μὲν γὰρ ἓν τούτων προσειληφότες, τῶν λοιπῶν κατολιγωρῷεν, ἢ ὦτα νοῦ προϊστῶντες γλῶτταν ἀδιανόητον ἔχουσιν, ἢ πηγαῖον ὕδωρ καὶ ὄντως ἔννουν ἀπαντλησάμενοι ἐστέρηνται τοῦ ἐξάγοντος τοῦτο ὁλκοῦ, δεῖ γὰρ καὶ φιλοσοφίᾳ γλώττης ῥητορικῆς, καὶ τῇ τέχνῃ τῆς ἐπιστήμης· ὅ τε γὰρ μόνως φιλόσοφος, ἄχαρις, καὶ ὁ τὴν τέχνην διῃρημένως κομπάζων, τοῦ κοσμοῦντος ἐστέρηται σχήματος· καὶ ὁ ἄμφω συνειλοχώς, εἰ μὴ καὶ τὰ πολιτικὰ εἰδείη πράγματα, κύμβαλόν ἐστιν ἀλαλάζον κατὰ τὸν ἀποστολικὸν λόγον, εἰ μή γε βούλοιτο πόρρω πολιτείας ἑστᾶναι, τότε γὰρ αὐτῷ καὶ μέρος ἓν ἀποχρῶν, φημὶ δὴ τὸ τῆς φιλοσοφίας. ἀλλ' οἵ γε πολλοὶ περί τι τούτων πραγματευσάμενοι, αἴρουσι τὴν ὀφρὺν κατὰ τῶν ἑτέρων καὶ συγκρίνουσιν ἃ οὐκ ἴσασι· φιλοσοφίᾳ μὲν γάρ, ἅτε τὸ ἐκ πασῶν οὔσῃ, καὶ τὴν διὰ πασῶν συμφωνίαν ἐχούσῃ, οὐδὲν ἂν παραβάλοιτο· αὐτὴν γὰρ ἑαυτῇ συγκρίνοιεν ὁ οὕτω ποιῶν, ἢ πῶς ἂν αὐτῇ σωθείη, τὸ τέχνη τεχνῶν εἶναι καὶ ἐπιστήμη ἐπιστημῶν; ῥητορικῆς δὲ καὶ νομικῆς τέχνης τοσοῦτόν ἐστι τὸ διάφορον, ὡς ἡ μὲν τὰς ἀρχὰς καὶ τὰς πίστεις τῶν ἀγώνων παρέχει καὶ ῥυθμίζει, τοὺς ἀντιδιατιθεμένους διδάσκουσα οἷς μὲν ὁ κατήγορος, οἷς δὲ ὁ ἀπολογούμενος ἄριστα χρήσαιτο· ἡ δέ γε νομικὴ ἐντεῦθεν ἰσχύσασα, τούς τε προσφόρους ἑκάστῳ ἀνελίττει νόμους καὶ τὰ συμπεράσματα τῶν ὑποθέσεων δίδωσιν. Οὕτω τοιγαροῦν ἐκεῖνος ταῦτα μετεχειρίσατο, καὶ κατώρθωσε συνάψας τὰ διαστῆναι δοκοῦντα, καὶ τόν τε νοῦν καθηδύνας ταῖς ἀπὸ τῆς ῥητορικῆς χάρισι, τήν τε γλῶτταν σεμνύνας τοῖς φιλοσόφοις νοήμασι, καὶ μηδὲ πρὸς τὴν πολιτείαν ἀσύμβολος εὑρεθείς, ἀλλὰ καὶ τοῦτο τὸ μέρος συνεισενεγκὼν τῷ παντί, παρὰ μέντοι τῆς τέχνης καὶ κομψείας ἀγοραίου ἀπώνατο. οὐ δὲ μέχρι τῶν περιττῶν ἔστη σχημάτων, οἷς τοὺς πολλοὺς ὁρῶ χαίροντας καὶ τούτοις [.......] τρίβοντας τὰ οἰκεῖα συγγράμματα, ἀλλ' ἀφ' ὧν τὸ πείθειν καὶ ἡ παρασκευὴ τῶν ἀγώνων ταῦτα