πρόσωπον μόνον, ὁ δὲ γαμβρὸς Κωνσταντῖνος ἔλεγεν βλέπειν ὀφθαλμοὺς καὶ ὦτα. πρὸς οὓς καὶ εἶπεν ὁ ἀοίδιμος Σέργιος "καλῶς ἀμφότεροι εἴδετε." οἱ δὲ ἀντέφησαν "καὶ τί σημαίνει ἑκάστου τούτου ἡ διαφορά;" ἀπεκρίθη "οὐκ ἐγὼ ἀλλὰ ∆αβὶδ ὁ προφήτης λέγει, ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐ 751 τῶν." τότε ἀκούσαντες ἐκεῖνοι θυμοῦ ἐπλήσθησαν καὶ κατ' αὐτοῦ ἐβουλεύοντο. ὅθεν δὴ καὶ τοῦ παλατίου κατάγουσι τὸν πατέρα αὐτῶν καὶ ἐν τῇ νήσῳ ἐξορίζουσιν. ἀλλὰ δὴ καὶ πάλιν αὐτὸν εἶχεν ἐκεῖ Ῥωμανὸς ὁ βασιλεὺς τῶν συμφορῶν παραμύθιον καὶ τῶν θλίψεων ἀκεσώδυνον φάρμακον. συνῆν τούτῳ καὶ Πολύευκτος ὁ εὐλαβέστατος μοναχός, τὰ εἰκότα παραμυθούμενος, ὃς τοῦ πατριάρχου Θεοφυλάκτου τελευτήσαντος αὐτὸς πατριάρχης Κωνσταντινουπόλεως ὑπὸ Κωνσταντίνου τοῦ βασιλέως προχειρίζεται. εἰσοικίζεται δὲ καὶ οὗτος παρὰ Σεργίου τοῦ εἰρημένου εὐλαβεστάτου μοναχοῦ Ῥωμανῷ τῷ βασιλεῖ τρόπῳ τοιῷδε. τοῦ πατριάρχου Θεοφυλάκτου τοῦ υἱοῦ αὐτοῦ συχνοτέρως νοσοῦντος, παρεκάλει Ῥωμανὸς τὸν Σέργιον γενέσθαι πατριάρχην. ὁ δὲ ἀπὸ ψυχῆς τοῦτο ἀπαρνούμενος ἐπὶ πολλὰς ἡμέρας ἠναγκάζετο. καί ποτέ φησιν "ἔχω, δέσποτα, εἰ θέλεις, πατριάρχην, ἄνδρα εὐλαβῆ καὶ χρησιμεύοντα, ἀλλὰ μὴν καὶ σοφὸν εἰς τὴν τοιαύτην ἀξίαν." ὁ δὲ "ἂς ἴδω αὐτόν." ἔρχεται μετὰ τοῦ Σεργίου καὶ ὁ Πολύευκτος· καὶ ὡς εἰσῆλθον ἀμφότεροι εἰς τὸν βασιλέα, αὐτὸς μὲν ὁ βασιλεὺς καθέζεται ἐπὶ τῆς κλίνης, συγκαθέζεται δὲ αὐτῷ καὶ ὁ Σέργιος· τὸν δὲ Πολύευκτον εἰς σκάμνον ἐκάθισαν. ἐρωτᾷ ὁ βασιλεὺς χρήσιμόν τι γραφικὸν τῷ Πολυεύκτῳ, σκοπῶν ἐπὶ τὸ ἀκοῦσαι ποσῶς τὴν λαλιὰν αὐτοῦ, ὡς ἔθος τοῖς ἀνθρώποις. ὁ δὲ ὀξύθυμος ὢν αὐστηρῶς πως καὶ ἀποφαντικῶς ἀπεκρίθη τραχείᾳ τῇ φωνῇ "ὁ καθεζόμενος μετὰ τῆς βασιλείας σου ἐν τῇ κλίνῃ σου ἑρμηνευσάτω 752 αὐτός." καὶ ὁ μὲν βασιλεὺς εὐθὺς τὸν λόγον ὡς φθόνου βέλος ἐν τῇ καρδίᾳ δεξάμενος· ὁ δὲ μακαρίτης Σέργιος τῷ φυσικῷ φρονήματι τὸν λόγον ὑπαμβλῦναι