ἐπικερτομῆσαι βασιλέων παισί τε καὶ γυναιξί, καὶ ἐξυβρίζεις ἐς τοὺς σοὺς τῇ φύσει δεσπότας." τούτῳ μὲν τοιαῦτα λέγοντι γέλωτά τε ἐποίει τοὺς λόγους, καὶ ἐπιχλευάζων ἐπέσκωπτεν οἷα οὐδὲν ὑγιὲς οὔτε φρονοῦντι οὔτε λέγοντι. Οἱ μέντοι Παιαζήτεω ἄρχοντες, ἐς λόγους ἀφικόμενοι τοῖς Τεμήρεω ὀρυκταῖς, ᾗ φασιν, ὑπέσχοντο ἀργύριον τελέσαι πάμπολυ, εἰ ὑφέλοιντο Παιαζήτην ὑπορύξαντες. ἔνθα δὴ ὄρυγμά τε ποιησάμενοι ἐν τῷ στρατοπέδῳ, καὶ εἰς τὴν σκηνήν, ἐν ᾗ ἐσκήνου Παιαζήτης ἐν φυλακῇ ὤν, ἐξιόντες, ὤφθησαν ὑπὸ τῶν ταύτῃ φυλάκων καὶ ἑάλωσαν· οὐ γὰρ ἐντὸς ἐγένοντο τῆς σκηνῆς, ἀλλ' ἐκτός, ᾗ ἐφύλασσον πέριξ γενόμενοι ἄνδρες ὑπὸ Τεμήρεω ταχθέντες. ταύτῃ ὡς ἐξῄεσαν καὶ ἑάλωσαν, ἀπετάμοντο τὰς κεφαλὰς ὑπὸ βασιλέως. Ἐπὶ Σμύρνης μὲν οὖν ἀφικόμενος τήν τε Σμύρνην εἷλε τροχίσκοις, καὶ τὴν ἐν τῷ αἰγιαλῷ ἄκραν ὑπὸ Ῥωμαίων ταύτῃ κατεχομένην ὑπορύξας κατέβαλέ τε, καὶ ταύτην ἑλὼν πολίσματά τε ἄλλα τῆς χώρας ταύτης ἐπελαύνων ᾕρει, ὡς οἱ προὐχώρει 1.151 προσβάλλοντι ἐφ' ἕκαστον. τριχῇ γάρ, λέγεται, διῄρει τὰς πόλεις Τεμήρης τοῖς τε τροχοῖς. κύκλοι δὲ ὄντες οὗτοι καὶ κλίμακας ἔχοντες ἐντός, ὥστε ἀναβαίνειν ἐπὶ τὸ τεῖχος, ἐς τὴν τάφρον ἄγοντες ἐπετίθεσαν ἄνδρες διακόσιοι ἕκαστον τεταγμένοι, διὰ τοῦ τροχοῦ εἰσιὼν ἕκαστος, ἐς τὸ πέραν τε ἐγίγνετο τῆς τάφρου, στεγαζόμενοι ὑπὸ τοῦ τροχοῦ. ὡς δὲ πέραν γίγνοιντο, ἀνέβαινον τὰς κλίμακας, καὶ οὕτω ᾕρουν τὴν πόλιν. μετὰ δὲ πολλοὶ ὄντες αὐτῷ ἐν τῷ στρατοπέδῳ ἔχουν τὴν πόλιν, ὥστε ἐπὶ τὸ τεῖχος τὰ χώματα ἀναβαίνειν, καὶ ἄνω διὰ τῶν χωμάτων ἡλίσκετο αὐτῷ τὸ τεῖχος. εἶχε δὲ καὶ ὀρυκτὰς ἐς μυρίους, καὶ ὀρύσσοντες τὰ τείχη ἐπὶ μετεώρων ξύλων καθειστήκεσαν. μετὰ δὲ ταῦτα πῦρ ἐνιεὶς τὰ ξύλα, καὶ ὡς ἐκαίετο τὰ ξύλα, τὰ τείχη εὐπετῶς ἔπιπτον, καὶ ταύτῃ ἐσέπιπτον ἐς τὴν πόλιν. Οὕτω μὲν οὖν ᾕρει Τεμήρης τὰς πόλεις· ὡς δὲ ἤδη ἔαρ ὑπέφαινεν, ἀφίκετο παρ' αὐτὸν ἀγγελία, ὡς τοῦ Ἰνδῶν βασιλέως πρεσβεία ἀφικομένη ἐπὶ Χεσίην μεγάλῃ χειρὶ δεινά τε τὴν πόλιν