De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
δεσπόται προσκυνοῦσι τὴν ἁγίαν τράπεζαν καὶ τὴν ἐνδυτήν, καὶ διὰ πλαγίας τοῦ θυσιαστηρίου καὶ τοῦ κοχλιοῦ τοῦ ὄπισθεν τῆς κόγχης ἀνελθόντες εἰς τὰ κατηχου 1.148 μένια, εἰσέρχονται εἰς τὸ μητατώριον, καὶ ἀπαλλάσσουσι τὰς ἑαυτῶν χλαμύδας καὶ μόνον, καὶ ἀκούουσι τοῦ θείου Εὐαγγελίου καὶ τῆς ἐκτενοῦς, καὶ μετὰ ταῦτα εἰσέρχεται ὁ τῆς τραπέζης μετὰ τῶν ἀρτοκλίνων, καὶ στοιχεῖ τὸ κλητώριον. Καὶ ἐξέρχονται οἱ δεσπόται καὶ ἀπέρχονται εἰς τὸ μητατώριον τοῦ πατριάρχου, καὶ εὐθὺς δίδονται μίνσαι, ἐκδυόμενοι τὰ διβητήσια αὐτῶν, καὶ ἐκδέχονται τοῦ τελειωθῆναι τὴν θείαν λειτουργίαν καὶ ἀνελθεῖν τὸν πατριάρχην. Οἱ δὲ πραιπόσιτοι ἀπέρχονται, καὶ καθέζονται εἰς τὴν ἄνοδον δι' ἧς ὁ πατριάρχης ἀνέρχεται, καὶ τὸ ἀνελθεῖν αὐτὸν κρατοῦσι τὰς χεῖρας αὐτοῦ, ἀσπαζόμενοι αὐτάς, καὶ ἀπελθόντες εἰσάγουσιν αὐτὸν πρὸς τοὺς δεσπότας. Καὶ ἐκβαλὼν ὁ πατριάρχης τὰ ἀλλαξίματα αὐτοῦ, λαβὼν τοὺς δεσπότας, ἐξελθὼν ἀκουμβίζει μετ' αὐτὼν ἐπὶ τῆς τραπέζης, καὶ εἰσέρχονται οἱ κληθέντες καὶ ἀριστοῦσι μετ' αὐτῶν, καὶ τὸ ἀναστῆναι αὐτούς, ἀπέρχονται πάλιν οἱ δεσπόται διὰ τῶν διαβατικῶν εἰς τὸ παλάτιον. Ἰστέον δὲ ὅτι καὶ κηρία ἐκ τοῦ οἰκονομίου λαμβάνουσιν οἵ τε μάγιστροι καὶ πραιπόσιτοι καὶ πατρίκιοι, ἐπὶ δὲ τοῦ κύρου Φεοφυλάκτου καὶ θυμιάματα εὔοσμα, ἀλλ' οὖν καὶ δούλκιν ἐποίει ὁ κύριος Θεοφύλακτος ὁ πατριάρχης ἐπὶ τὸ μέρος τοῦ εὐκτηρίου τοῦ Ἁγίου Φεοφυλάκτου, καὶ οἱ δεσπόται ἀπήλαυον τοῦ δουλκίου μετὰ τῶν μαγίστρων καὶ τῶν πραιποσίτων καὶ λοιπῶν, ὧν ἐκέλευσαν.
