερῶν, ἐξέρχεται ὁ πατριάρχης μετὰ τῶν προρρηθέντων ἁπάντων ἐκ τοῦ ναοῦ μετὰ τῆς λιτῆς, καὶ διέρχονται διὰ τοῦ δημοσίου ἐμβόλου. Ὁ δὲ βασιλεὺς ἐξελθὼν ἀπὸ τοῦ παλατίου, φορῶν σαγίον, διὰ τῆς πύλης τοῦ Σπαθαρικίου, καὶ δηριγευόμενος ὑπό τε τῶν τοῦ κουβουκλείου φορούντων τὰ σαγία αὐτῶν, διέρχεται διὰ τῆς Μανναύρας καὶ τῶν διαβατικῶν αὐτῆς τῶν ἀνωτέρων, καὶ διὰ τῆς ξυλίνης σκάλας εἰσέρχεται ἐν τοῖς κατηχουμενίοις τῆς Μεγάλης Ἐκκλησίας, καὶ εἰσελθὼν ὁ βασιλεὺς ἐν τοῖς κατηχουμενίοις καὶ εὐξάμενος, ἅπτων κηρούς, ὑπαλλάσσει, ὡσαύτως καὶ πάντες κατὰ τὴν ἰδίαν τάξιν, τὰ ἀλλαξίματα αὐτῶν τὰ ἄσπρα. Τῆς δὲ λιτῆς ἐγγιζούσης, δίδοται σιλέντιον καὶ ἐξέρχεται ὁ βασιλεὺς ἐκ τοῦ μητατωρίου τῶν κατηχουμενίων, καὶ δέχονται αὐτὸν 1.146 οἱ πατρίκιοι ἐν τῷ μεγάλῳ τρικλίνῳ τοῦ σεκρέτου μετὰ πάσης τῆς συγκλήτου καὶ πίπτουσιν. Εἶτα λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, δίδωσι τῷ τῆς καταστάσεως καὶ λέγει· "Κελεύσατε", καὶ αὐτοὶ ὑπερεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Κἀκεῖθεν δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ πάντων βασταζόντων κηρία ὑποφίαλα, κατέρχεται διὰ τοῦ μεγάλου κοχλιοῦ καὶ διὰ τοῦ διδασκαλείου, ἔνθα τὰ πασχάλια, καὶ κατελθὼν τὰ γραδήλια, οὐκ εἰσέρχεται ἐν τῷ μεγάλῳ νάρθηκι, ἀλλ' ἐκνεύσας ἀριστερὸν ἐπὶ τὸ μητάτον ἀπὸ τοῦ τριγώνου, λέγων ὁ τῆς καταστάσεως κατὰ βάθρον· "Καπλάτε, ∆όμηνι" καὶ κατέρχεται τὰ γραδήλια τοῦ Ἀθύρα, καὶ δέχεται ἐκεῖσε τὴν λιτήν. Ἅψας δὲ κηροὺς καὶ εὐξάμενος, προσκυνεῖ τὸν τίμιον σταυρὸν καὶ τὸ ἄχραντον Εὐαγγέλιον, ὡσαύτως ἀσπάζεται καὶ τὸν πατριάρχην, καὶ διέρχεται ἔμπροσθεν τῆς λιτῆς. Ὁ δὲ τῆς καταστάσεως ἄρχεται τὸ τροπάριν· "Τὴν τῶν ἀληθινῶν δογμάτων," τὸ αὐτὸ ψαλλόντων καὶ πάντων τῆς προελεύσεως. Ὁ δὲ βασιλεύς, εἰσελθὼν ἐν τῷ νάρθηκι, καθέζεται μέχρις ἂν καταλάβῃ ὁ πατριάρχης μετὰ τῆς λιτῆς. Καὶ τοῦ πατριάρχου καταλαβόντος, ἀνίσταται ὁ βασιλεύς, καὶ ἵστανται ἀμφότεροι ἔμπροσθεν τῶν βασιλικῶν πυλῶν, καὶ ὁ μὲν βασιλεὺς ἅψας κηροὺς εὔχεται, ὁ δὲ πατριάρχης τελεῖ τὴν εὐχὴν τῆς εἰσόδου, καὶ εὐξάμενος ὁ βασιλεὺς ἐπιδίδωσι τὰ κηρία τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως. Τοῦ δὲ πατριάρχου τὴν εὐχὴν τελέσαντος καὶ προσκυνήσαντος τοῦ βασιλέως τὸ ἄχραντον Εὐαγγέλιον, κρατήσαντες ἀλλήλων τὰς χεῖρας, διέρχονται μέσον τοῦ ναοῦ, καὶ διὰ τῆς πλαγίας τοῦ ἄμβωνος ἐκνεύσαντες, εἰσέρχονται ἐν τῇ σωλαίᾳ καὶ ἵστανται ἔμπροσθεν τῶν ἁγίων θυρῶν, κἀκεῖσε λαβὼν κηροὺς ὁ βασιλεὺς εὔχεται, εἶτα δίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ. Καὶ ἀλλήλους προσκυνήσαντες ὅ τε βασιλεὺς καὶ 1.147 ὁ πατριάρχης, εἰσέρχεται εἰς τὸ θυσιαστήριον πρὸς τὸ τὴν θείαν λειτουργίαν ἐκτελέσαι, καὶ ὁ βασιλεὺς ἀπέρχεται εἰς τὸ μητατώριον, ἐκτελῶν ἐκεῖσε τὴν θείαν λειτουργίαν· ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ εἰς τὸ θυσιαστήριον ὁ βασιλεὺς οὐκ εἰσέρχεται. Χρὴ δὲ εἰδέναι ὅτι ἐν μὲν τῇ προόδῳ τῶν Ἁγίων καὶ ἐν τῇ ἀγάπῃ, τῶν θυρῶν οὐκ ἐξέρχεται, ἐν δὲ τῇ κοινωνίᾳ ἐξέρχεται καὶ κοινωνεῖ, καὶ τῆς θείας λειτουργίας τελεσθείσης, ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ μητατωρίου καὶ ἑνοῦται τῷ πατριάρχῃ, καὶ διέρχονται ἀμφότεροι μέχρι τοῦ Ἁγίου Φρέατος, προσκυνήσαντες δὲ ἀλλήλους καὶ ἀσπασάμενοι, ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τῶν ἐκεῖσε, καὶ διὰ τοῦ χυτοῦ τῆς μικρᾶς πύλης τῆς Χαλκῆς εἰσελθών, διά τε τῶν Σχολῶν καὶ τῶν Ἐκσκουβίτων διερχόμενος, λέγοντος τοῦ τῆς καταστάσεως· "Καπλάτε, ∆όμηνι," καὶ καταλαβόντος ἐν τῷ Κονσιστωρίῳ, μένει μὲν ἐκεῖσε ἡ σύγκλητος, ὑπερευχομένη τὸν βασιλέα, ὁ δὲ τῆς καταστάσεως καὶ οἱ σιλεντιάριοι μένουσιν εἰς τὸν Ὀνόποδα, ὑπερευχόμενοι καὶ αὐτοὶ ὁμοίως. Ὁ δὲ βασιλεὺς διέρχεται διὰ τοῦ Αὐγουστέως, καὶ εἰσέρχεται ἐν τῷ παλατίῳ, τοῦ δὲ κλητωρίου στοιχηθέντος, γίνονται μίνσαι, καὶ εὐθέως ἀπαλλάσσουσιν ἅπαντες. Ὁ δὲ βασιλεὺς καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης ἀπὸ σκαραμαγγίου, καὶ οὓς ἐκέλευσε καλέσαι, καὶ αὐτοὶ ἀπὸ σκαραμαγγίων, οἱ δὲ τοῦ κουβουκλείου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παραστάσιμον οὐ ποιοῦσιν. Ἰστέον ὅτι τὸ παλαιὸν ὁ τοιοῦτος τύπος ἦν· νῦν δὲ ὁ βασιλεὺς τὰ ἄλλα πάντα ἐκτελεῖ μέχρι τῆς εἰσόδου, καθὼς εἴρηται. Εἰς δὲ τὴν εἴσοδον εἰσέρχεται εἰς τὸ βῆμα ἔνδον, καὶ οἱ