ἐργάσαιτο, καὶ ἐπὶ τοὺς θησαυροὺς παριὼν τοῦ βασιλέως τόν τε φόρον λαβὼν οἴχοιτο, καὶ ἀπειλοίη, ὡς οὐκέτι ἐμμένοι ταῖς σπονδαῖς ὁ Ἰνδῶν βασιλεύς. ταῦτα ὡς ἐπύθετο, περιδεὴς γενόμενος, μὴ ἐπειδὴ ἀφίκοιτο ἡ πρεσβεία παρὰ βασιλέα τῶν Ἰνδῶν, ἐπιὼν καταστρέφοιτο τὴν ἑαυτοῦ χώραν, σχόντος αὐτοῦ ἀμφὶ 1.152 τοὺς ἐπήλυδας πολέμους, καὶ ἅμα ἐσῄει αὐτὸν καὶ τὰ ἀνθρώπεια ἐν οὐδενὶ ἑστηκότα ἀσφαλεῖ, καὶ δεινὰ ποιησάμενος τοὺς Ἰνδοὺς πρέσβεις ἐξυβρίσαι ἐς αὐτὸν οὕτως ἀναίδην, ἤλαυνεν, ὡς εἶχε τάχιστα, ἐπὶ Χεσίης, τόν τε Παιαζήτην ἔχων μεθ' ἑαυτοῦ καὶ τὸν παῖδα αὐτοῦ. καὶ οὐδένα λόγον ἐποιεῖτο αὐτοῦ Τεμήρης, ἀπέδρα ἐπὶ τὴν πατρῴαν χώραν. Παιαζήτην δὲ ὑπὸ λύπης νοσήσαντα τελευτῆσαι τὸν βίον ἔφασαν. οὕτω μὲν οὖν ἐτελεύτησε Παιαζήτης ὁ Ἀμουράτεω, ἀνὴρ ὁρμήν τε καὶ τόλμαν ἐπιδειξάμενος, ὅποι ἂν παραγένοιτο, ἀξίαν λόγου, καὶ τόλμῃ μεγάλῃ ἀποδειξάμενος ἔργα κατά τε Ἀσίαν καὶ Εὐρώπην, βασιλεύσας ἔτη πέντε καὶ εἴκοσιν. ἦν δὲ οὕτως αὐθάδης, ὥστε μηδενὶ πείθεσθαι, ὡς ἑαυτῷ θαρρούντως χωρεῖν ἐπὶ τοὺς πολεμίους. ἐτελεύτησε δὲ ἐν τῇ Ἰωνίᾳ, διαχειμάζοντος αὐτοῦ Τεμήρεω τὸν στρατόν. Ὁ δὲ Ἰνδῶν βασιλεὺς οὗτος ἐστὶν ὁ τῶν ἐννέα βασιλέων τοὔνομα ἔχων, Τζαχατάης βασιλεύς. τῶν ἐννέα δὲ βασιλέων βασιλέα γενόμενον τοῦτον, τὸν διὰ τοὺς Μασσαγέτας στρατὸν μέγαν ἐπὶ Τεμήρην ἐπιπέμψαντα, λέγεται τόν τε Ἀράξην ἐπιόντα διαβῆναι, καὶ τὰ πλέω τῆς ταύτῃ χώρας καταστρεψάμενον ἐπ' οἴκου αὖθις ἀποχωρῆσαι. Σίνης τε βασιλεύει καὶ Ἰνδίας [καὶ] ξυμπάσης, καὶ διήκει αὐτῷ ἡ χώρα ἐπὶ Ταπροβάνην νῆσον, ἐς Ἰνδικὴν θάλασσαν, ἐς ἣν οἱ μέγιστοι τῆς Ἰνδίας χώρας ποταμοὶ 1.153 ἐκδιδοῦσιν, ὅ τε Γάγγης, Ἰνδός, Ἀκεσίνης, Ὑδάσπης, ὙδραώτηςὝφασις, μέγιστοι δὴ οὗτοι ὄντες τῆς χώρας. φέρει δὲ ἡ Ἰνδικὴ χώρα ἀγαθὰ μὲν πολλὰ καὶ ὄλβον πολύν, καὶ ὅ τε βασιλεὺς ξυμπάσης τῆς χώρας ὑπ' αὐτὸν γενομένης. ὁρμώμενος δὲ οὗτος ἀπὸ τῆς ὑπὲρ Γάγγην χώρας καὶ τῆς παραλίου Ἰνδικῆς καὶ Ταπροβάνης, ἐλθεῖν ἐπὶ τὸν βασιλέα Χαταΐης,