τὴν πόλιν ἀφίκετο. ὡς δὲ αὐτοὺς ὁ δῆμος δαφνηφορῶν ὑπεδέξατο, ἥ τε σύγκλητος αὐτοκράτορας προσηγόρευσεν, καὶ κηδεύσαντες τὸν πατέρα ἀνῆλθον ἐς τὰ βασίλεια. διελόμενοι δὲ αὐτὰ ἑκάτερος ᾤκει, παραφράττεσθαι κελεύσαντες πάσας εἰσόδους, εἴ τινες λανθάνουσαι ἦσαν, μόναις δὲ δημοσίαις ἐχρῶντο ἰδίας φρουρὰς ἐπιστήσαντες, οὐδὲ συνιόντες, εἰ μὴ πρὸς ὀλίγον ὅσον δημοσίᾳ ἰέναι· καὶ ἐπιτελέσαντες τὴν εἰς τὸν πατέρα τιμὴν ἐστασίαζον πρὸς ἀλλήλους, ἐμίσουν τε καὶ ἐβουλεύοντο κατ' ἀλλήλων, [καὶ] τίς πρῶτος τὸν ἕτερον ἀποσκευάσεται. ἐμερίζοντο δὲ καὶ πάντων αἱ γνῶμαι, 95 ὅσοι ἐν ἀξιώμασιν ἦσαν. ὁ μὲν γὰρ Γέτας ἐπιεικείας τρόπον ἐπεδείκνυτο, ὁ δὲ Ἀντωνῖνος ὠμότητος. Τούτους δὲ ἡ μήτηρ †μέλλοντας διαιρεῖσθαι τὴν ἀρχήν· καὶ τοῦ μὲν Ἀντωνίνου πάντα τὰ ὑπὲρ Εὐρώπην δεχομένου, τοῦ δὲ Γέτα τὴν ἀντικειμένην ἤπειρον Ἀσίαν τε καλουμένην πᾶσαν, ἤρεσκεν τὸν μὲν Ἀντωνῖνον ἐπὶ τὸ Βυζάντιον ἱδρῦσαι τὸ στρατόπεδον, τὸν δὲ Γέταν ἐν Χαλκηδόνι τῆς Βιθυνίας, οὕτω τε τήν τε σύγκλητον καὶ τὰ ἔθνη καὶ τοὺς στρατιώτας μερίσασθαι. ταῦτα δὲ αὐτῶν διατυπούντων, οἱ μὲν ἄλλοι πάντες σκυθρωποῖς προσώποις ἐς τὴν γῆν ἔνευσαν· ἡ δὲ Ἰουλία· γῆν μέν, ἔφη, ὦ τέκνα, καὶ θάλασσαν εὑρίσκετε ὅπως νείμησθε, τὴν δὲ μητέρα πῶς ἂν διέλησθε, καὶ πῶς ἡ ἀθλία εἰς ἑκάτερον ὑμῶν νεμηθείην; πρῶτον δὲ ἐμὲ φονεύσατε, καὶ διελόντες ἑκάτερος παρ' ἑαυτῷ τὸ μέρος θαπτέτω. ταῦτα λέγουσα μετὰ δακρύων καὶ οἰμωγῆς ἀμφοτέροις τε τὰς χεῖρας περιβάλλουσα καὶ ὑπὸ τὰς ἀγκάλας λαβοῦσα συνάγειν ἐπειρᾶτο. πάντας δὲ οἴκτου λαβόντος, διελύθη τὸ συνέδριον, τὸ δὲ μῖσος καὶ ἡ στάσις ηὔξετο. εἰς πάντα γὰρ τὰ ἐναντία ἀλλήλοις ἐφρόνουν καὶ οἰνοχόους καὶ ὀψοποιοὺς ἀνέπειθον ἐμβαλεῖν δηλητήρια φάρμακα. οὐ ῥᾳδίως δὲ αὐτῶν οὐδετέρῳ προυχώρει· πολλῇ γὰρ ἐχρῶντο περὶ τὰ τοιαῦτα φρουρᾷ. τέλος δὲ μὴ φέρων ὁ Ἀντωνῖνος, ἀλλὰ ὑπὸ τῆς περὶ τὴν μοναρχίαν ἐπιθυμίας ἐλαυνόμενος, διὰ ξίφους ἐχώρησεν, καὶ τὸν ἀδελφὸν ἐπὶ τοῖς στήθεσι τῆς