βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ἀνθρώπῳ σπείροντι καλὸν σπόρον." Λέγεται δὲ παραβολὴ καὶ ἡ τροπολογία, οἷον ἐστὶ τό· "Υἱὲ ἀνθρώπου, εἶπον αὐτοῖς τὴν παραβολὴν ταύ την· Ὁ ἀετὸς ὁ μεγαλοπτέρυγος." Παραβολὴ λέγεται καὶ ὁ τύπος καὶ ἡ εἰκὼν ὡς ὁ Παῦλος ἔφη. "Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν τὰς ἐπαγ γελίας ἀποδεξάμενος, ὅθεν καὶ ἐν παραβολῇ αὐτὸν ἐκομίσατο," τουτέστιν ἐν τύπῳ καὶ εἰκόνι." Πα ραβολή ἐστι λόγος παραβάλλων τὰ νοητὰ πρὸς τὰ αἰ σθητὰ καὶ παριστῶν ἐκ τῶν ἐγκοσμίων καὶ ὁρατῶν τὰ ὑπερκόσμια καὶ ἀόρατα. "Πρόβλημα δέ ἐστι λόγος συνεσκιασμένος 107 καὶ αἰνιγματώδης, κατὰ τὸ εἰρημένον, "Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, 110.201 ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου." Πρόβλημά ἐστι θεώρημα συντεῖνον πρὸς θεωρίαν καὶ γνῶσιν. Παράδειγμα δέ ἐστι λόγος ἀπὸ τοῦ καθ' ἕκαστα ἄγων ἐπὶ τὸ καθόλου, ἡ δεῖξις πιστουμένη τὸ μερικὸν διὰ μερικοῦ καὶ ὁμοίου. Παροιμία δέ ἐστι λόγος ἀπόκρυ φος δι' ἑτέρου προδήλου σημαινόμενος.
ΛΒʹ. Περὶ Θωλᾶς. Μετὰ δὲ Ἀβιμέλεχ γέγονε κριτὴς Θωλᾶ ἔτη κγʹ. ΛΓʹ. Περὶ Ἰαήρ. Μετὰ τοῦτον γέγονε κριτὴς Ἰαὴρ ἔτη κβʹ. Λ∆ʹ. Περὶ Ἰεφθάε. Μετὰ Ἰαὴρ γέγονε κριτὴς Ἰεφθάε ὁ Γαλααδίτης ἔτη ζʹ,
πατάξας τοὺς Ἀμμανίτας καὶ τοὺς Φιλιστιεὶμ, θλίψαντας τὸν Ἰσραὴλ ἔτη ιηʹ. ̣2 ̣ Μετὰ δὲ Ἰεφθάε γέγονε κριτὴς Σεβὼν ὁ Βηθλεεμίτης ἔτη κʹ. ̣3 ̣ Μετὰ δὲ Σεβὼν γέγονε κριτὴς Ἐγλὼν Ζα ροῦ ἔτη ιβʹ. ̣4 ̣ Μετὰ τοῦτον γέγονε κριτὴς Ἀβδὼν Φαρα θωνίτης ἔτη ηʹ.