συνειλόχει, πρῶτος ἐξ ἀμφοτέρων τε ἐπιχειρεῖν ἐγνώκει, καὶ ἴσους ἑκατέρωθεν τοὺς λόγους ποιεῖν, ἵνα τοὺς ὅρους τῇ τέχνῃ φυλάξαιτο. ἐφρόντισε μέντοιγε καὶ συνθήκης καλῆς καὶ ὀνομασίας ἐπιτερποῦς· ἐπιπρέπει δὲ αὐτοῦ τοῖς λόγοις ἠρέμα καὶ ἡ τοῦ κάλλους ἐπιρροή· τούς τε ἐπιστολιμαίους τύπους ἐγνώκει ὡς ἄλλος οὐδείς, καὶ ἐνιαχοῦ μὲν στύφων αὐτῷ ὁ κρατήρ, ἀλλ' ἡ λέξις παρ' ἐλπίδας ἀνθήσασα ῥόδον ἐν χειμῶνι παρέδειξε. καὶ κατά γε τοῦτο τὸ μέρος τῶν μὲν καθ' ἡμᾶς καὶ οὓς αὐτὸς ἐγνώκειν, οὐδεὶς ἂν τούτῳ παραβληθείη, τῶν δέ γε πρὸ ἡμῶν καὶ ἀκριβῶς λαμψάντων ἐν λόγων λαμπρότητι πολλοῖς ἂν περί γε τοῦ πρωτείου δοίη ἀμφιβολίαν. Οὐ γὰρ εἴ τις ἐμοὶ μακροὺς λόγους ἐπιδεικνύει, εἶτα δὴ καὶ ἐπὶ διφθερῶν τηνάλλως τούτους ἐγγράφοι, ἀλλοίους ἑαυτοῖς καὶ παρεσχηματισμένους, καὶ νῦν μὲν τρυφῶντας, νῦν δὲ αὐχμῶντας καὶ μέχρι νεαροπρεποῦς ἑστηκότας λέξεως, οὗτος ῥήτωρ ἐμοὶ λογίζοιτο καὶ σοφός. μᾶλλον γάρ μοι ὁ νοῦς ἕστηκεν, ἢ τὸ οὖς ἵδρυται· ἀλλ' ὅστις ἀπ' ἐννοίας ἀρίστης ἀρξάμενος καὶ προοιμιασάμενος, εἴτ' αὐτόθεν τεχνικῶς, εἴτε κεκρυμμένως καὶ ἀφελῶς, νῦν μὲν ῥαγδαῖον ὑετὸν μιμοῖτο καὶ καταβαίνοι ὥσπερ Ἑλλησποντίας, νῦν δὲ ἠρέμα ψεκάζοι, οὔθ' ὑπὸ τῆς ῥύμης ἀγόμενος, οὔτ' ἐνταῦθα στενούμενος, ἀλλ' εὐλόγως καὶ κατὰ καιρὸν ἀμφοῖν χρώμενος. καὶ οὔπω λέγω τὰς μείζους τοῦ λόγου δυνάμεις, ὧν τοῦ μὲν καθ' ἡμᾶς λόγου τὰ πρῶτα ὁ τῆς θεολογίας Γρηγόριος, ὃν οὐδ' ἂν οὐδ' ἡ οὐρανία σάλπιγξ ὑπερηχήσειε, μετὰ δὲ τοῦτον τῆς θύραθεν σοφίας ∆ημοσθένης τε καὶ ∆ημάδης, προσθήσω δὲ καὶ Ἰσοκράτους ἀστραπαὶ καὶ βρονταί, τῆς μὲν Γρηγορίου ἥττους φωνῆς τοσοῦτον, ὅσον κρείττους τῶν ἄλλων, καθηγεμόνες δ' ὅμως τῆς ῥητορικῆς ξυμπάσης δυνάμεως. Λυσίαν δ' εἴ τις ἐπαινεῖν βούλοιτο, προσίεμαί τε καὶ ἀποδέχομαι, ἀλλ' οὔ μοι λόγος τὰ ῥητορικὰ ἐν πᾶσιν ἐπαινεῖν κλέμματα οὐδὲ τὰς ὑποκαθημένας φωνάς· τὸ δέ μοι μεγαλοπρεπὲς μᾶλλον