1.149 ΛΗʹ (ΚΘʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ Κυριακῇ τῆς μέσης ἑβδομάδος τῶν νηστειῶν, ἡνίκα τὸ τίμιον καὶ ζωοποιὸν ξύλον τοῦ Σταυροῦ
προσκυνεῖται. Προέρχονται ἐννύχιοι ἐν τῷ παλατίῳ οἵ τε πατρίκιοι, πρωτοσπαθάριοί τε καὶ δομέστικοι καὶ οἱ τοποτηρηταὶ καὶ οἱ οἰκειακοὶ ἅπαντες, καὶ ἀνοίγει τὸ παλάτιον τάχιον, καὶ εἰσέρχονται οἱ πατρίκιοι φοροῦντες τὰ σαγία αὐτῶν ἀπὸ σκαραμαγγίων, οἱ δὲ λοιποὶ ἀπὸ σκαραμαγγίων, καὶ διέρχονται διὰ τοῦ μεγάλου τρικλίνου, καὶ ἀπέρχονται ἐν τῷ ναῷ τῆς παναγίας Θεοτόκου ἐν τῷ Φάρῳ, καὶ προσκυνήσαντες τὰ τίμια ξύλα, ἐξέρχονται πάλιν καὶ καθέζονται ἐν τῷ Ἱπποδρόμῳ· καὶ τῆς ὥρας ἐγγιζούσης πρὸς τὸ εἰσελθεῖν αὐτοὺς ἐν τῷ παλατίῳ, εἰσέρχονται, ὃν τρόπον καὶ ἐπὶ τῶν λοιπῶν κοινῶν ἡμερῶν, ἐν τῷ μεγάλῳ τρικλίνῳ τῆς προελεύσεως, καὶ ἡνίκα ἐγγίσῃ ἡ ὥρα καὶ στοιχηθῇ τὸ κλητώριον, γίνονται μίνσαι, καὶ ἐξελθὼν ὁ βασιλεὺς ἀκουμβίζει ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης ἐν τῷ αὐτῷ τρικλίνῳ τῆς προελεύσεως. Ἰστέον ὅτι ἐν τοῖς παλαιοῖς χρόνοις τῇ ἑορτῇ τοῦ Εὐαγγελισμοῦ ἤλασσον οἱ ἀξιωματικοὶ εἰς τὸ Κονσιστώριον χλανίδια λευκά, καὶ ἡνίκα κατέλαβεν ὁ καιρός, ἐξήρ 1.150 χοντο οἱ δεσπόται καὶ ἐδέχοντο αὐτοὺς οἱ πατρίκιοι εἰς τὸν Ὀνόποδα, οὐχὶ δὲ ἔνδον τοῦ πορτικοῦ, εἰς τὸν Αὐγουστέα, καὶ εἰ μὲν οὐκ ἦν Κυριακή, ἔπιπτον κάτω, προσκυνοῦντες τοὺς δεσπότας καὶ οὕτως κατήρχοντο εἰς τὸ Κονσιστώριον. Εἰ δὲ ἦν Κυριακή, οὐκ ἔπιπτον κάτω προσκυνοῦντες, ἀλλὰ μέχρι τῶν γονάτων ἐποίουν τὸ σέβας τῆς προσκυνήσεως.
1.151 ΛΘʹ (Λʹ) Ὅσα δεῖ παραφυλάττειν, εἰ τύχῃ ἡ ἑορτὴ τοῦ Εὐαγγελισμοῦ τῆς Ὑπεραγίας Θεοτόκου τῇ Κυριακῇ τῆς μέσης ἑβδομάδος.
Ἰστέον δὴ καὶ τοῦτο, ὅτι, εἰ μὲν τύχῃ ἡ αὐτὴ ἡμέρα τοῦ Εὐαγγελισμοῦ τῇ Κυριακῇ τῆς μέσης ἑβδομάδος τῶν νηστειῶν, τελεῖται οὕτως. Προέρχονται ἅπαντες ἐννύχιοι ἐν τῷ παλατίῳ, καὶ ἀλλάσσουσιν οἱ μὲν πατρίκιοι χλανίδια λευκά, ἔχοντα ταβλία ἀπὸ ὀξέων (ἐν γὰρ ταύτῃ τῇ ἑορτῇ οὐ φοροῦσι τὰ ὑποχρυσοκλάβων ταβλίων χλανίδια), ὡσαύτως καὶ ἡ σύγκλητος ἅπασα ἀπὸ λευκῶν χλανιδίων, οἱ δὲ πραιπόσιτοι ἀλλάσσουσι μετὰ τοῦ κουβουκλείου, ὡς εἴθισται αὐτοῖς. Ἀνοίξαντος δὲ τοῦ παλατίου, τάχιον ἀπὸ κελεύσεως εἰσέρχονται ἅπαντες, καὶ διελθόντες διὰ τοῦ Χρυσοτρικλίνου, εἰσέρχονται εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τοῦ