περισωθέντων καὶ ἐν τῇ τῆς Κοίλης περιπεσόντων ἀκτῇ, νυκτὸς ἐπελθούσης διέφυγον. Θεοφάνης δὲ μετὰ νίκης μεγάλης ὑποστρέψας ἐντίμως καὶ μεγαλοπρεπῶς παρὰ τοῦ βασιλέως ὑπεδέχθη καὶ παρακοιμώμενος ἐτιμήθη. 748 47. Τῷ δὲ Ἀπριλλίῳ μηνί, τῆς αʹ ἰνδικτιῶνος, πάλιν ἦλθον οἱ Τοῦρκοι μετὰ πλείστης δυνάμεως· ὁ δὲ παρακοιμώμενος ἐξελθὼν σπονδὰς εἰρηνικὰς μετ' αὐτῶν ἐποιήσατο, ὅθεν καὶ ἐπὶ χρόνους εʹ ἡ εἰρήνη διεφυλάχθη. 48. Τῇ δὲ βʹ ἰνδικτιῶνι, Πασχάλιος πρωτοσπαθάριος καὶ στρατηγὸς Λαγουβαρδίας ἀποστέλλεται πρὸς ῥῆγα τῶν Φράγγων, ἀγαγεῖν τὴν αὐτοῦ θυγατέρα Ῥωμανῷ τῷ Κωνσταντίνου τοῦ γαμβροῦ αὐτοῦ υἱῷ εἰς νύμφην. ἣν καὶ μετὰ πλούτου πολλοῦ ὁ Πασχάλιος ἀνήγαγεν· καὶ γέγονεν ὁ γάμος Σεπτεμβρίῳ μηνί, ἰνδικτιῶνος γʹ. ἥτις καὶ ἔζησε μετὰ τοῦ ἀνδρὸς αὐτοῦ ἔτη εʹ, καὶ ἐτελεύτησεν ἐν ταῖς ἡμέραις τῆς αὐτοκρατορίας Κωνσταντίνου τοῦ αὐτῆς πενθεροῦ. 49. Τῷ ∆εκεμβρίῳ μηνί, τῆς δʹ ἰνδικτιῶνος, ἀνέμου βιαίου καὶ σφοδροῦ πνεύσαντος οἱ λεγόμενοι ἐν τῷ ἱππικῷ ἐξ ἐναντίας τοῦ βασιλικοῦ θρόνου ∆ῆμοι κατέπεσον, καὶ συνέτριψαν τὰ ὑποκάτω αὐτῶν βάθρα καὶ στήθεα. χρόνου δὲ διελθόντος τῷ αὐτῷ μηνὶ τὸν βασιλέα Ῥωμανὸν οἱ υἱοὶ αὐτοῦ τοῦ παλατίου κατήγαγον. 50. Τῆς δὲ πόλεως Ἐδέσης, ἐν ᾗ τὸ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον ἀπέκειτο, παρὰ τοῦ Ῥωμαϊκοῦ πολιορκουμένης στρατεύματος, οἱ οἰκήτορες ταύτης πρὸς τὸν βασιλέα διαπρεσβεύουσι Ῥωμανὸν τοῦτο παρέχειν, εἰ τὴν πολιορκίαν λύσειεν. ὅπερ καὶ γέγονε· καὶ χρυσόβουλλον ἐδόθη μηδ' ἔτι ὑπὸ Ῥωμαίων τὴν χώ 749 ραν αὐτῶν ληΐζεσθαι. τοῦ δὲ ἁγίου ἐκμαγείου ἀποσταλέντος, ἀπήντησεν αὐτῷ Θεοφάνης ὁ παρακοιμώμενος μετὰ λαμπρᾶς φωταγωγίας καὶ τῆς δεούσης τιμῆς καὶ ὑμνῳδίας κατὰ τὸν Σάγγαριν ποταμόν. τῇ δὲ ιθʹ τοῦ αὐτοῦ μηνὸς σὺν αὐτῷ ἐν τῇ πόλει εἰσῆλθε. τοῦ δὲ βασιλέως ὄντος ἐν Βλαχέρναις κἀκεῖθεν αὐτὸ προσκυνήσαντος, τῇ ἐπαύριον ἐξῆλθον ἐν τῇ Χρυσῇ πόρτῃ οἵ τε βασιλέως δύο υἱοί, Στέφανος καὶ Κωνσταντῖνος, καὶ ὁ γαμβρὸς αὐτοῦ Κωνσταντῖνος σὺν τῷ πατριάρχῃ Θεοφυλάκτῳ καὶ τῇ συγκλήτῳ πάσῃ, καὶ τοῦ λαοῦ προπορευομένου μετὰ φωταγωγίας μέχρι τοῦ ναοῦ τῆς τοῦ θεοῦ ἁγίας σοφίας πεζοὶ τοῦτο διεκόμισαν, καὶ προσκυνηθὲν ἐκεῖσε ἐν τῷ παλατίῳ τοῦτο ἀνήγαγον. 51. Ἐν ταύταις ταῖς ἡμέραις Ἀρμένιόν τι τέρας τῇ πόλει ἐπεφοιτήκει, παῖδες συμφυεῖς ἄρρενες, ἐκ μιᾶς προελθόντες γαστρός, ἄρτιοι μὲν πάντα τὰ μέλη τοῦ σώματος· ἀπὸ δὲ τοῦ στόματος τῆς γαστρὸς καὶ μέχρι τῶν ὑπὸ γαστέρα συμπεφυκότες ἀλλήλοις ὑπῆρχον, ἀντιπρόσωποι. οἳ ἐπὶ πλεῖστον ἐν τῇ πόλει ἐνδιατρίψαντες ὑπὸ πάντων ὡς ἐξαίσιόν τι τέρας ἐθαυμάζοντο· ὅθεν καὶ ὡς πονηρός τις οἰωνὸς τῆς πόλεως ἐξηλάθη. πάλιν δὲ ἐπὶ τῆς μονοκρατορίας τῆς βασιλείας Κωνσταντίνου εἰσῆλθε. καὶ ἐπειδὴ ὁ ἕτερος αὐτῶν ἐτεθνήκει, ἰατροί τινες ἔμπειροι τὸ συγκεκολλημένον μέρος διέτεμον εὐφυῶς ἐλπίδι τοῦ τὸν ἕτερον ζήσεσθαι. ἀλλὰ καὶ οὗτος τρεῖς ἡμέρας ἐπιβιοὺς ἐτελεύτησεν. 750 52. Ἐν πᾶσι μὲν οὖν, ὡς ἀνωτέρω εἴρηται, τοῖς μοναχοῖς ὁ βασιλεὺς πίστιν ἐκέκτητο ἄμετρον, διαφερόντως δὲ ἐτίμα καὶ ὑπερέσεβε Σέργιον τὸν ἐν μοναχοῖς διαλάμποντα, ὃς ἀδελφὸς μὲν τοῦ μαγίστρου ἐπεφύκει Θωμᾶ, ἀνεψιὸς δὲ τοῦ πατριάρχου Φωτίου· ὃν πλέον τῆς σαρκικῆς εὐγενείας ἡ κατὰ ψυχὴν ἐτίμα εὐγένεια τό τε τῆς διακρίσεως εὐθὺ καὶ τὸ τοῦ προσώπου χάριεν τὸ μέτριόν τε τοῦ φρονήματος καὶ τοῦ ἤθους· τὸν μὲν γὰρ λόγον εἶχε γλυκύτερον μέλιτος ἀποστάζοντα, τὸ ἦθος πάγιον καὶ σταθηρόν, τὸ δὲ φρόνημα πολὺ φυσικὸν καὶ ταπεινόν. τοῦτον δὴ τὸν ἀοίδιμον ἀδιαλείπτως μεθ' ἑαυτοῦ εἶχεν ὁ βασιλεύς, κανόνα, ὡς ἄν τις εἴποι, τὸν αὐτοῦ βίον ἀεὶ ῥυθμίζοντα. οὗτος πολλὰ παρῄνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ μὴ ἀπαιδεύτους ἐᾶν εἰς πονηρίαν ἐκκλίνοντας, μή ποτε καὶ αὐτὸς πάθοι τὸ τοῦ Ἠλί, τιμωρίαν ἐκτίσας ὑπὲρ τῆς τῶν παίδων παρανομίας. ὃ καὶ γέγονε. καὶ γὰρ πρὸ ὀλίγων ἡμερῶν τούτων, πάντων καθιστορούντων τὸν ἄχραντον χαρακτῆρα ἐν τῷ ἁγίῳ ἐκμαγείῳ τοῦ υἱοῦ τοῦ θεοῦ, ἔλεγον οἱ υἱοὶ τοῦ βασιλέως μὴ βλέπειν τι ἢ