θέλων ῥίπτει ἑαυτὸν εἰς τοὺς πόδας Πολυεύκτου, καὶ "εὖξαι ὑπὲρ ἐμοῦ, πάτερ ἅγιε" λέγει, "ὅτι τοσαύτας ἡμέρας ἀτακτῶν οὐκ ᾐσθανόμην." τοῦ δὲ βασιλέως πυθομένου "διὰ τί οὕτως ἐποίησας;" ἔφη "ὅτι οὕτως ὀφείλει ποιεῖν ὁ προϊστάμενος, καὶ μάλιστα ἐκκλησίας, καὶ μὴ κατὰ προσωποληψίαν τι ποιεῖν." ἔκτοτε οὖν οὐκ ἐπείσθη ἐν τῇ κλίνῃ τοῦ βασιλέως τὸ σύνολον καθεσθῆναι. 53. Στέφανος τοίνυν ὁ υἱὸς Ῥωμανοῦ ἐπαναστὰς τῷ πατρί, συμβούλοις τε χρησάμενος τῷ τε ἀπὸ μοναχῶν Μαριανῷ καὶ Βασιλείῳ τῷ λεγομένῳ Πετεινῷ καὶ Μανουὴλ τῷ Κουρτίκῃ, συνειδότων αὐτῷ καὶ τῶν λοιπῶν βασιλέων, ἐπεὶ μακρῷ γήρει καὶ νόσῳ τρυχόμενον εἶδεν, καὶ τὰ τῆς βασιλείας κατὰ διαθήκας ἀπακριβωσάμενον (καὶ ἄνακτα πρῶτον τὸν πορφυρογέννητον Κωνσταντῖνον προσδιωρίσατο καὶ καθεξῆς ἐν δευτέρῳ καὶ τρίτῳ τοὺς τούτου υἱοὺς) καὶ πρὸς αὐτοὺς ῥητῶς ἐξασφαλισάμενον ὡς εἴπερ τῷ πρώτῳ βασιλεῖ κατά τι πταίσειαν, καθαιρεῖσθαι παραυτίκα τῆς βασιλείας, τοῦτον τοῦ παλατίου κακῶς κατήγαγεν καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξορίσας ἀπέκειρεν μοναχόν. 753 Ὑπελείφθη οὖν αὐτοκράτωρ Κωνσταντῖνος ὁ τούτου γαμβρός, μηνὶ ∆εκεμβρίῳ κʹ, ἰνδικτιῶνος γʹ, ἐν ἔτει υνδʹ. ὃς παραυτίκα Βάρδαν τὸν Φωκᾶν μάγιστρον καὶ δομέστικον τῶν σχολῶν προχειρίζεται, καὶ Κωνσταντῖνον ναυμαχίας ἡγήτορα, καὶ στρατιάρχας τινὰς τῶν εὐχρήστων. τὸν δὲ Πετεινὸν πατρίκιον καὶ κόμητα τοῦ στάβλου πεποίηκε, τὸν δὲ Κουρτίκην πατρίκιον καὶ δρουγγάριον τῆς βίγλας, οὕστινας ὁ θεὸς συντόμως ἐπεξῆλθεν ὡς εἰς χριστὸν κυρίου παροινήσαντας· ἐπὶ καθοσιώσει γὰρ καταληφθέντες, ὡς ἑκάτερος αὐτῶν οἰκτίστῳ θανάτῳ τὸν βίον ἀπέρρηξαν. 2. Μετὰ δὲ μʹ ἡμέρας Κωνσταντῖνος ὁ πορφυρογέννητος ὑποπτεύσας Στέφανον καὶ Κωνσταντῖνον τοὺς αὐταδέλφους, μή ποτε καὶ κατ' αὐτοῦ τὰ ὅμοια διαπράξωνται, ὅπερ ἦν εἰκός, ὅτι εἰ τοῦ ἰδίου πατρὸς οὐκ ἐφείσαντο, πῶς αὐτοῦ φείσονται; λέγεται γὰρ ὅτι φθείρουσιν ἤθη χρηστὰ