52
Συνίσταται δὲ τὸ εὐαγγέλιον ὑπὸ νόμου καὶ τῶν προφητῶν μαρτυρούμενον. Ὅθεν ἐν τῷ καιρῷ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως, Μωϋσῆς καὶ Ἠλίας συνελάλουν περὶ Χριστοῦ, καὶ τῆς ἐξόδου, ἧς ἤμελλε πληροῦν ἐν Ἱερουσαλὴμ, ἥτις δηλοῖ τῆς οἰκονομίας τὸ πέρας, τὸν σταυρὸν, τὸν θάνατον, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν. Ἑρμηνεύεται δὲ ὁ μὲν Οὐρίας φωτισμὸς Θεοῦ, ὁ δὲ Ζαχαρίας μνήμη Θεοῦ. Υἱὸς δὲ Βαραχίου τῆς εὐλογίας τῆς τοῦ Θεοῦ. Τίς δὲ μάρτυς ἀξιοπιστότερος τοῦ πεφωτισμένου ὑπὸ Θεοῦ, καὶ μνήμην ἔχοντος τοῦ Θεοῦ; Ὧν δὴ παρόντων γράφει· Προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν υἱόν. Φησὶ γὰρ ὁ Κύριος, ὡς Αὐτὸς ἐγὼ προσελεύσομαι τῇ προφήτιδι. Καλεῖ δὲ οὕτω τὴν Μητέρα Χριστοῦ διὰ τὸ Πνεύματος ἁγίου μετασχεῖν, κατὰ τό· "Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι." Παιδεύεται γὰρ ὁ προφήτης, ὡς οὐκ ἐξ αἴματος σαρκὸς, ἢ θελήματος ἀνδρὸς ἡ Χριστοῦ γενήσεται γέννησις. "Ἀπαρχὴ γὰρ Χριστὸς," καὶ τῶν εἰς αὐτὸν ἀναγεννωμένων· περὶ ὧν εἴρηται ταῦτα. ∆εξαμένη δὲ τὸ Πνεῦμα τὸ ἐπελθὸν ἐπ' αὐτὴν ἡ Παρθένος προεφήτευσε λέγουσα· "Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί·" καὶ τὰ ἐπὶ τούτοις. Προσῆλθον δὲ, φησὶ, συνηθείᾳ γραφικῇ ἀντὶ μέλλοντος τῷ ἐνεστῶτι χρησάμενος. Τὸν δὲ τεχθέντα, φησὶν, ὀνόμαζε ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Ἐπειδὴ καὶ πρὸ τῆς κατὰ σάρκα γεννήσεως, καὶ πρὶν ἐπιγράψασθαι γονέας σαρκικοὺς, τοὺς δύο καθαιρεῖ νῦν βασιλέας. Καὶ τοῦτο πράξει 1977 διὰ τοῦ τῶν Ἀσσυρίων βασιλέως, ὡς ἐμῇ χρώμενος, φησὶ, δυνάμει, τὰς βασιλείας αὐτῶν καταστρέψεται. Καὶ ἄλλως δὲ, ταχέως ἐσκύλευσε, τὸν ἰσχυρὸν, τὸν φυλάσσοντα, καθάπερ ἴδιον κτῆμα, τοὺς ὑπὸ τὴν ἁμαρτίαν πεπραμένους καὶ δεδεμένους θανάτῳ. Προενόμευσε δὲ, ταῖς ἰδίαις δυνάμεσι παραδοὺς εἰς φυλακὴν τοὺς πιστούς· "Ὧν οἱ ἄγγελοι βλέπουσιν, ὡς λέγει, τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς." Τὴν δὲ ὀξεῖαν αὐτοῦ προνομὴν δηλοῖ τὸ, "Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν. Ἔλαβεν δόματα ἐν οὐρανοῖς·" ὃ πεποίηκε, "Εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ διαρπάσας αὐτοῦ τὰ σκεύη," καθά φησιν αὐτὸς ἐν παραβολῇ. Καὶ ὁ προφήτης δέ φησιν ἀλλαχοῦ· "Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν." Τὸ δὲ πάρεστιν εἰπὼν, ἅμα μὲν δηλοῖ τὴν τῶν βασιλέων τιμωρίαν οὐκ εἰς μακρὰν ἐσομένην. Ἅμα δὲ καὶ τὰ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἐγγίζειν φησίν. Ὃν δὲ κέκληκεν Ἐμμανουὴλ, νῦν ἐκάλεσε Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Ἔθος γὰρ τῇ Γραφῇ τὸν Θεὸν ἐκ τῶν διαφόρων ὀνομάζειν ἐνεργειῶν· ὡς καὶ Ἰησοῦν, παρὰ τὴν ἀπὸ Θεοῦ δεδομένην ἡμῖν σωτηρίαν. ∆ύναμις δὲ ∆αμασκοῦ, οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύοντες. Σκύλα δὲ Σαμαρείας, οἱ ἐκ περιτομῆς εἶεν ἄπιστοι. ∆αμασκὸς μὲν γὰρ Συρίας μητρόπολις, Σαμαρεία δὲ τοῦ Ἰσραήλ. Πῶς ὁ γεννηθεὶς εὐθὺς τούτους ἐσκύλευσε; ∆ιὰ τὸ μέλλειν οὐκ εἰς μακρὰν ταὐτὸ ποιεῖν· ἢ καὶ, ὅτι μάγοι προσελθόντες αὐτῷ προσεκύνησαν, ὡς Θεῷ, καὶ δῶρα προσήνεγκαν σκυλευθέντες πρὸς θεοσέβειαν ἔτι βρέφους ὑπάρχοντος πολεμήσαντος ὑπὲρ αὐτῶν, καὶ τῶν ἄλλων, ἀπέναντι τοῦ νοητοῦ βασιλέως τῶν Ἀσσυρίων. Τὸ δὲ, καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, οὐκ ἀπὸ προσώπου τοῦ Κυρίου, τοῦ δὲ προφητικοῦ φασιν εἰρῆσθαί τινες· οἳ καὶ τὸ, προσῆλθον, φασὶν ἀντὶ τοῦ ἤγγισα τῷ πνεύματι καὶ τῇ προγνώσει τῶν ἐσομένων τῇ προφήτιδι. Κατέλαβον γὰρ, καὶ οἷον ἐπλησίασα τῇ προγνώσει τῇ προφητικῇ, καὶ εἶδον τὴν σύλληψιν πόῤῥωθεν προενατενίσας τῷ χαρίσματι τῆς προφητείας· οἳ καὶ ἀποροῦσι πῶς κελευθεὶς ὁ προφήτης τόμον λαβεῖν, ἄλλο ποιεῖ, πρὸς τὴν προφῆτιν εἰσιών. Ἀλλὰ δῆλον, φασὶν, ὡς ἡ σιωπὴ ἡ πρὸς ἐκεῖνον συγκατάθεσιν καὶ πρᾶξιν ἐδήλωσεν. Πῶς γὰρ ἂν ὁ προφήτης παρήκουσε τοῦ Θεοῦ; ἀλλ' ἐκείνου δηλονότι περιγεγραμμένου, τὸ τῆς προφήτιδος ἐξ ἰδίας ἀρχῆς παραδίδοται. εηʹ. 9Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι· ∆ιὰ τοῦ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ 1980 τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι