51. But not to confine ourselves to these words and arguments alone, for the purpose of convincing those who love to study the oracles of God, we shall demonstrate the matter by many other proofs. For Daniel says, “And these shall escape out of his hand, even Edom, and Moab, and the chief of the children of Ammon.”119 Dan. xi. 41. Ammon and Moab120 Gen. xix. 37, 38. are the children born to Lot by his daughters, and their race survives even now. And Isaiah says: “And they shall fly in the boats of strangers, plundering the sea together, and (they shall spoil) them of the east: and they shall lay hands upon Moab first; and the children of Ammon shall first obey them.”121 Isa. xi. 14.
[51] ἀλλ' ἵνα μὴ μόνοις τοῖς ῥητοῖς τούτοις πείσωμεν τοὺς τὰ τοῦ θεοῦ λόγια φιλοπονοῦντας, δείξωμεν δι' ἑτέρων ἀποδείξεων πλειόνων. λέγει γὰρ Δανιήλ: „καὶ οὗτοι σωθήσονται ἐκ χειρὸς αὐτοῦ, Ἐδὼμ καὶ Μωὰβ καὶ ἀρχὴ υἱῶν Ἀμμών.„ οὗτοι γάρ εἰσιν οἱ καὶ αὐτοὶ συναιρόμενοι αὐτῷ διὰ τὴν συγγένειαν, καὶ βασιλέα αὐτὸν ἑαυτῶν ἐπιδεικνύντες. ὁ μὲν Ἐδώμ εἰσιν υἱοὶ τοῦ Ἠσαῦ, ὁ δὲ Ἀμμὼν καὶ Μωὰβ οἱ ἐκ τῶν δύο θυγατέρων τοῦ Λὼτ υἱοὶ γεγεννημένοι, ἐξ ὧν τὸ γένος ἕως τοῦ νῦν διαμένει. λέγει γὰρ καὶ Ἡσαΐας: ”καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων: θάλασσαν ἅμα προνομεύοντες καὶ τοὺς ἀφ' ἡλίου ἀνατολῶν, καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβάλλουσιν, οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται.”