51
στραφεῖσα πρὸς πικρίαν. Καὶ γέγονεν εἰς χέρσον, ὅτε μετὰ μυρίων αὐτοῖς βελῶν καὶ τοξευμάτων ὁ πολέμιος ἐπῆλθε στρατὸς ἐρημίαν ἐπάγων. Ὄρη δὲ ἀροτριώμενα, αἱ εἰς Χριστὸν πεπιστευκυῖαι ψυχαὶ, πρότερον μὲν 1973 ἔρημοι καὶ ἀγεώργητοι, καὶ ἠκανθωμέναι πρὸ τῆς Χριστοῦ παρουσίας· ἐπειδὴ δὲ ἦλθεν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν, καὶ ἐκάλεσε τὰ μὴ ὄντα ἵνα τὰ ὄντα καταργήσῃ· διὰ τοῦτο, οἱ μὲν ἐκ περιτομῆς ἀπολέσαντες τὸ εὐθαλὲς καὶ τὸ ἔγκαρπον, εἰς χέρσον μετέβαλον· τὸ δὲ ἀπὸ τῶν ἐθνῶν σύστημα, τὸ ἀροτριώμενον ὄρος, ἀροτριᾶται ἀπαλλαγὲν πάσης δειλίας τῶν πολεμίων. Ὅρος γὰρ ἡ ὑπὸ τῆς τοῦ Κυρίου διδασκαλίας ὑψωθεῖσα ψυχή· οὗ ἐλθόντος, ἐξεκλάσθη μὲν Ἰσραὴλ, κατεφυτεύθη δὲ τὰ ἔθνη, ὡς ἂν τῷ ἐκείνων παραπτώματι ἡ σωτηρία πᾶσιν οἰκονομηθῇ, καὶ ἀδεῶς τοῖς ὄρεσι τούτοις καὶ πρόβατα καὶ βόες ἐννεμόμενα, ἄφθονον τὴν παρ' ἑαυτῶν ὠφέλειαν παρέχονται. Πρόβατα μὲν οἱ τὰ ἤθη χρηστότεροι· βόες δὲ οἱ πρὸς τὴν ἐργασίαν τῶν ἀναγκαίων φιλοπονώτατοι. ΚΕΦΑΛ. Ηʹ. αδʹ. 9Καὶ εἶπε Κύριος πρός με· Λάβε σεαυτῷ τόμον καινὸν μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ. Καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου9, κ.τ.λ. Εἰπὼν τὰ μέλλοντα καταλαβεῖν αὐτοὺς δυσχερῆ, τὸν περὶ τοῦ Ἐμμανουὴλ ἐπανείληφε λόγον. Ἐπεὶ γὰρ τὸ σημεῖον ὑπῆρχε παράδοξον, παιδίον ἐκ παρθένου γενόμενον, οὐκέτι μὲν τῷ Ἄχαζ, οὐδὲ τῷ οἴκῳ ∆αβὶδ, αὐτῷ δὲ τῷ προφήτῃ παραδείκνυσι τοῦ μυστηρίου τὸν τρόπον. ∆ιδάσκων γὰρ αὐτὸν ἅπερ ἐν τῷ καινῷ γράφειν τόμῳ δεήσειεν, ἐκ προσώπου τοῦ ἰδίου φησὶ, καὶ προσῆλθον πρὸς τὴν προφῆτιν. Τοῦτ' ἔστι ταῦτα γράψον. Ἐπειδὴ δὲ οὐκ ἐκφορὰ ταῖς πάντων ἦν ἀκοαῖς, προστάττει τῷ προφήτῃ λαβεῖν τόμον, ἢ τεῦχος, ἢ διφθέρωμα, ἢ κεφαλίδα, κατὰ τοὺς λοιπούς. Ὁ δὲ τοῦ καινοῦ καὶ μεγάλου τόμος τύπος ἂν εἴη τῆς καινῆς καὶ μεγάλης διαθήκης, ὡς τῆς πρώτης πεπαλαιωμένης. Ἀσθενὴς γὰρ ἦν, καὶ τελειοῦν εἶχεν οὐδένα· Σεαυτῷ δέ φησιν, ἀντιδιαστέλλων τοὺς πιστεύοντας πρὸς τοὺς ἀπειθεῖν εἰρημένους. Ἐκείνοις γὰρ τὰ ἐν τῷ καινῷ δίδοται τόμῳ τὸ Χριστοῦ μυστήριον περιέχοντα. Λέγεται δὲ καὶ μέγας ὁ τόμος. Οὐ δὲ γὰρ ἔχει τῆς νομικῆς ἱστορίας τὸ ταπεινόν. ∆ι' ὃ καὶ ζημιοῦται Παῦλος ἡδέως, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ. Καθὰ γάρ φησιν ἐπὶ κρείττοσι θυσίαις ἡ νέα νενομοθέτηται. Γραφίδι δέ φησιν ἀνθρώπου, διὰ τὸ λέξει ἀνθρωπίνῃ, καὶ τοῖς πολλοῖς βατῇ γεγράφθαι τοῦ Εὐαγγελίου τὰ ῥήματα. Εἶναι γὰρ ἑτέραν γραφὴν, οὐκ ἀνθρωπίνην, καθ' ἣν δυνάμει τοῦ Πνεύματος οἱ ἐν βίβλῳ ζωῆς ἀπογράφονται. Τάχα δὲ τὰ περὶ τῆς θεότητος τοῦ Μονογενοῦς οὐκ ἀνθρωπίνης ἐστὶ γραφί 1976 δος, ὡς τὰ περὶ τῆς τούτου σαρκώσεως, περὶ ἧς νῦν πρόκειται λόγος. Ἕτερος γὰρ ἐκεῖνος ὁ κάλαμος, ὡς καὶ ∆αβὶδ ὁ θεῖός φησιν· "Ἡ γλώσσα μου κάλαμος γραμματέως ὀξυγράφου." "Οἶδεν γὰρ οὐδεὶς τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα πλὴν τοῦ Υἱοῦ, καὶ ᾧ ἐὰν βούληται ὁ Θεὸς ἀποκαλύψαι." Γραφίδι γὰρ ἀνθρωπίνῃ φησὶν Ἰωάννης· Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· ὅσα τὰ τούτοις ἀκόλουθα περὶ τῶν κατὰ σάρκα λεγόμενα. Γράφει τοίνυν ὑπὲρ τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Ἐγγίζειν γὰρ τὸν καιρὸν, καθ' ὃν δεῖ ταῦτα τοὺς δύο βασιλέας παθεῖν ὑπὸ τοῦ βασιλέως τῶν Ἀσσυρίων, δυνάμει τοῦ Ἐμμανουήλ Ὃν ἐπᾴδειν ἐν τῇ μάχῃ τοῖς Ἰουδαίοις προσέταξεν. Καὶ ἐπ' αὐτῆς δὲ τῆς παρουσίας ταχεῖα γέγονε καὶ ἀστραπῆς πάσης ὀξυτέρα τοῦ Εὐαγγελίου ἡ διδασκαλία, διὰ πάσης τῆς οἰκουμένης σκυλεύουσα τοῦ αἰῶνος τούτου τὸν ἄρχοντα, καὶ πρὸς ὑπακοὴν τοῦ Χριστοῦ τοὺς αἰχμαλωτισθέντας ἀφέλκουσα. Μάρτυρες δὲ τῶν γραφομένων ἔστωσαν, φησὶν ἐν τῷ Εὐαγγελίῳ, Οὐρίας καὶ Ζαχαρίας. Ἦσαν γὰρ τότε Οὐρίας μὲν ἱερεὺς, ὡς δῆλον ἐκ τῆς ἱστορίας, Ζαχαρίας δὲ προφήτης. Ἐπ' Ἐζεκίου γὰρ γέγονεν, ὡς ἐν ταῖς Παραλειπομέναις γέγραπται. Συμβολικῶς δὲ τούτους εἰς μαρτύριον καλεῖ. ∆ηλοῖ γὰρ ὁ μὲν ἱερεὺς τὸν νόμον, ὅνπερ ἐδίδασκεν· οἱ δὲ προφῆται διὰ Ζαχαρίου σημαίνονται.