μητρὸς καταφυγόντα διεχρήσατο. Κατεργασθέντος οὖν αὐτῷ τοῦ φόνου, προπηδᾷ τοῦ οἴκου θέων, φερόμενός τε δι' ὅλων τῶν βασιλείων ἐβόα μέγαν κίνδυνον ἐκπεφευγέναι μόλις τε σωθῆναι· τούς τε στρατιώτας, οἳ φρουροῦσι τὰ βασίλεια, κελεύει αὐτὸν ἁρπάσαντας ἀπάγειν ἐς τὸ σρατόπεδον. πιστεύσαντές τε ἐκεῖνοι, τὸ πεπραγμένον ἔνδον οὐκ εἰδότες, θέοντι αὐτῷ συνεξέδραμον πάντες· ταραχή τε τὸν δῆμον κατεῖχεν ὁρῶντας περὶ δείλην διὰ μέσης φερόμενον τῆς πόλεως δρόμῳ τὸν βασιλέα. ὡς δὲ εἰσεπήδησεν εἰς τὸ στρατόπεδον ἔς τε τὸν ναόν, ἔνθα τὰ σημεῖα ἔκειτο, ῥίψας ἑαυτὸν ὡμολόγει χάριτας τῆς σωτηρίας. καὶ τοῖς μὲν στρατιώταις τὸ πραχθὲν οὐχ ὡμολόγει· ἐβούλετο γὰρ νοεῖσθαι μᾶλλον ἢ ἀκούεσθαι· καὶ διὰ τοῦτο ὅσα ἐν 96 ιηʹ ἔτεσιν ὁ Σεβῆρος ἤθροισεν, ἐν μιᾷ ἡμέρᾳ ἐς τοὺς στρατιώτας ἐξέχεεν, ἵνα τὸν ἀδελφοῦ θάνατον κυρώσωσι καὶ τοῦτον αὐτοκράτορα ψηφίσωνται. καὶ ἐπιβὰς τοῦ θρόνου τοῦ τε ἀδελφοῦ πολλὰ κατηγόρει καὶ τοὺς αὐτοῦ φίλους δριμέα διεβλέπετο. οἱ δὲ καὶ ὀδυρόμενοι ἐπὶ τοῖς πεπραγμένοις αὐτοκράτορα αὐτὸν καὶ μονάρχην προσηγόρευσαν. ὁ δὲ Ἀντωνῖνος τρέμοντας καὶ ὠχριῶντας τοὺς πλείστους καταλιπὼν ἀνέδραμεν ἐπὶ τὰ βασίλεια. ὅσοι τε τῆς συγκλήτου βουλῆς καὶ ὅσοι γένει ἢ πλούτῳ περιεῖχον ἀνῃροῦντο, καὶ ἡ Κομόδου ἀδελφὴ πρεσβῦτις ἤδη καὶ ὑπὸ πάντων ὡς Μάρκου θυγάτηρ τιμωμένη προσαπώλετο, διὸ ἐδάκρυσε παρὰ τῇ μητρὶ αὐτοῦ ἐπὶ τῷ τοῦ παιδὸς φόνῳ. τήν τε γυναῖκα γενομένην αὐτῷ Πλαυτίαν οὖσαν ἐν Σικελίᾳ, καὶ τὸν ἀνεψιὸν αὑτοῦ Σεβήρου τε ὁμώνυμον καὶ τὸν Περτίνακος υἱὸν τῆς τε Κομόδου ἀδελφῆς Λουκίλλης υἱόν, καὶ εἴ τι γένος ἦν βασιλικὸν ἐν συγκλήτῳ ἐξ εὐπατριδῶν καταβαῖνον, πᾶν ἐξέκοψεν· εἴς τε τὰ ἔθνη πέμπων ἡγεμόνας τε καὶ ἐπιτρόπους ὡς ἐκείνου φίλους διεχρήσατο πάντας. πᾶσά τε νὺξ ἔφερε † τῶν ἀνθρώπων φόνους πάντων ἀνθρώπων, καὶ ἐν ἱπποδρομίᾳ πολλοὺς ἐφόνευσεν. 52. Ὅτι ἔδει τὸν Ἀντωνίνου βίον τέλος λαβεῖν. περιεργότατος γὰρ ὢν ἐβουλήθη μαθεῖν τὸν μετ' αὐτὸν βασιλεύσαντα,