οἰκοδομεῖν ἐπιβάλωμεν, ὁ θαυμάσιος οὗτος καὶ τὴν φύσιν καὶ τὴν σπουδήν, πολλὴν μὲν καὶ ἀπὸ τῆς συμφυοῦς ἀρχῆς πρὸς τὸν λόγον συντέλειαν εἴληφε, πολλὴν δὲ καὶ ἀπὸ τῆς οἰκείας γνώμης ἐνταῦθα μερίδα συνεισηνέγκατο· καὶ φύσεως ἐκ πρώτης γενέσεως εὖ ἔχων ὑπεραλλομένης ὡς εἰπεῖν καὶ πᾶσαν ὑπερβαλλομένης δύναμιν, οὐ πέπονθε ταὐτὸν τοῖς πολλοῖς, οὐδὲ πιεῖν ταύτῃ τεθαρρηκώς, αὐτόθεν ἕξειν τὸν λόγον ᾠήθη δεῖν, εἰ μὴ καὶ σπουδὴν προσλάβοι ταύτης συλλήπτορα. ὥσπερ εἴ τις καὶ στρατιώτης σίδηρον προειληφὼς τῶν εὐθήκτων καὶ τῶν αὐτίκα τεμνόντων, εἴ περ ἐν πολέμοις εὐδοκιμεῖν βούλοιτο, καὶ τὴν τέχνην προσλαμβάνει, πῶς ἂν αὐτῷ χρῷτο, καὶ πολλὴν περὶ τοῦτο εἰσφέρει τὴν ἐπιμέλειαν. οὐ γὰρ ἀποχρῶσα καθ' ἑαυτὴν ἡ φύσις πρὸς τὴν τελεωτάτην κτῆσιν τοῦ λόγου, ἀλλὰ δεῖ καὶ σπουδῆς τοῖς οὕτως ἔχουσι, καὶ λόγου ὑποδεικνύοντος πρῶτα μὲν τίς ἡ πρὸς τὴν φύσιν ὁδὸς ἀπάγουσα, καὶ τίς ἡ πρὸς τὰ μαθήματα, καὶ τίς ἡ πρὸς θεολογίαν, ἔπειτα τί ταῦτα βούλονται, καὶ τί μὲν δεῖ ὡς στοιχεῖον λαχεῖν, τί δὲ ὡς μετ' ἐκεῖνο, καὶ ποῦ τῆς τελειότητος μετασχεῖν, ὡς πολλούς γε ἑωράκειν ἐγὼ οὐκ ἀρχομένους τούτων, οὐδὲ προκόπτοντας, ἀλλ' ὥσπερ ἐμπίπτοντας καὶ σπαράττοντας, εἶτα οὐδ' ὑφιεμένους τοῖς κρείττοσιν, ἀλλὰ καὶ παρρησίᾳ χρωμένους, καὶ ἅττα ἂν αὐτοῖς ἡ γλῶττα συλλάβοι, οὐ γὰρ ὁ νοῦς εἴποιμι, ἐκχέοντας καὶ ἀλλήλους ἐξαπατῶντας, εἰπεῖν δὲ καὶ τοὺς ἀκούοντας. καὶ πολλάκις οὗτοι καὶ κατὰ τῶν ἀκριβεστέρων εὐδοκιμήκασιν, οὐκ ὄντος κανόνος οὐδὲ τῆς ἀκριβοῦς κρίσεως. Ἀλλ' οὐχ ὁ θαυμάσιος οὗτος τοιοῦτος. ἀλλ' ἐπειδὴ ἑαυτὸν ἐγνώκει ἀφορμήν τινα παρὰ θεοῦ πρὸς τὴν παιδείαν εἰληφότα τὴν φύσιν, εὐθὺς ὑπὸ κρείττονας ἑαυτὸν διδασκάλους πεποίηται, καὶ τὴν ἐγκύκλιον πρῶτα παιδείαν μεμαθηκώς, πρὸς δὲ καὶ τῆς γραμματικῆς τέχνης εἰς ἄκρον ἐληλυθώς, οὕτω δὴ τῶν μειζόνων μαθημάτων ἀντιλαμβάνεται. εἰ μὲν οὖν οὐδεὶς ᾔδει τὸν