ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, καὶ ἀπατηθήσεται». ἄλλην ἀπάτην ἐβούλοντο αὐτὸν ἀπατῆσαι ὀλέθριον, ἐναντίαν τῇ ἀπάτῃ περὶ ἧς εἶπεν· «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην». λέγουσι δὲ οὗτοι οἱ ἐπισυνιστάμενοι αὐτῷ· «καὶ δυνησόμεθα αὐτῷ, καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ». οἴονται ἠδικῆσθαι οἱ ἐλεγχθέντες ἐπὶ ταῖς ἰδίαις ἁμαρτίαις καὶ διὰ τοῦτο οἰηθέντες ἠδικῆσθαι λέγουσι· «ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ». τοιοῦτόν τι πεποιήκασιν καὶ οἱ τὸν Ἡσαΐαν πρίσαντες· ὡς ἀδικηθέντες γάρ (ἐπειδήπερ αἱ προ- φητεῖαι ἐπέστρεφον αὐτοὺς καὶ ἐκόλαζον αὐτούς, ἤλεγχον, ἐπετίμων) ἔπρισαν αὐτὸν καὶ κατεδίκασαν αὐτοῦ ψῆφον θανατικήν. Ἀλλά φησιν ὁ Ἱερεμίας ἐπὶ τούτοις τοῖς ἐπισυστᾶσι· «καὶ κύριος μετ' ἐμοῦ καθὼς μαχητὴς ἰσχύων». ἐὰν γενώμεθα ὁποίους ἡμᾶς εἶναι χρή, καὶ τὸ πῦρ ἐκεῖνο παραδεξώμεθα ἐπὶ ταῖς ἡμετέραις ἁμαρτίαις ἐρχόμενον ὡς τῷ Ἱερεμίᾳ καὶ τοῖς ὁμοίοις, κύριος γίνεται μετὰ ταῦτα μεθ' ἡμῶν «καθὼς μαχητὴς ἰσχύων». καὶ «διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο» [οἱ διώκοντες αὐτὸν Ἰουδαῖοι· «ᾐσχύνθησαν σφόδρα καὶ οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν», ἐν τοσούτῳ χρόνῳ ἀτιμαζόμενοι οὐ λέγουσιν ἑαυτῶν τὰς ἁμαρτίας], ὅτι ὁ κύριος ἦν μετὰ τοῦ διωκομένου, καὶ οὐ δύναται ὑποχείριος αὐτοῖς γενέσθαι διωκό- μενος. μήποτε οὖν, ὡς πολλὰ τοῦ Ἱερεμίου ἀναφέρεται ἐπὶ τὸν σωτῆρα, καὶ τοῦτο δύναται τοιοῦτον εἶναι; «ἐπι<σύ>στητε» γὰρ «καὶ ἐπισυστῶμεν αὐτῷ» εἴρηται καὶ ἐπὶ τοῦ σωτῆρος. καὶ «κύριος» ἦν μετ' αὐτοῦ «καθὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο», οἱ διώκοντες αὐτὸν Ἰουδαῖοι· «ᾐσχύνθησαν σφόδρα καὶ οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν», ἐν τοσούτῳ χρόνῳ ἀτιμαζόμενοι οὐ λέγουσιν ἑαυτῶν τὰς ἁμαρτίας, «αἳ δι' αἰῶνος οὐκ ἐπιλησθήσονται», ἀλλ' οἴον<ται> ὅτι ἐν τῷ αἰῶνι τούτῳ ἐπιλησθήσονται αὐτῶν αἱ ἀνομίαι. ἡμεῖς δὲ ὁρῶμεν ὅτι δι' αἰῶνος αὐτῶν αἱ ἀνομίαι οὐκ ἐπιλησθήσονται, καὶ ὁρῶντες μεμνήμεθα τοῦ «μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ· εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, πόσῳ μᾶλλον» τῶν παρὰ φύσιν «οὐ φείσεται;» «Κύριος» οὖν «τῶν δυνάμεων» μεθ' ἡμῶν, «δοκιμάζων δίκαια, συνίων νεφροὺς καὶ καρδίας». ὁ κύριος δοκιμάζει μὲν δίκαια, ἀποδοκιμάζει δὲ ἄδικα, καὶ ἔστιν, ἵν' οὕτως ὀνομάσω, τραπεζίτης δικαίων καὶ ἀδίκων· οὗτος δὲ ὁ κύριος καὶ «συνίων» ἐστὶ «νεφροὺς καὶ καρδίας». ἐνθάδε μὲν οὖν γέγραπται ὅτι «συνίων» ἐστὶ «νεφροὺς καὶ καρδίας». ζητῶ τί διαφέρει τὸ «συνιέναι νεφροὺς καὶ καρδίας»· καὶ μήποτε ἄλλο ἐστὶ τὸ «συνιέναι νεφροὺς καὶ καρδίας», ἄλλο τὸ «ἐτάζειν καρδίας καὶ νεφρούς». οὐ πάντων ἐτάζει καρδίας καὶ νε- φρούς, ἀλλὰ τῶν ἡμαρτηκότων· ἐφίστημι γὰρ τῷ σημαινομένῳ τοῦ ἐτάζειν, ὅπερ λέγεται ἐν τῷ βίῳ τούτῳ ἐπὶ τῶν βασανιζομένων. ἐπὶ τοῖς δικαστηρίοις <οἱ μὲν> ἐτάζουσιν, οἱ δὲ ἐτάζονται, οἱ δέ εἰσι καὶ ἐν πόνοις βαρυτάτοις. οἱ μὲν οὖν κολασταὶ ἐτάζουσι πλευράς, ἐτάζουσι σώματα· κύριος δὲ μόνος καινὸν ἔχει τρόπον ἐτασμῶν, ἐτάζων γάρ ἐστι καρδίας, καὶ μόνῳ τῷ κυρίῳ πρόσεστι τὸ ἐξετάζειν καρδίας καὶ νεφρούς. λῃσταὶ ἐνταῦθα ἐτάζονται κατὰ πρόσταξιν ἡγουμένου τὰ πλευρά, ἐκεῖ δὲ οὐκ ἐκ προστάξεως θεοῦ, ἀλλ' ὑπ' αὐτοῦ τοῦ κυρίου ἐτάζεταί τις νεφροὺς καὶ καρδίας, εἰ μὴ ἄρα ἐνταῦθα λέγω τὸν μὲν προστασσόμενον εἶναι τὸν υἱόν, τὸν δὲ προστάσσοντα εἶναι τὸν πατέρα, καὶ τὸν λόγον εἶναι τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς. καὶ πασῶν γε νομίζω βασάνων, πάντων τῶν πόνων βαρύτερα τὰ ἀπὸ τοῦ λόγου, ὅταν ἐτάζῃ καὶ καρδίας καὶ νεφρούς. διὸ πάντα πράττωμεν, ἵνα μὴ παραδοθῶμεν ἐκείνῳ τῷ ἐτασμῷ. οὗ ἐτασμοῦ οἴομαι ἔλαττον πάσχειν τοὺς παραδιδομένους τοῖς λεγομένοις ἐν τῷ εὐαγγελίῳ βασανισταῖς· πολλοῖς γὰρ παραδίδονται, τάχα πλείοσι βασανισταῖς κατὰ τὴν ἀρχήν, οὐδέπω ἄξιοι γινόμενοι παραδίδοσθαι ἑνὶ λόγῳ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς. ὁ πλούσιος ἐκεῖνος οὐ- δέπω ἄξιος ἦν παραδοθῆναι τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς· διὰ τοῦτο ὑπὸ πλειόνων ἐβασανίζετο. ὕστερον δὲ εἰ καὶ ἐκεῖνος τοῦτο πάσχει ἢ μή, ὁ δυνάμενος