ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν». ἐγὼ φοβοῦμαι μὴ τοιοῦτόν ἐστι τὸ ἀποκείμενον ἡμῖν, πῦρ γινόμενον, ὡς ἐν τῇ καρδίᾳ γέγονεν Ἱερεμίου. οὐ πεπόνθαμεν δὲ αὐτό. εἰ ἐπεπόνθειμεν τοῦτο, καὶ προέκειτο τὰ δύο πυρά, τοῦτο τὸ πῦρ καὶ τὸ ἔξωθεν πῦρ ὃ βλέπομεν ἐπὶ τῶν καιομένων ὑπὸ τῶν ἡγουμένων τῶν ἐθνῶν, εἱλόμεθα ἂν ἐκεῖνο μᾶλλον τὸ πῦρ ἢ τοῦτο. ἐκεῖνο μὲν γὰρ καίει τὴν ἐπιφάνειαν, τοῦτο δὲ καίει τὴν καρδίαν, καὶ ἀρξάμενον ἀπὸ τῆς καρδίας διϊκνεῖται ἐπὶ πάντα τὰ ὀστᾶ, καὶ διϊκνούμενον ἐπὶ τὰ ὀστᾶ ἔρχεται ἐπὶ ὅλον τὸν καιόμενον, καὶ οὕτως ἔρχεται ὡς μὴ δύνασθαι τὸν καιόμενον φέρειν. τίς ἐπὶ τούτῳ τῷ πυρὶ δύναται λέγειν· «καὶ οὐ δύναμαι φέρειν»; οἶδα καὶ λῃστὰς τοῦτο τὸ πῦρ δυνηθέντας ὑπομεῖναι, τὸν πόνον <τὸν> ἀπὸ τούτου τοῦ πυρός. ἄλλος ἐστὶν ὁ πόνος ὁ ἀπὸ τοῦ πυρός, ὃν διέγραψεν Ἱερεμίας λέγων· «καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ καιόμενον, φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν». ἐκεῖνο τὸ πῦρ ἐκκαίει ὁ σωτὴρ ὁ εἰπών· «πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν». καὶ ἐπεὶ ἐκεῖνο τὸ πῦρ ἐκκαίει ὁ σωτήρ, διὰ τοῦτο τοῖς ἀρχομένοις ἀκούειν αὐτοῦ ἄρχεται ἀπὸ τοῦ πυρὸς καὶ πρῶτον πῦρ βάλλει αὐτῶν ἐπὶ τὴν καρδίαν· ὅπερ ὁμολογοῦσι Σίμων καὶ Κλεόπας λέγοντες ἐπὶ τοῖς λόγοις αὐ<τοῦ> τὸ «οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς»; ἐνθάδε ἡ καρδία καίεται πυρὶ καὶ Σίμωνος καὶ Κλεόπα. ἄκουε λεγόντων· «οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν»; 20.9 Τίς ἄξιος ἤδη λαβεῖν ἐκεῖνο τὸ πῦρ ἐν τῇ καρδίᾳ, ἵνα μὴ ἐκεῖ αὐτὸ λάβῃ; θέλω διαγράψαι τίς ἐστιν ὁ ἔχων τοῦτο τὸ πῦρ ἐν τῇ καρδίᾳ. διάγραψόν μοι δύο ἡμαρτηκότας τὴν αὐτὴν τῷ γένει ἁμαρτίαν, τὴν μιαράν, τὴν ἀκάθαρτον πορνείαν, καὶ ἐν τούτοις τοῖς δύο τοῖς πεπορνευκόσι τὸν μὲν ἕτερον μὴ λυπούμενον μηδὲ ὀδυνώμενον μηδὲ δακνόμενον, ἀλλὰ τὸ εἰρημένον ἐν Παροιμίαις περὶ τῆς πόρνης γυναικὸς πάσχοντα, «ἥτις ἐὰν πράξῃ, ἀπονιψαμένη οὐδέν φησι πεπραχέναι