ΛΕʹ. Περὶ Σαμψῶνος. Μετὰ δὲ Ἀβδὼν γέγονε κριτὴς Σαμψὼν ἔτη κʹ, πατάξας καὶ τοὺς Φιλιστιεὶμ ἐν σιαγόνι ὄνου, καὶ ἐν ῥάβδῳ, καὶ ἐν ἀλώπηξι, καὶ 108 ἐν συμπτώματι οἴκου, θλίψαντας τὸν Ἰσραὴλ ἔτη μʹ, οὗ τὴν ἰσχὺν καὶ ἀνδρείαν δεικνύουσι μὲν καὶ ταῦτα, δηλοῦσι δὲ καὶ τὰ διάφορα ἰσχυρώτατα δεσμὰ διαλυόμενα ῥᾳ δίως ἀπὸ τῶν χειρῶν αὐτοῦ καὶ πύλαι πόλεως ἀνα σπώμεναι· φησὶ γάρ· "Εἰσῆλθε Σαμψὼν εἰς Γά ζαν τὴν πόλιν πρός τινα πόρνην, καὶ γνόντες οἱ Γαζαῖοι ἐνήδρευσαν ἀφ' ἑσπέρας κλείσαντες τὴν πό λιν, βουλόμενοι αὐτὸν ἀνελεῖν τῇ ἐπαύριον. Ὁ δὲ μεσούσης τῆς νυκτὸς ἀναστὰς καὶ ἐπιλαβόμενος τὰς πύλας τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς, καὶ ἀνα βαστάσας αὐτὴν σὺν τοῖς μοχλοῖς, καὶ ἐπιθεὶς ἐπὶ τῶν ὤμων αὐτοῦ ἐξῆλθε, ἔθηκε δὲ αὐτὰς ἐπὶ τὴν κορυφὴν τοῦ κατὰ προσώπου ὄρους ̣23b ̣τῆς πό λεως." Ἐφ' οὗ καὶ Ἡρακλῆς ὁ παρ' Ἕλλησι διαβόητος ἐγνωρίζετο ὁ τοὺς ιβʹ ἄθλους ἀνύσας. Οὗτός ἐστι καὶ ὁ τῆς κογχύλης εὑρέτης, καὶ οὐκ ἄλλος. ̣3 ̣ Περὶ δὲ Σαμψὼν καλῶς παραινεῖ ὁ προφήτης λέγων· "Μὴ καταπιστεύετε ἐν φίλοιςκαὶ ἀπὸ τῆς συγκοί του σου φύλαξαι τοῦ ἀναθέσθαι αὐτῇ." Παρενοχλήθη γὰρ ὁ δίκαιος οὗτος ὑπὸ τῆς πρώτης αὐτοῦ γυναικὸς, καὶ ἀναγγείλας αὐτῇ τὸ πρόβλημα, γέγονε αὐτῷ λύ πης μεγίστης ὑπόθεσις· ὡσαύτως δὲ καὶ ἡ δευτέρα ∆αλιδὰς ἔργοις ἀπατηλοῖς δελεάσασα τὸν ὅσιον, ἐπί χαρμον τοῦτον ἐποίησε τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ὁ ἐξ 110.204 ἐπαγγελίας συλληφθεὶς καὶ τὸν Ἰσραὴλ κρίνας ἔτη κʹ καὶ ταῖς παλάμαις ἀνασχίσας τὸ στόμα τοῦ λέον τος, καὶ ἐν σιαγόνι ὄνου χιλίους ἀποκτείνας ἄνδρας, καὶ ὕδωρ ἐκ σιαγόνος πιὼν, καὶ δι' ὑπερβολῆς ἰσχύος τὰς πύλας τῆς πόλεως ἀνασπάσας, ὡς εἴρη ται, καὶ ἁπλῶς ὁ ἐκ κοιλίας μητρὸς ἁγιασθεὶς, ὑπὸ γυναικὸς, οἴμοι, δελεασθεὶς οὐ μόνον τὴν τοσαύτην θείαν χάριν καὶ τηλικαύτην ἰσχὺν ἀπώλεσε, ἀλλά γε καὶ τὰ ὄμματα ἐξορυχθεὶς, παίγνιον τοῖς παιδαρίοις τῶν ἀλλοφύλων γέγονεν καὶ σὺν αὐτοῖς τὸν βίον αἰ σχίστῳ μόρῳ κατέστρεψε, ἑαυτὸν ἀποφήνας τοῖς ἐχθροῖς κωμῳδίαν, τοῖς δὲ φίλοις θρηνῳδίαν. ̣4̣ Μετὰ δὲ Σαμψὼν ἐγένετο ἀναρχία ἔτη μʹ, καὶ ἕκαστος ἔπραττεν ὅπερ ἠβούλετο, ὅθεν ἡ Γραφὴ τὴν αἰτίαν ἐμφαίνουσα 109 τῆς παρανομίας λέγει· "Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραὴλ, ἀλλ' ἕκαστος τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει"τοσαύτης πρόξενος βλάβης ἡ ἀναρχία καὶ κατ' ἀλλήλων συνανιστάμενοι συνωλοθρεύοντο, μάλιστα δὲ ὁπόταν εἰς