ἄνδρα, ἔπειτα ὧν ἐρεῖν μέλλω περὶ αὐτοῦ ἠκηκόει, ὑπώπτευσεν ἂν ὡς ψευδῆ τὸν λόγον διὰ τὴν ὑπερβολὴν τῶν ἐπαίνων. ἐπεὶ δὲ τὸ ἄγαλμα ἵσταται ἐν μέσῃ περιωπῇ ὑπὲρ πᾶσαν ἀκρόπολιν, ἐφερμηνεύω δὲ τούτῳ ἐγὼ τὴν ἀκριβῆ στάσιν, ὡς οὕτως ἔχει αὐτῷ τὼ χεῖρε, ὡς οὕτω τὼ πόδε, ὡς ἡ κεφαλή, ὡς πάντα οὕτως εἰπεῖν τὰ μέρη τοῦ σώματος. εἴ τις ἀπιστοίη τῷ ἐπὶ πᾶσιν εὖ ἔχειν καὶ ὑπερβαλλόντως, διοράτω τὸ ἄγαλμα, κἀκεῖθεν τὴν πίστιν λαμβανέτω τῶν λεγομένων. Πλὴν τοσοῦτον ἂν εἴποιμι, ὡς οὐ δημοσιεύει τὸ κάλλος ὁ ἀγαλματίας οὗτος ἀνὴρ τὴν ψυχήν. οὐδ' ἕστηκε κατὰ τὰς στήλας τὴν ἔξω δεικνυούσας μορφήν, ἀλλ' ἐμφανὴς μέν ἐστι τοῖς ὁρᾷν βουλομένοις [εἴσω]· κρύπτει δὲ τὰ πολλὰ τῶν ἀρετῶν τὴν ἰδέαν ἐξ ὧν μεμόρφωται, καὶ οὔτε τῇ γλώττῃ τὸν λόγον σαλπίζει, οὔτε δημοσιεύει τὴν ἀρετὴν σύμπασαν, ἵνα καὶ τοῦτο αὐτῷ μεγαλομερὸς πρὸς τὸ καλὸν εἴη συνεισφορά. δεῖ οὖν ἡμῖν ἀγῶνος ἀνασκοπεῖν τὸν ἄνδρα καὶ ἀνιχνεύειν, ὥσπερ δὴ κἀγὼ ἀναχωννύων τοῦτον, ὁμοῦ τε καὶ ἐγνώκειν οἵαν ἐν λαγόσιν ἔχει πηγήν, καὶ ἐπεπώκειν εἰς κόρον τοῦ νάματος. ὡμίλησα γὰρ πρωθήβης ὢν ἔτι τῷ μεγάλῳ τούτῳ ἀνδρί, διψῶν-πῶς ἂν εἴποιμι-τῆς παιδεύσεως καὶ περιφλεγόμενος, καὶ ἀπαρύσας ἀθρόον τῶν ἐκείνης ῥευμάτων εἰς δύναμιν, ἀρκοῦσαν ταῦτα πρὸς πᾶσαν μάθησιν ἔσχον παρασκευήν. οὐδὲν γὰρ παρ' οὐδενὸς ἑτέρου οὔτε προείληφα, οὔτε προσείληφα, ἀλλ' ὥσπερ ὁ τοῦ Μένωνος οἰκογενὴς ἀπὸ τῶν τοῦ Πλάτωνος ὀλίγων ἀρχῶν τὸ διπλάσιον τοῦ σχήματος συνεπερανάμην, καὶ τὸν βωμὸν ἐδιπλασίασα, οὐκ ἀνεπιστημόνως ἔξω τοσοῦτον περιθέμενος σῶμα, ἀλλὰ τὰς μέσας γραμμὰς εὑρηκὼς οὐκέτι μὲν παρὰ τοῦ διδασκάλου, παρὰ δὲ τῆς φύσεως καὶ τοῦ κρείττονος. Ἀλλὰ περὶ μὲν ἐμοῦ τοσοῦτον εἰρήσθω. ὁ δὲ μέγας οὗτος ἀνὴρ, ἐξ ὑπερδεξίων ἄνωθεν εἰδὼς βάλλειν περὶ τὰ μαθήματα, ἀπὸ τῶν ῥητορικῶν λόγων ἀρξάμενος, ἐς τὴν φιλοσοφίαν συνεπεράνατο, οὐδὲ τῆς Ἰταλῶν σοφίας ἠμεληκώς. ὅσοι