ἄτοπον». ἴδε μοι τὸν ἕτερον μετὰ τὸ πτῶμα μὴ δυνάμενον στέγειν, ἀλλὰ κολαζόμενον τὴν συνείδησιν, βασανιζόμενον τὴν καρδίαν, φαγεῖν καὶ πιεῖν οὐ δυνάμενον, οὐ κρίσει νηστεύοντα ἀλλὰ ἀλγηδόνι τῆς μετανοίας. διάγραψόν μοι τὸν τοιοῦτον «ὅλην τὴν ἡμέραν σκυθρωπάζοντα καὶ καταπονούμενον καὶ πορευόμενον, ὠρυόμενον ἀπὸ στεναγμοῦ τῆς καρδίας αὐτοῦ, βλέποντα αὐτοῦ τὴν ἁμαρτίαν ἐνώ- πιον αὐτοῦ» διὰ παντὸς ἔμπροσθεν ἐλέγχουσαν. καὶ ἴδε τὸν τοιοῦτον οὐκ ἐπὶ μίαν ἡμέραν οὐδὲ ἐπὶ μίαν νύκτα, ἀλλ' ἐπὶ χρόνον πολὺν κολαζόμενον. τίνα τῶν δύο προκρίνεις; τίνα λέγεις ἐλπίδας ἔχειν παρὰ θεῷ; ἆρ' ἐκεῖνον τὸν πορνεύσαντα καὶ μὴ φροντί σαντα, ἀλλ' «ἀπαλγοῦντα ὡς καὶ παραδόντα αὑτὸν τῇ ἀσελγείᾳ», ἢ τοῦτον τὸν μετὰ τὴν μίαν ἁμαρτίαν πενθοῦντα, θρηνοῦντα; οὗτος † ἐλπίδων ἐστίν. ὅσον πλείω καίεται ὑπὸ τοῦ τῆς λύπης πυρός, τοσοῦτον μᾶλλον ἐλεεῖται, καὶ ἔστιν αὐτῷ χρόνος αὐτάρκης τῆς κολάσεως <τοσ>οῦτος, ὅσος ἐκείνῳ δίδοται χρόνος κολάσεως τῷ πορνεύσαντι καὶ λυπηθέντι. καὶ ἐπεὶ χρόνος ἐστὶ τούτῳ τῆς ἐνταῦθα κολάσεως λυσιτελής, διὰ τοῦτο ἐπραγματεύσατο κολάσαι τὸν πεπορνευκότα, καὶ ἡνίκα ἐκόλασεν αὐτὸν λύπῃ καὶ εἶδε τὴν λύπην αὐτάρκη, φησί· «μήποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος, κυρώσατε εἰς αὐτὸν ἀγάπην». ἕκαστος ἡμῶν ἐξετασάτω τὴν συνείδησιν ἑαυτοῦ, καὶ ἰδέτω τί ἥμαρτεν· ὅτι δεῖ αὐτὸν κολασθῆναι. εὐχέσθω τῷ θεῷ τοῦτο τὸ πῦρ τὸ ἐν τῷ Ἱερεμίᾳ ἥκειν ἐπ' αὐτόν, εἶτα τὸ ἐπὶ Σίμωνα καὶ Κλεόπαν ἐληλυθός, ἵνα μὴ τηρηθῇ τῷ ἄλλῳ πυρί· εἰ γὰρ μὴ ἔλαβεν ἐνθάδε τὸ πῦρ ἀλλὰ καὶ ἥμαρτε καὶ οὐ πεφρόντικε, τηρηθήσεται ἐκείνῳ τῷ πυρί. «Καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ καιόμενον, φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν». ὁ ἄμεμπτος, ὁ μακάριος Ἱερεμίας (καθ' ὑπεξαίρεσιν λέγω τούτου τοῦ μικροῦ ἁμαρτή- ματος καὶ εἴ τι ἄλλο βραχὺ πεποίηκεν) ἐψέγετο ὑπὸ πολλῶν. ἀλλ' ὁ ὑπὸ τῶν πολλῶν ψόγος αὐτῷ ἐγκώμιον παρὰ θεῷ ἦν. ἔλεγον γὰρ οἱ ψέγοντες· «ἐπισύστητε, καὶ